1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

48

καθ' ἕνα ἐν διαστάσει τὴν πορείαν τιθεμένους. "οὕτω γὰρ" ἔφη "τῶν ἐκ τῆς χορταγωγίας ἐπανιόντων δόξαιμεν εἶναί τινες ἐπὶ σκηνάς τε τὰς τῇδε φαινομένας χωρεῖν." βασιλεὺς μὲν οὖν οὕτως ἀτρέστως ἐπὶ τὴν σκηνὴν ἐπορεύετο. Ἰωάννην δὲ οὗπερ ἄρτι ἐμνήσθην σῦς ὑπαντιάσας τοῖς ὀδοῦσι διεσπάραξεν. ὃ τάχιστα πυθόμενος βασιλεὺς ὀπισθόρμητος ἐπ' ἐκεῖνον ἦλθεν ἐπιμελησάμενός τε τὰ εἰκότα ἀπηλλάγη. οὕτω μέντοι μεγαλοψύχως τῷ πράγματι προσηνέχθη, ὡς μηδὲ ἄχρι καὶ βλέμματος Ἀνδρονίκῳ προσενεχθῆναι κακῶς. ὁ δὲ ὥσπερ τῶν πεπραγμένων οὐδὲν ἑαυτῷ ξυνειδὼς τοῦ τε ἵππου ὃν ἤδη ἔφην ἐς ἄγαν ἐπιμεμέληται καὶ πολὺς ἦν τῷ φαινομένῳ κατὰ Ἰωάννου καὶ λέγων ἀεὶ καὶ φρονῶν. ὅθεν καὶ πυνθανομένου ποτὲ τοῦ βασιλέως τί βούλεται τούτῳ τὰ τῆς τοῦ ἵππου τοῦδε ἐπιμελήσεως; "ὡς ἂν" ἔφη ἐκεῖνος "τὸν πάντων ἐμοὶ δυσμενέστατον τῆς κεφαλῆς ἀφελόμενος οἰχήσομαι ἀπιών" διὰ τούτων δῆθεν τὸν πρωτοσέβαστον αἰνιττόμενος. ὡς οὖν ἔγνω ἀπόνοιαν νοσοῦντα τὸν ἄνθρωπον, κοινωνίας ἐκτεμὼν τῆς αὑτοῦ ἔμφρουρον ἐν παλατίῳ καθίστησιν. 19. Ὁ μὲν οὖν ἐκ ποδῶν ἐγένετο. ὁ δὲ Παιονίας ῥὴξ μήπω τι πεπυσμένος τῶν Ἀνδρονίκῳ συμπεπτωκότων δυνάμεις ἔκ 131 τε Τζέχων καὶ Σαξόνων ἄλλων τε πλείστων ἑαυτῷ συστησάμενος ἐθνῶν εἰς τὴν Βρανιτζόβης πολιορκίαν καθίστατο, ἐπαρθεὶς οἶμαι οἷς Ἀνδρόνικος αὐτῷ διομολογησάμενος ἔτυχε. τούτων βασιλεὺς ἀκούσας καταπέπληκτο μὲν πρὸς τὴν ἀκοὴν καὶ τὴν Οὔννων ἐθαύμαζεν ἀπιστίαν, εἰ τῶν ἔναγχος σφίσιν ὀμωμοσμένων ἐξ οὐδεμίας ἀλογήσειαν αἰτίας. ὀξύτητος δ' ὅμως δεῖσθαι τὸ πρᾶγμα βουλευσάμενος, αὐτίκα τὴν ἐπὶ τὸν Ἴστρον ἐφέρετο. εἰδὼς δὲ τοὺς σὺν αὐτῷ οὐκ ἀξιομάχους ὄντας τῇ Οὔννων στρατιᾷ (αἱ γὰρ Ῥωμαίων δυνάμεις μηδενὸς ὅθεν δήποτε τῷ τέως ἀντιστατοῦντος ἐπὶ χώρας ἑκάστη ἔμενον), ἐνενόει τοιάδε. ἔστι τις χῶρος ἐρυμνότητος ἱκανῶς ἔχων Σμήλης ὄνομα. τοῦτον ἔγνω καταλαβὼν ὁρμητήριον τῆς ἐπὶ τοὺς Οὔννους θέσθαι ἐκδρομῆς. ὅπως μέντοι Βρανιτζοβῖται τὴν πόλιν τῷ τέως αὐτῷ τηρήσωσι, γράμμα χαράξας ὅσον οὐκ ἤδη ἀφίξεσθαι τοῦτον μηνῦον τῶν στρατιωτῶν τινι ἐνεχείρισε, κελεύσας ἐπὶ τὴν πόλιν αὐτὸ διαφεῖναι βέλει ξυνδήσαντα. ὁ μὲν οὖν κατὰ τὸ κελευσθὲν ἐποίει. τὸ δὲ βέλος πορρωτέρω ἢ ἐχρῆν ἀφεθὲν Οὔννοις εἰς χεῖρας ἦλθεν. εὐθὺς οὖν ταραγμὸς εἰσῆλθεν αὐτούς, καὶ δὴ τάς τε ἑλεπόλεις καὶ ὅσα πρὸς τειχομαχίαν αὐτοῖς παρεσκεύαστο πυρὶ φλέξαντες ἐπὶ τὸν Ἴστρου πορθμὸν ᾔεσαν. πλήθοντι δὲ αὐτῷ ἐντετυχηκότες, (χειμὼν γὰρ ἐκ τῶν ἄνωθεν ἤπειγεν), ὡς ἐπὶ Βελέγραδα πόλιν ἐφέροντο. οὗπερ αἰσθόμενος βασιλεύς, πυθόμενος δὲ καὶ ὡς Βορίτζης ὁ Βόσθνης χώρας ἐξάρχων ∆αλματικῆς εἰς συμμάχους τῷ Παιονάρχῃ 132 τελέσας ἀναστρέφει ἐπὶ τὴν ἑαυτοῦ, τὸ ἀλκιμώτατον τῆς σὺν αὐτῷ ἀπολεξάμενος στρατιᾶς Βορίτζῃ εἰς χεῖρας ἐλθεῖν ἔστελλεν, ἦρχε δὲ ταύτης τῆς στρατιᾶς Βασίλειος, οὗπερ ἤδη ἐμνήσθην, οἰκίας μὲν ἀφανοῦς γεγονώς, χαρτουλάριος δὲ βασιλεῖ χρηματίσας. ὁ δὲ βασιλεὺς κατόπιν σὺν τῷ ἄλλῳ Ῥωμαίων στρατῷ σχολαιότερον ἔχων. ἀλλὰ Βασίλειος, ὥσπερ οἶμαι λαθόμενος ὅτου δὴ χάριν καὶ τίνι πολεμησείοντα βασιλεὺς αὐτὸν ἔπεμψε, τὸν δρόμον καταταχήσας ἔγγιστα τοῦ Οὔννων ἐγένετο στρατοῦ, προδρόμοις τέ τισιν ἐντυχών, ἐπειδήπερ ἐτρέψατο τούτους, εἶτα καὶ ἐς μέσην τὴν Οὔννων φάλαγγα ἐμπίπτει, μέγα τι κατορθώσειν οἰόμενος, ἂν οὕτω πεφοβημένοις αὐτοῖς προσβαλὼν συνταράξῃ. καὶ τάχα οὐ παντάπασιν ἄπο λογισμοῦ ταῦτα ἐποίει. Οὖννοι γὰρ τὸ μὲν πρῶτον αὐτὸν βασιλέα τοῦ πολέμου τοῦδε στρατηγεῖν οἰηθέντες ἔφευγον οὐδενὶ κόσμῳ, πολλοί τε αὐτῶν ἅτε ἀθρόον τοῖς σκάφεσι συμπιπτόντων τῷ ποταμῷ κατεδύοντο. ὡς δ' ἔγνωσαν βασιλέα μὲν κατόπιν χωρεῖν, Βασίλειον δὲ τοῦ στρατεύματος ἐξηγεῖσθαι, ἀνεθάρσησάν τε καὶ ὀπισθόρμητοι γεγονότες Ῥωμαίοις ἀντικαθίσταντο. Ῥωμαῖοι δὲ καίτοι παρὰ πολὺ πλήθει τῶν πολεμίων ἐλασσούμενοι, ὅμως ὑφίσταντο τούτους. φόνος τε ἀμφοτέρων πολὺς ἦν, ἕως οἱ περὶ Στέφανον τὸν Ἰατζᾶ παῖδα Οὖννοι Ῥωμαίοις συστρατεύοντες πρότερον φυγῆς ἦρξαν. παλιντρόπου