1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

20

τῶν ἀμφ' αὐτὸν ἀποβεβληκὼς μόγις ἐσώζετο. ὅπερ αἰσθόμενος ὁ αὐτοκράτωρ τὴν ἀμφ' αὐτὸν φάλαγγα τῷ ἀδελφῷ πιστεύσας ἄλλοις τε τῶν γνησιωτάτων πολλοῖς, αὐτὸς σὺν ὀλίγοις τὸ πεπονηκὸς τοῦ στρατοῦ ἀνακτήσασθαι ἠπείγετο. ἐς μέσους τοίνυν αὐτοὺς παρελθὼν στῆναί τε θαρσαλέως ἐνεκελεύσατο καὶ Πέρσαις ἀντεπεξῆγε. ὅπερ ἐκεῖνοι κατανοήσαντες οὐκέτι ἀπὸ χειρὸς Ῥωμαίοις ἐμάχοντο. τῷ δὲ βασιλεῖ ἐπιμελὲς ἐγεγόνει ὅπως ἂν ἀνα 55 θαρσῆσαι τὸ Ῥωμαϊκὸν γένοιτο· ἤδη γὰρ ὡς τὸ περὶ τὰς πεζικὰς ὡς εἴρηται τῶν δυνάμεων συμπεσὸν ὑποκλέπτειν ἠρέμα τὸ γενναῖον αὐτοῖς ἤρξατο, ἐπεὶ μηδὲν οὕτω ψυχήν ἐστι κατασεῖσαι ἱκανὸν ὡς τὸ συμφύλων αἱμάτων ἐκχύσεις ἐκ τοῦ σύνεγγυς καθορᾶσθαι. ἀμέλει καὶ ὃν ἐπικόλπιον εἶχε τόμον ἐξενεγκών, ᾧ πρὸς ὄνομα τῶν ταγμάτων ἐγένετο ἕκαστα, ἐν οὕτως ὀξείᾳ πραγμάτων ῥοπῇ ἑκάστῃ τὸ ποιητέον ἐπέστελλεν. ἤδη γὰρ τῶν ταγμάτων ὡς πλεῖστα πανημέρια τοῖς πολεμίοις ἀντιτάττεσθαι ἀπειρηκότα ἀπέλιπόν τε τὴν τάξιν καὶ ἐπὶ τὸ σκευοφορικὸν μετέθεντο τοῦ στρατοῦ, ἐπὶ τοσοῦτον τῶν βασιλέως ἀφροντιστήσαντες κελευσμάτων, ὡς καίτοι πολλῶν ἐς ἐκείνην τὴν ἡμέραν ἐς τὸ σῶμα πρὸς αὐτοῦ διὰ ταῦτα ζημιωθέντων, τοὺς ἄλλους οὐδ' ἐπαΐειν τῶν πραττομένων μονονουχί. τὸ γὰρ λίαν φιλόψυχον παντάπασιν ἀνεπίμνηστον τῆς ἀρετῆς γίνεται. τὸν οὖν τρόπον τοῦτον ἀεὶ τῶν κατόπιν τοῖς ἔμπροσθεν ἐπιμιγνυμένων, ἅπαν λοιπὸν τὸ τοῦ πολέμου βάρος εἰς τὸν βασιλέα περιστὰν δεινῶς τοῦτον ἐπίεζεν· ἀλλὰ στρατηγικῇ ἐμπειρίᾳ τοῖς πολεμίοις ἀντεπεξιὼν ἀσινὴς οὕτω διαγενέσθαι ἴσχυσε. τότε δὴ τοῖς μὲν ἄλλοις αὐτοῦ που σκηνοῦν ἐδόκει μηδὲ προσωτέρω χωρεῖν· τὸν βασιλέα δὲ ταῦτα οὐδαμῆ ἤρεσκεν, ὡς μὴ ἐν συγχύσει καὶ ταράχῳ φερομένοις καταπολεμήσεσθαι μᾶλλον Ῥωμαίοις γένηται ἢ αὐτίκα ἢ γοῦν ἐς νέωτα πάντως ἐς τὴν ἀπορίαν συσκευαζομένοις ἐπεξιέναι δὲ μᾶλλον ἔλεγεν εἶναι χρεών, εἴ πως τοὺς πολεμίους ἀπωσάμενοι 56 κατ' ἐξουσίαν τε τὸν χάρακα πήξονται καὶ σκηνώσουσιν οὐκ ἐν στενῷ χώρου εἰρχθέντες. ταῦτα λέγων ἐπειδὴ μὴ καὶ πάντας ἐνδεχομένους τὸν λόγον ἑώρα, Τζικανδύλην μὲν καὶ Σινωπίτην, πρὸς δὲ καὶ Κριτόπλην καὶ τῶν ἄλλων πολλοὺς στρατηγῶν τῷ στρατοπέδῳ ἐφίστα, ὁ δὲ αὐτὸς τὴν βασιλικὴν ἀνελόμενος σημαίαν σὺν τοῖς ἀμφ' αὐτὸν ὅλῳ ῥυτῆρι ἐπὶ τοὺς ἐναντίους ἤλαυνε. καταπλήξας τε τῷ ἀθρόῳ τῆς ἐπελάσεως εἰς φυγὴν βλέψαι ἠνάγκασε. λαμπρᾶς τοίνυν γενομένης τῆς διώξεως, κατόπιν ἐπισπόμενοι Ῥωμαῖοι πολλοὺς ἔκτειναν, τινὰς δὲ καὶ ζωγρείαν εἷλον, ἐν οἷς καὶ Φαρκουσᾶς ἦν ἀνὴρ παρὰ Πέρσαις ἐπιφανής, ὃς δειπνοῦντι τῷ σουλτὰν ἐνετίθει τὸ ἔκπωμα ταῖν χεροῖν· πιγκέρνην τοῦτον Ῥωμαῖοι καλοῦσιν. ἦν δέ τις ἐν τῇ βαρβάρων στρατιᾷ εἰς Ῥωμαίους μὲν ἀναφέρων τὸ γένος, ἐν δὲ Πέρσαις καὶ τραφεὶς καὶ αὐξηθεὶς τύχῃ τινὶ σατραπείαν κατ' ἐκεῖνο καιροῦ παρ' αὐτοῖς διεῖπε· Γαβρᾶς αὐτῷ ἐπίκλησις ἦν. τοῦτον ἐπειδὴ κατ' ἐκείνην τὴν ἡμέραν Ῥωμαῖοι ἔκτειναν, κεφαλὴν ἄγοντες τὴν αὐτοῦ παρὰ τὸ στρατόπεδον ἦλθον. βασιλεὺς δέ (πόρρω γὰρ ἤδη ἦν τῶν νυκτῶν) καὶ ἔτι τοῦ διώκειν ἀποσχόμενος σὺν τροπαίοις ἐκεῖθεν ὑπέστρεφεν, ἐν συγχύσει τε ἔτι καὶ ἀταξίᾳ πολλῇ Ῥωμαίους εὑρών (οὔπω γὰρ οὐδὲ τοῦ κατὰ νώτων ἄχθους τὰ σκευοφόρα τῶν ζώων ἀπηλλάττοντο), ἅπαν τὸ στρατόπεδον σπουδῇ περιελθὼν τῶν ταγμάτων ἑκάστῳ τὴν προσήκουσαν ἐνείματο χώραν. ἀλλὰ καὶ ὣς τῶν στρατιωτῶν οὐκ ὀλίγους ἐφίππους διανυκτερεῦσαι ξυνέπεσε τῷ ὑπερβάλλοντι τῆς πυ 57 κνώσεως οὐδ' ὅσον ἀποβῆναι τῶν ἵππων ἰσχύσαντας. τὴν μὲν οὖν νύκτα ἐκείνην οὕτως ηὐλίσαντο. ἡλίου δὲ ἄρτι πρὸς τὸ τῆς γῆς ἐπανάγοντος πρόσωπον, ἐς μέσην ἔφιππος παρελθὼν τὴν στρατιάν, ὡς ἔθος ἐστὶν οἷς στρατιωτικῶν ἡγεῖσθαι ταγμάτων συμβαίνει, ἔλεξε τοιάδε· "ἄνδρες γενναῖοι, οὐχ ὡς δειλίαν ὑμῶν καταγνοὺς ἤ τινα μαλακείαν ἄλλην ἐπὶ θάρσος ἥκω παρακελεύων ὑμᾶς· μὴ οὕτως Ῥωμαίους γένοιτο σχεῖν ἀγεννῶς, μηδ' οὕτω πάτριον αἰσχῦναι δόξαν· ἀλλὰ νόμον τε τοῦτον στρατηγικὸν ἐκπληρῶν, πρὸς τὸ μέλλον δὲ ἀσφαλεστέρους ἐνάγων ὑμᾶς.