1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

24

βασιλέως κελεύσαντος εἱρκτῇ καὶ αὖθις δοθῆναι τὸν ἄνθρωπον, παρῆσαν οἱ τοῦτον ἀπάξοντες, τὸ μὲν πρῶτον μικροῦ καὶ εἰς ἀφασίαν ἐξεπεπτώκει, ἀναλεξάμενος δὲ ἑαυτὸν πεζῇ τε μέχρι καὶ ἐπὶ τὴν αὔλιον τοῦ νεὼ παρελθὼν ἀποσπᾶν ἐπεχείρει τῶν ἀπαγόντων τὸν ἄνθρωπον. τῶν δὲ οὐκ ἐνδιδόντων ξυναπάγεσθαι τούτῳ τὴν ἐπὶ τὴν εἱρκτὴν ἤθελε. στάσις ἐντεῦθεν εἶχε τὴν ἐκκλησίαν, καὶ ὁ Κοσμᾶς ἐν αἰτίαις ἦν. οὐ πρότερόν τε τῶν ταράχων τούτων ἐλύετο, πρὶν ἂν βασιλέως ἐν Βυζαντίῳ γεγονότος (ἐτύγχανε γὰρ τοῖς πολεμίοις ἔτι πονούμενος ἔργοις) ἔκπτωτος ἐγεγόνει τοῦ θρόνου τρόπῳ ᾧπερ αὐτὸς ἐρῶν ἔρχομαι. τῶν γὰρ ἀρχιερέων ἰδίᾳ παραλαβὼν ἕκαστον ἐπυνθάνετο ὅπως αὐτῷ ἐς εὐσέβειαν ὁ Νήφων ἔχειν δοκεῖ. τῶν δὲ ἑκάστου τὸ αὐτῷ παριστάμενον σὺν ἀληθείᾳ διαγορεύοντος, τέλος καὶ ἐπὶ Κοσμᾶν τὴν πεῦσιν μετῆγε. καὶ ὃς αὐτίκα πολὺν τοῦ Νήφωνος κατὰ τὸ εἰωθὸς ἐσχεδίαζε τὸν αἰνετήριον, εὐσεβῆ τε ἀπαρακαλύπτως αὐτὸν ἀποκαλῶν καὶ ἐς ἀρετὴν ἀπαράμιλλον. τέθειται δὲ ταῦτα ἐπὶ βήματος, καὶ ὁ βασιλεὺς αὖθις οὐκ ἔτι καθ' ἕνα τοὺς 66 ἀρχιερέας ἐπηρώτα, ἀλλὰ κοινῇ πάντων ἀνεπυνθάνετο ὅπως ποτὲ 66 περὶ Νήφωνος φρονοῦντες εἶεν· οἱ δὲ διαρρήδην ἀσεβῆ τὸν ἄνθρωπον ἀπεκάλουν. οἱ μὲν οὖν οὕτω γνώμης εἶχον· βασιλεὺς δὲ τὸν λόγον ἐπὶ Κοσμᾶν ἤδη μεταγαγὼν "σὺ δὲ ἀλλὰ τί ποτε ὦ δέσποτα περὶ τοῦ ἀνθρώπου φρονῶν εἴης;" τοῦ δὲ σὺν ἁπλότητι ταὐτὰ καὶ πάλιν παρρησίᾳ διενισταμένου, ἐπεβοᾶτο τὸ πλῆθος καὶ μένειν αὐτὸν ἐπὶ τοῦ θρόνου ἥκιστα ἠξίου. ὁ μὲν οὖν διὰ ταῦτα ἐκ τοῦ μέσου λοιπὸν ἦν, ἄνθρωπος πλὴν τοῦ ἀφελοῦς, ὡς οἶμαι, τἆλλα πάντα πεπλουτηκὼς ἀγαθά.

11. Βασιλεὺς δὲ ὀλίγῳ ὕστερον ἐπὶ Πέρσας καὶ πάλιν ἐχώρει. Ῥύνδακον δὲ καταλαβὼν ποταμὸν ἐν παρασκευῇ ἐποιεῖτο ὅπως Ἰκόνιόν τε ἐκπολιορκήσῃ καὶ τὰ πέριξ καταδραμεῖται πάντα. ἀλλ' οὔπω ἐντεῦθεν ἐκίνει τὸ στράτευμα, καὶ πρέσβεις ἀφίκοντο πρὸς τοῦ σουλτὰν περὶ εἰρήνης ἐπερωτήσοντες. ἦρχε δὲ ταυτησὶ τῆς πρεσβείας ἀνὴρ μεγάλα παρὰ Πέρσαις δεδυνημένος ὄνομα Σολυμᾶς, πολλῶν ἐς ἄγαν πολέμων ἔμπειρος, ἐκ πολλοῦ τῆς βασιλέως χειρὸς πειραθείς, ἐξότου, καθάπερ μοι δεδιήγηται, περὶ τὸν οὕτως Καλογραίας λεγόμενον βουνὸν τῷ Ῥωμαίων συμμίξας στρατῷ κατὰ κράτος ἡττήθη· ἦν δὲ τῆς πρεσβείας ὁ νοῦς τοιοῦτος· Πρακανάν τε πόλιν ἀπεδίδοσαν βασιλεῖ καὶ ὅσα ἄλλα Ῥωμαίους ἀφελόμενοι ἔφθασαν. οὕτω τε εἰρηναῖα τὸ λοιπὸν Πέρ 67 σαις τε καὶ Ῥωμαίοις ἔσεσθαι ὡμολόγουν. ἃ προσηκάμενος βασιλεὺς τὸν πόλεμον λύσας ἐπὶ Βυζάντιον ἦλθεν.

12. Ἐντεῦθεν τὰ ἐξ ἑσπέρας ἀρχὴν ἔσχε. Κελτοὶ γὰρ καὶ Γερμανοὶ καὶ τὸ Γαλατῶν ἔθνος καὶ ὅσα τὴν παλαιὰν ἀμφινέμονται Ῥώμην, Βρίττιοί τε καὶ Βρετανοὶ καὶ ἅπαν ἁπλῶς τὸ ἑσπέριον ἐκεκίνητο κράτος, λόγῳ μὲν τῷ προχείρῳ ὡς ἐξ Εὐρώπης ἐπὶ τὴν Ἀσίαν διαβήσονται Πέρσαις τε μαχησόμενοι τοῖς παρὰ πόδας καὶ τὸν ἐν Παλαιστίνῃ καταληψόμενοι νεὼν τόπους τε τοὺς ἱεροὺς ἱστορήσοντες, τῇ γε μὴν ἀληθείᾳ ὡς τήν τε χώραν Ῥωμαίων ἐξ ἐφόδου καθέξοντες καὶ τὰ ἐν ποσὶ καταστρέψοντες. ἦν δὲ αὐτοῖς ἡ στρατιὰ ἀριθμοῦ κρείσσων. βασιλεὺς δὲ ἐπειδὴ ἄγχιστα τῶν Οὐννικῶν ὁρίων γεγονέναι ἐπύθετο τούτους, πρέσβεις ἔστελλε, ∆ημήτριόν τέ τινα Μακρεμβολίτην καὶ Ἀλέξανδρον ἄνδρα Ἰταλὸν μὲν τὸ γένος Γραβίνης δὲ πόλεως Ἰταλικῆς κόμητα γε-γονότα, πρός τε τοῦ Σικελίας τυράννου ἅμα πλείοσιν ἄλλοις τῆς τε ἀρχῆς ἀποβιβασθέντα καὶ βασιλεῖ διὰ τοῦτο αὐτόμολον γεγονότα. ἐκέλευε δὲ τῆς τε γνώμης ἀποπειράσασθαι σφῶν, καὶ εἴγε μὴ ἐπὶ τῷ πονηρῷ Ῥωμαίων ἥκουσιν, ὅρκοις τὸ πρᾶγμα βεβαιοῦν. οἳ καὶ ἐπειδὴ ἐπὶ τοὺς τῶν βαρβάρων τούτων ἡγεμόνας ἦλθον, ἔλεξαν τάδε· "ἀκήρυκτον πόλεμον ἄγειν ἐπὶ τοὺς μηδὲν ἠδικηκότας, οὔτε ὅσιον οὔτε ἄλλως εὐπρεπὲς ἀνθρώποις ἐστὶ γένους τε περιφανείᾳ καὶ δυνάμεως περιουσίᾳ μάλιστα κεχρημένοις. νικῶντες γάρ, ἂν οὕτω τύχοι, οὐ σὺν ἀνδρείᾳ νικήσουσι, καὶ ἡσσώ 68 μενοι οὐχ ὑπὲρ ἀρετῆς κινδυνεύσουσιν. ἄμφω δὲ οὐκ ἐπαινετά. ὑμῖν δὲ οὐδὲ ἄλλως ἐξέσται γῆν τὴν