1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

86

μὲν οὐ πάνυ τι ὂν τοσούτῳ δὲ τῆς 234 ὑγρᾶς ἀφεστώς, ὅσῳ πνεύματι θυμομαχοῦσαν νοτεραῖς αὐτὸ πολλάκις ἐπιρραπίζειν παλάμαις. ἐντεῦθεν καλωδιόν τι ἐξῆπτε λαβόμενός τε αὐτοῦ καθεῖτο εἰς τὴν ἀκτήν. ἔνθα καὶ πάλιν βλοσυροῖς τοῖς προσώποις δεδεξαμένη τοῦτον ἡ τύχη βραχὺ εἶτα προσεμειδία καὶ ἀνεῖτο πρὸς χάριν, θρυπτομένη πως καὶ διαφανῶς παίζουσα. τῶν γάρ τις ἐν παλατίῳ φυλάκων, οἵπερ ἐξ ἔθους ἀεὶ διεσκηνημένοι κάθηνται ὑπὲρ τῶν πύργων ἐκ περιτροπῆς τινος ἐπιθωύσσοντές τε ἀλλήλοις καὶ τακτὸν ὅ τι δὴ ἐπιφωνοῦντες ῥημάτιον οὕτω τε ἐγρηγόρασι μάλιστα, ἐπειδὴ τοῦτον εἶδε, προσιὼν ὅστις ποτὲ εἴη διεπυνθάνετο ἀνειπεῖν. ὁ δὲ δεσμώτης εἶναι ἔφασκε τῶν ἐν παλατίῳ πρὸς τοῦ Παπίου ἐπ' αἰτίαις ἐχομένων χρηματικαῖς, καὶ "εἴ γε ἀφήσεις με" ἔφη "ἀπιέναι, αὕτη δή σοι παρ' ἐμοῦ χάρις ἔσται." καὶ ἅμα λέγων τὸ ἐπικόλπιον αὐτῷ ἐξαγαγὼν ἐδείκνυ φυλακτήριον. ὁ δὲ (τῶν γὰρ ἀγροικικῶν τις ἦν καὶ τοῖς πενίας ἔργοις ἐμάχετο διηνεκῶς), ἐπειδὴ τὰς ὄψεις αὐτῷ κατέστραψεν ὁ χρυσός, λαβὼν τὸ χρῆμα Ἀνδρόνικον ἀφῆκε φέρεσθαι. ἐν τούτῳ δὲ καὶ τὸ ληψόμενον τοῦτον ἀκάτιον οὐ μακρὰν ἀποσαλεῦον προσῄει· καὶ λαβόντες αὐτὸν ἐπ' οἴκου ἐκόμισαν, ἔνθα τὰς πέδας ἀποσεισάμενος, αἳ τὼ πόδε εἶργον αὐτῷ, ἀνέβη τε εἰσαῦθις τὴν ναῦν καὶ διαπλωισάμενος ἔξω τειχέων ἐγένετο. ἔνθα ἵππους εὑρών, οἳ ἐν παρασκευῇ ἐτύγχανον αὐτῷ ὄντες, ἐπέβη τε καὶ ἀπιὼν ᾤχετο. Ἀνδρόνικος μὲν δὴ οὕτω τῆς εἱρκτῆς ἀποδρὰς ἐπὶ Ταυροσκύθας ἦλθεν. ἡμῖν δ' ἀνακτέον τὸν λόγον ἐπὶ τὰ πρότερα. 235

12. Τῶν εἰρημένων τε ἕνεκα ὁ Μανουὴλ παρὰ Πριμίσθλαβον ἦλθε καὶ ὅπως χεῖρα ἐκεῖθεν σύμμαχον ἐπὶ Ῥωμαίους ἄξῃ. ἐπέσταλτο γὰρ αὐτῷ καὶ Ῥωσισθλάβῳ τῷ καὶ αὐτῷ ἐπὶ Ταυροσκυθικῆς ἄρχοντι περὶ συμμαχίας διειλέχθαι. καὶ μέντοι καὶ τετύχηκε τοῦ κατὰ σκοπόν. ὑπερφυῶς γὰρ ἡσθέντες ὅτι δὴ τηλικούτῳ ἐς αὐτοὺς ὁ βασιλεὺς ἐχρήσατο πρεσβευτῇ, ὑπέσχοντο ἐπιτελῆ πάντα ποιήσειν ὅσα τῷ βασιλεῖ βουλομένῳ ἦσαν. οὐ μὴν οὐδὲ Ἱερόσθλαβον διὰ ταῦτα βασιλεὺς περιεῖδε· μηχαναῖς δὲ καὶ τοῦτον ἑτέραις κατὰ Στεφάνου ἐξεπολέμωσεν, ἐπιστείλας αὐτῷ οὑτωσί. "οὐ μιμησόμεθά σου τὴν ἀστοργίαν, ἣν οὐδὲν δέον εἰς ἡμᾶς ἐπεδείξω, λόγων τε καὶ συνθηκῶν τῶν πρώην ἤδη ὀμωμοσμένων σοι κατωλιγωρηκώς. ἀλλά σοι τὰ ἔσχατα διυβρίσθαι κινδυνεύοντι ὑπ' ὄψιν τὰ τῆς ὕβρεως τίθεμαι. ἴσθι τοίνυν ἀνδρὶ παῖδα συνοικίζων τὴν σὴν τῷ ῥηγὶ Παιόνων κακοήθει τε καὶ δεινῶς ἀβεβαίῳ τὴν γνώμην ὄντι· δίκης γάρ ποτε ἢ ἀληθείας ἐντροπὴν πεποίηται οὐδεμίαν. ἀνθρώπῳ δὲ ἀπολύτῳ φύσεώς τε καὶ νόμων ὡς ἐπίπαν φερομένῳ πάντα ποιεῖν οἶμαι ῥᾴδιον. οὐκοῦν οὐδὲ ξυνοικήσει σοι Στέφανος τῇ θυγατρί, οὐδέ τι ἄλλο τῶν κατὰ νόμον ἐπὶ ταύτῃ διαπράξεται. εἰ δὲ καὶ ξυνοικήσει, ἀλλ' ὅσα καὶ τριοδίτιδι ταύτῃ προσενεχθήσεται. ὁ γὰρ ἐς τὸ ἡμέτερον οὕτω κράτος ἁμαρτὼν ὅρκους τε ὡς ἐν παιδιᾶς λόγῳ τοὺς ἔναγχος ὀμωμοσμένους αὐτῷ λογίζεσθαι ἀπαναισχυντῶν, συλλόγισαι τί οὐκ ἂν ἐπὶ σὲ ποιήσειν ἀπανθρωπεύσεται." τούτων ὁ Πριμίσθλαβος σὺν 236 βαρβάρῳ τινὶ ἀφελείᾳ τῶν λόγων ἀκούσας ἑάλω τε αὐτίκα καὶ ὡς πολέμιον τὸν γαμβρὸν ὑπεβλέπετο, κατ' αὐτοῦ τε Ῥωμαίοις στρατεύουσι παντὶ τρόπῳ συναίρεσθαι ὡμολόγει. ἔστι δέ τις ἐν Ταυροσκυθικῇ πόλις ὄνομα Κίαμα, ἣ πόλεών τε ὑπερκάθηται τῶν ἄλλων ὅσαι τῇδε ἵδρυνται, καὶ ὅσα καὶ μητρόπολις τῷ ἔθνει τούτῳ τυγχάνει οὖσα. ἀρχιερεύς τε γὰρ ἐκ Βυζαντίου παρ' αὐτὴν ἥκει, καὶ τῶν ἄλλων ὅσα ἐς πρεσβεῖον φέρουσι κατεξαίρετον αὐτῇ μέτεστιν. ὁ δὴ καὶ ταύτης ἡγεμονεύων τῆς χώρας Στεφάνῳ καὶ αὐτὸς πολεμήσειν συνθέμενος ὅρκοις τὰ δεδογμένα ἐπέρρωσεν. ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, Φρεδερίκος ὁ Ἀλαμανῶν ῥὴξ ἰσχυρῶς ἀντιπράττοντος ἐς τὰ πρὸς δύοντα ἥλιον τοῦ βασιλέως ἤδη αἰσθόμενος, τὰ διάφορα λύσας Ῥωμαίοις ἐσπείσατο, πόλεμόν τε κατὰ Στεφάνου διενεγκεῖν καὶ αὐτὸς τῷ βασιλεῖ διωμολόγηκεν. οὐ μὴν οὐδὲ Ἐρρίκος ταύτης ἀπεῖναι ἤμελλε τῆς μάχης, ὃς Θεοδώρᾳ τῇ βασιλέως ξυνῴκει ἀδελφιδῇ, ὥσπερ ἤδη πολλάκις ἐρρήθη, ἀλλὰ