1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

95

τρεψάμενοι εἰς τοὺς κατόπιν ἰόντας τῆς Ῥωμαϊκῆς φάλαγγος συνελάσαι ἴσχυσαν. ἐφ' οἷς συνταραχθέντες ἐκεῖνοι ἐς ὑπαγωγὴν ἔκλιναν. καὶ τὸ λοιπὸν ἀνὰ κράτος Ῥωμαῖοι ἔφευγον, οἰηθέντες πολλῷ πλείονα τῆς ὁρωμένης ἐπιθέσθαι σφίσι στρατιᾶς. τὴν γὰρ τοῦ ἀληθοῦς γνῶσίν τε καὶ διάκρισιν κομιδῇ ὀλίγοις ἀνθρώπων ἐν τοῖς τοιούτοις ἔστιν εὑρεῖν. ὅθεν καὶ ταχὺ πάντων ἀπαγορευσάντων μέχρι μέν τι 259 νος ἕστατον ἀμφοτέρω τὼ στρατηγὼ σὺν τοῖς σημείοις καὶ ὀλίγοις τῶν ἀμφ' αὐτούς, οἰομένω ἐπισυστήσασθαι αὖ Ῥωμαίων τινάς· ὡς δὲ οὐδεὶς οὐδαμόθεν συνίστατο τούτοις, νῶτα λοιπὸν ἔδοσαν καὶ αὐτοί. ἀλλ' ὁ μὲν Βρανᾶς μεταξὺ ἐπιστραφεὶς τῶν τινα πολεμίων δόρατι ἔπαισεν, ἅτερος δὲ ἀπῄει. ὅτε δὴ καταφανῶς ἔγνωστο τὰ τῆς ἐν βουλῇ πρότερον αὐτοῖς διαφορᾶς. ὁ γάρ τοι Βρανᾶς ἐπειδὴ φεύγοντι αὖθις συνέμιξε τῷ Γαβρᾷ, ἐπιτωθάζων μάλα καὶ ἐνδιάθρυπτος "ἆρα" ἔφη "συνεβάλου με, ὦ σεβαστέ, ὅπως ἐσαῦθις τοῖς πολεμίοις ἀντεκατέστην, ἀπὸ δόρατός τε αὐτοῖς προσηνέχθην;" τοῦ δὲ καταφήσαντος, "ἀλλ' ἔγωγε" εἶπεν "οὐ μὰ τὴν βασιλέως εἶδόν σε κεφαλὴν ὅτι μὴ ἀπιόντα." οὕτως οἱ νῦν Ῥωμαῖοι οὐκ ἐπὶ τῷ κοινῇ συμφέροντι οὐδὲν πεπραγμάτευται ἕκαστος, ἀλλ' ὡς ἄν τις αὐτὸς καλὸς καὶ ἀγαθὸς εἶναι δόξῃ, πάντα ἀναδέχεται πόνον. Οὖννοι δὲ κατὰ νώτου διώξαντες οὐ σφόδρα πολλοὺς Ῥωμαίων ἔκτειναν, εἷλον δὲ καὶ οὐ συχνούς. δειλίᾳ γὰρ ἔτι πολλῇ εἴχοντο. τεκμηριώσαιτο δ' ἄν τις ἐντεῦθεν. τῶν γάρ τις ἐκ πεζικῶν καταλόγων φυγὰς ἄχρι καὶ ἐπὶ Ζεύγμην ἦλθε, πρὸς οὐδενὸς Ῥωμαίων καταληφθείς. οὕτω σχολῇ τὴν ὁδὸν ἐποιοῦντο. ὅτε δὴ πρὸς ὄγκον ἐπᾶραι τὸ πραχθὲν ἐννοησάμενος ∆ιονύσιος ὀλίγα τῶν πεπτωκότων συναγαγὼν σώματα χοῦν ἐπ' αὐτὰ ὅτι πλεῖστον ἤγειρε, τῷ τοῦ χώματος μεγέθει καὶ τὰ νεκριμαῖα συμμετρεῖσθαι διανοηθείς. ταῦτα μὲν οὖν οὕτω συνηνέχθη γενέσθαι, βασιλεὺς δὲ 260 ἐσφάδαζε μὲν διὰ ταῦτα καὶ ἤθελεν αὐτὸς καὶ πάλιν ἐπὶ Οὐννικῆς ἰέναι, ἐπίδειξιν δὲ μᾶλλον τῆς Ῥωμαίων ἰσχύος ποιεῖσθαι θέλων αὐτοῖς, τοιάδε τινὰ ἐνενόει. Ἀλέξιον μέν, ᾧ τὴν θυγατέρα ἠγγύα, στρατεύμασιν ἅμα πολλοῖς, ὧν Ἀλέξιος ἦρχεν ὃς πρωτοστράτωρ ἐτύγχανεν ὤν, ἐπὶ τὸν Ἴστρον ἔπεμπε δόκησιν ἐμποιήσοντα Οὔννοις ὡς ἐκ τῶν συνήθων καὶ πάλιν αὐτοῖς ἐπιτεθήσεται χωρίων, Λέοντα δέ τινα Βατάτζην ἐπίκλησιν ἑτέρωθεν στράτευμα ἐπαγόμενον ἄλλο τε συχνὸν καὶ δὴ καὶ Βλάχων πολὺν ὅμιλον, οἳ τῶν ἐξ Ἰταλίας ἄποικοι πάλαι εἶναι λέγονται, ἐκ τῶν πρὸς τῷ Εὐξείνῳ καλουμένῳ πόντῳ χωρίων ἐμβαλεῖν ἐκέλευεν εἰς τὴν Οὐννικήν, ὅθεν οὐδεὶς οὐδέποτε τοῦ παντὸς αἰῶνος ἐπέδραμε τούτοις. Ἀλέξιος μὲν οὖν καὶ τὸ ἄλλο Ῥωμαίων στράτευμα ἐπὶ τοῦ Ἴστρου γεγονότες δέος ὑπέτεινον Οὔννοις ὡς ἐκεῖθεν αὐτίκα περαιωσόμενοι, ὁ Βατάτζης δὲ ὅθεν εἴρηται προσβαλὼν ἔκειρέ τε ἀφειδῶς πάντα καὶ ξυνεπάτει τὰ παραπίπτοντα. ἀνθρώπων τε οὖν πολὺν εἴργαστο φόνον καὶ ἀνδραποδισμὸν οὐκ ἐλάσσω πεποίητο. πρὸς δὲ καὶ ζώων ἀγέλας ἵππων τε καὶ ἄλλων παντοδαπῶν ἐκεῖθεν ἐλάσας ἐπὶ βασιλέα ἦλθεν. ὁ δὲ καὶ δευτέραν ἐπιθεῖναι σφίσι θέλων πληγὴν στράτευμα καὶ πάλιν ἐπ' αὐτοὺς ἔπεμψεν ἐπιστείλας ἄνωθέν ποθεν ἐς τοὺς προσοικοῦντας τὴν Ταυροσκυθικὴν ἐμβαλεῖν Οὔννους. ἡγοῦντό τε τοῦ στρατεύματος τούτου Ἀνδρόνικός τε ὁ Λαμπαρδᾶς καὶ Νικηφόρος ὁ Πετραλοίφας ἄλλοι τε ἱκανοί. πᾶσι μέντοι ἐφίστατο Ἰωάννης, οὗ πολλάκις ἤδη ἐμνήσθην, ὁ ∆ούκας· οἳ καὶ οὐκ 261 εἰς μακρὰν δολιχούς τινας καὶ δυσεμβόλους διαμείψαντες χώρους ἀνθρώπων τε παντάπασιν ἔρημον διελθόντες γῆν ἐμβάλλουσι τῇ Οὐννικῇ, κώμαις τε πολυανθρωποτάταις ἄγαν ἐντετυχηκότες πολλαῖς μέγα τέ τι λαφύρων περιεβάλλοντο χρῆμα καὶ ἀνθρώπων πολλοὺς ἔκτειναν, πλείστους δὲ καὶ ἠνδραποδίσαντο. μέλλοντές τε ἤδη ἐκεῖθεν ἀπαίρειν σταυρὸν χαλκοῦ πεποιημένον ἐνταῦθα ἀναστήσαντες τοιάδε τινὰ ἔγραψαν. Ἐνθάδε Παννονίης ποτὲ ἄκριτα φῦλα γενέθλης ∆εινὸς Ἄρης καὶ χεὶρ ἔκτανεν Αὐσονίων. Ῥώμης ὁππότε κλεινῆς δῖος ἄνασσε Μανουήλ, Κομνηνῶν κρατόρων εὖχος ἀριστονόων.