1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

62

Ῥωμαίων φάλαγγος προπηδήσας ἐν μεταιχμίῳ ἔστη τὸν βουλόμενον μονομαχεῖν προκαλούμενος. τούτῳ τε τῷ τρόπῳ συμπεσόντες ἀλλήλοις ἐμάχοντο. καὶ ἡ μάχη ἕωθεν ἀρξαμένη μέχρι μὲν οὖν πολλοῦ ἀγχώμαλος ἦν Ῥωμαίων εὐψυχότατα διαγωνιζομένων, ἔπειτα Σικελοὶ τῷ πλήθει βιασάμενοι ἐτρέψαντο τούτους. φευγόντων οὖν πολλοὶ ἔπεσον καὶ ζωγρίαι ᾑρέθησαν, οἱ δ' ἄλλοι σὺν ὠθισμῷ πολλῷ καὶ βίᾳ εἰς τὴν πόλιν εἰσέπιπτον, ἐν οἷς καὶ Ἀλέξιος ὁ στρατηγὸς ἦν. ὁ ∆ούκας δὲ τειχέων ἔξω λειφθεὶς οὐ πρότερον ἀνῆκε παίων καὶ παιόμενος, πρὶν ὑπὸ τῶν πολεμίων κυκλωθεὶς αἰχμάλωτος μετὰ πλείστους ὅσους ἐγένετο ἀγῶνας. Σικελοὶ δὲ ἐπειδὴ τοῦτον εἷλον, καὶ τοὺς ἐπὶ τῆς πόλεως λοιπὸν ἀμογητὶ ὡς ἐν πανάγρῳ σαγηνεύσαντες ἔσχον. ἐς τοῦτο δὴ τέλους τῷ Κομνηνῷ καὶ τῷ ∆ούκᾳ ἡ ἀβουλία τὸ πρὶν περιήνεγκε κλέος. οὕτως οἱ νῦν ἄνθρωποι οἱ μὲν παντάπασι στρατηγικῶν ἄμοιροι διατελοῦντες τὰ πράγματα σφάλ 169 λουσιν, οἱ δὲ τοῦτο μὲν τυχὸν ἴσασι στρατηγικῆς μέρος, τῷ πλείονι διαμαρτάνουσι. τέχνη γάρ τίς ἐστι καὶ ἡ στρατηγία, καὶ χρὴ τὸν ταύτην μετιόντα πολυειδῆ τινα καὶ ποικίλον εἶναι καὶ πρὸς ἕκαστον ἐπικαιροτάτως τῶν ταύτης μετατάττεσθαι εἰδῶν. φεύγειν τε γάρ ἐστιν ὅτε χρὴ μηδὲν αἰσχυνόμενον εἰ τοῦτο διδοίη καιρός, καὶ αὖ ἀνυπόστατα διώκειν, πρὸς τὴν χρείαν ἑκάτερον· ἔνθα τε ἐπινοίᾳ μᾶλλον ἢ χειρὶ κατορθοῦν φαίνοιτο, παραιτεῖσθαι τὸ τοῖς ὅλοις διακινδυνεύειν. πολλῶν γάρ τινων καὶ διαφόρων πραγμάτων ἐς ἕν τι τέλος τὴν νίκην ἀγόντων, ἀδιάφορόν ἐστιν ὁποτέρῳ τις χρησάμενος ἐπ' ἐκεῖνο ἥξει. καὶ τοίνυν Ῥωμαῖοι, τοῦ Ἀλεξίου δυνά-μεων ὑποσπανίζοντος ἃς ὁ βασιλεὺς αὐτῷ ἄγειν ἐκέλευεν, εἴ γε Σικελοῖς οὐκ ἀξιομάχους ἑαυτοὺς εἰδότες ἐπὶ τὰς ναῦς τε τὸ στράτευμα ἀνεβίβασαν καὶ στόλῳ τῷ αὐτῶν συνεπλάκησαν πρότερον, αὐτοῦ τε κατὰ κράτος περιεγένοντο ἂν καὶ τὴν ἐκ τῆς ἠπείρου ὑποχώρησιν τοῖς ἐκ τῆς ὑγρᾶς παρεμυθήσαντο τροπαίοις, οὕτω τε καιροῦ καλοῦντος ἐπὶ τὴν ξηρὰν αὖθις ἐκβάντες σὺν δυνάμεσι πλείοσι τὰς ἐν Ἰταλίᾳ διηγωνίσαντο μάχας. ἀλλ' ἐκεῖνοι τὴν ἐκ τοῦ ὑποχωρεῖν ὑφορώμενοι ἀδοξίαν εἰς τὴν τοῦ πανστρατὶ διεφθάρθαι περιπεπτώκασιν ἀτιμίαν.

14. Ταῦτα μὲν οὖν τῇδε ἐγένετο, ὁ δὲ βασιλεὺς τούτων ἀκούσας ἐδυσχέρανε μὲν ὡς τὸ εἰκὸς καὶ μάλιστα ὅτι μετὰ τοσαύ 170 τας προηγησαμένας ταῦτα ξυνέπεσεν εὐτυχίας. ἀτύχημα γὰρ μετὰ δόξαν ἐπιγεγονὸς παραιτεῖται μὲν τὴν δύσκλειαν, ἀνίαν δὲ μάλιστα προξενεῖν εἴωθεν, ὅτι μικροῦ τοῦ τὸ πᾶν δεῆσαν κατορθοῦν, εἶτα ἀπώλοντο ἅπαντα. ἤλγησε μὲν οὖν διὰ ταῦτα, οὐ μὴν καὶ ἡττήθη τοῦ πάθους. Ἀλέξιον τοίνυν, ὃς τὸ τοῦ προτοστράτορος ἀνεζώννυτο τότε λειτούργημα, ἐπὶ Ἀγκῶνα Ἰταλίας αὖθις ὡς ἐξ ὁρμητη-ρίου τινὸς ἐντεῦθεν μεταποιησόμενον ἔπεμψεν. οἱ γὰρ τῇδε ἄνθρωποι ὅρκους βασιλεῖ φθάσαντες ἔδοσαν, ῥηγὶ μὲν τῷ Ἀλαμανῶν οὔποτε ἑκόντες πολεμήσειν, χρήματα δὲ τοῦ βασιλέως καὶ Ῥωμαίων οὓς ἂν αὐτὸς πέμψειε, τούτους δὴ τηρήσειν ὅσα καὶ ἑαυτούς. ὅθεν δὲ εἰς τοῦτο βασιλεὺς προήχθη, αὐτίκα δηλώσω. ὁπότε ἤδη ἐπὶ Κερκύρας ἐστράτευε, δυσνοῦν καὶ δύστροπον τὸ Οὐεννέτων κατανοήσας ἔθνος, περὶ πλείονος ἔθετο ὅπως ἂν Ἀγκῶνος λοιπὸν μεταποιηθεὶς ὀφρύος τε τῆς Οὐεννέτων τὸ πολὺ καταπαύσειε καὶ τοὺς ἐν Ἰταλίᾳ πολέμους ἐντεῦθεν ῥᾷστα διαγωνίζοιτο. διὰ ταῦτα μὲν Ἀλέξιος σὺν χρήμασι πολλοῖς ἐπὶ Ἀγκῶνα ἦλθεν. ὅθεν Κωνσταντῖνόν τε τὸν Ὦττον καὶ Ἀνδρέαν κόμητα πόλεως Ἰταλικῆτήν τε χεῖρα γενναῖον καὶ ἀνδρείας εὖ ἥκοντα ἐπὶ τὴν Ἰταλίαν ἐκπέμψας χεῖρά τε σύμμαχον ἤθροιζε πολλὴν καὶ πόλεις ὡς πλείστας Ῥωμαίοις ἐδουλοῦτο· ὅτε δὴ γέγονέ τι καὶ τοιοῦτο. ὁ Ῥώμης ἀρ-χειρεὺς Γιλιέλμῳ φιλίαν ἤδη ὁμολογήσας, ἐπειδὴ τὼ ἄνδρε τούτω διὰ τῶν Ῥώμης ἰόντε ἔγνω χωρίων, ἰσχυρότατα διεκώλυεν. ἀλλὰ 171 τῶν ἐπὶ δόξης τινές, οἳ Ῥωμαίοις εὔνοιαν φθάσαντες ὡμολόγησαν (ἔθος γὰρ ἀεὶ βασιλεῖ Μανουὴλ ἦν τῶν τῇδε πολλοὺς ἑταιρίζεσθαι), ἐπαναστήσαντες τὸν δῆμον αὐτῷ, τὸ βασίλειόν τε σημεῖον ἐντιμότατα τῇ δεήσει