1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

78

πολλὰ εἰς αὐτὸν ἀπερρίπτουν καὶ δὴ καὶ ὑπ' αὐτῷ τὰ Οὔννων ἀνατετράφθαι ἰσχυρίζοντο πράγματα. διὰ ταῦτα βασιλεὺς μὲν στράτευμα καὶ πάλιν ἤθροιζε, Στέφανος δὲ τὸν κίνδυνον διευλαβηθεὶς τὸ μὲν πρῶτον φυγὰς ἐπί τινα τῶν ἐγγυτάτω Ἴστρου πόλεων ἦλθεν, αἳ βασιλέως ἀνέκαθεν κατήκοοι τυγχάνουσιν οὖσαι, ἐκεῖθεν δὲ ἐπὶ Σαρδικὴν μεταβὰς ἐνταῦθα βασιλεῖ συνεγένετο. ὁ δὲ σφόδρα περιαλγήσας τοῖς ξυμπεσοῦσι τῆς τύχης τε τὸν ἄνθρωπον οἰκτισάμενος χρήμασί τε ἐδωρήσατο καὶ δυνάμεσιν ἀποχρώσαις ἐπὶ τὴν πατρῴαν αὖθις κατῆγεν ἀρχήν. ἦρχε δὲ τῶν δυνάμεων τούτων Ἀλέξιος οὗπερ ἤδη ἐμνήσθην, ὁ Κοντοστέφανος, βασιλεὺς δὲ κατόπιν ὀλίγῳ ἐχώρει. ἐπειδή τε ἐν Ναϊσῷ πόλει ἐγένετο, ἔννοιά τις αὐτῷ ἐπῆλθεν ἐνταῦθα στρατοπεδευσαμένῳ καὶ τῶν ἀμφὶ τῇ Σερβικῇ ἐν παρέργῳ ἐπιμεληθῆναι πραγμάτων. ἄγει γάρ πως ἐφ' ἑκατέρας Παιονικήν τε καὶ Σερβικὴν, ὁ χῶρος οὗτος, καὶ ἔστιν ἀμφοτέραις ἐντεῦθεν δέον ἐνιέναι. ∆εσὲ γὰρ ὃς βασιλέως δόντος τῆς Σερβικῆς ἦρχε τῷ τότε, ἐπειδὴ τῆς χώρας ἐγκρατὴς ἤδη ἐγένετο, τῶν συνθηκῶν ἀλογήσας ∆ένδρας τε χώρας εἰσαῦθις μετεποιεῖτο καὶ τῆς Ῥωμαίων ἀφηνιάζων ἀρχῆς ἔς τε Ἀλαμανοὺς ἔπεμψε, κῆ-δος ἐντεῦθεν ἑαυτῷ συνάψαι διανοηθείς, καὶ πᾶν ὃ μὴ κατὰ γνώμην Ῥωμαίοις ἦν τρόπῳ παντὶ ἔπρασσε· τότε δὴ καὶ βασιλέως αὐτὸν μεταστελλομένου ἐφ' ᾧ κατὰ Παιόνων αὐτῷ συστρατεύσει, 213 ὁ δὲ δύστροπός τις καὶ ἰσχυρογνώμων ἐφαίνετο ἐπὶ μακροτέραις τε ταῖς ἐλπίσιν ὠχεῖτο καὶ εἰς τὴν ἐπιοῦσαν τὴν ἄφιξιν ὑπισχνεῖτο. ὁ μὲν οὖν βασιλεὺς διὰ ταῦτα, ἐπειδὴ πρὸς τῇ Ναϊσῷ ἐγένετο, ἔνθα ταῖν ὁδοῖν ἀμφοτέραιν ἡ μὲν ἐπὶ τὴν Σερβικὴν ἄγει, θατέρα δὲ ἐπὶ τὸν Ἴστρον καὶ γῆν τὴν Παιονικήν, ἐν μεταιχμίῳ τὴν στρατοπεδείαν ἐπήξατο, ∆εσὲ δὲ τὸν ἐπικρεμάμενον ἤδη κίνδυνον αὐτῷ συνιδὼν τὸ περὶ αὐτὸν ἀναλαβὼν στράτευμα ἐς τὸ Ῥωμαίων ἀφικνεῖται στρατόπεδον. βασιλεὺς δὲ εὐμενῶς τε αὐτῷ προσηνέχθη καὶ τὰ εἰκότα τετίμηκεν. ἀλλ' ἔοικεν ἀκολάστου γλώσσης μηδὲν αἴσχιον εἶναι κακόν. ∆εσὲ γάρ, ἐπειδὴ μηδὲν ἐξ ἀβουλίας αὐτῷ τῆς προτέρας ξυνενεχθὲν ἔγνω κακόν, ἐπῆρτό τε τὴν διάνοιαν καὶ μείζω κακουργήσειν ἢ πρότερον ἐς Ῥωμαίους διενοεῖτο· εἶχε δὲ ὅμως ἐν ἀπορρήτῳ τὸ σκέμμα. οὕτω φιλανθρωπίας ὑπόθεσις τοῖς τῶν ἀνθρώπων πονηροτάτοις ὕλη μειζόνων ἀδικημάτων ὡς τὰ πολλὰ γίνεσθαι εἴωθεν. ἧκον μὲν γὰρ ὀλίγῳ ὕστερον πρέσβεις ἐς βασιλέα παρὰ τοῦ Παιόνων ἔθνους· ὁ δὲ κατά τινα τύχην αὐτοῖς συναντώμενος ὅπη τε τὰ κατ' αὐτὸν ἔχοι πρὸς αὐτῶν ἠρωτημένος, ὥσπερ ἔθος ἐστίν, ἀπαρακαλύπτως ἔφησεν ὡς καλῶς καὶ τῆς πρὸς αὐτὸν ἐπαξίως τοῦ σφῶν ῥηγὸς εὐμενείας, κύριον αὐτὸν διαφανῶς ὀνομάσας. ταῦτα πυθόμενος βασιλεὺς οὐκέτι μέλλειν ἔγνω, καὶ τοίνυν ἐπὶ δίκην καλέσας αὐτόν, ἐπειδήπερ ἐκράτει, τῶν κατηγόρων αὐτῷ καὶ συνειδότων κατὰ πρόσωπον ἱσταμένων ἤδη καὶ θεατριζόντων τῷ ἀνθρώπῳ τὴν ἀπιστίαν, τότε μὲν ἐν τῷ ἀσφαλεῖ οὐ σὺν ἀτιμίᾳ τοῦτον ἔσχε· ταφρείᾳ γὰρ τὴν σκηνὴν αὐ 214 τῷ περισχὼν κατὰ τὸν ἐν τοῖς χαρακώμασι νόμον ἐτήρει, ὡς ἀπ' ἐκείνου λοιπὸν ∆εσὲ χάρακα τὸν τόπον ὀνομασθῆναι (οὕτω γὰρ τὴν ταφρείαν ἰδιωτίζοντες ὀνομάζουσιν οἱ πολλοί)· ὀλίγῳ δ' ὕστερον ἐς Βυζάντιον πέμψας ἔμφρουρον ἐν παλατίῳ κατεστήσατο. ταῦτα μὲν τῇδε ἐγένετο, βασιλεὺς δὲ τοῖς ἐκ τῶν Παιόνων ἀφικομένοις χρηματίσας πρέσβεσιν, ἐπειδὴ μηδὲν ὑγιὲς αὐτοὺς ἀπαγγέλλοντας ἔγνω, ἐκέλευεν εὐθυωρὸν τοῦ Ῥωμαϊκοῦ ἀπαλλαγέντας στρατοπέδου τὴν αὐτὴν αὖθις πορεύεσθαι. οἱ μὲν οὖν ἀπῄεσαν, ὁ δὲ ἐπὶ Βελέγραδα πόλιν ἐλθὼν ἐνταῦθα ηὐλίσατο, ἣν καθάπερ εἴρηται Ζεύγμινον καθελὼν ὁ Ῥωμαίων ἐδείματο στρατός, συναιρομένους τῶν πόνων καὶ Οὔννων πολλοὺς ἔχοντες. παίγνιον δὴ τοῦτο τύχης τὰ ἀνθρώπεια διαχλευαζούσης ἀεὶ πράγματα· κἂν γὰρ ἐπεγγελάσῃ τις τοὺς πάλαι καθαιρεθέντας δομήτορας, αὖθις οἰκιστὰς καθορῶν. ἐκ τούτων οἶμαι τὸ τύχης ὄνομα πολὺ παρὰ τοὺς ἀνθρώπους ἐρρύη. τῶν γὰρ τῆς προνοίας ἔργων τοῖς λόγοις ἐφιστάνειν οὐκ ἔχοντες, ἐκ τοῦ σφίσιν εἶναι δοκοῦντος,