1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

73

γὰρ οὐδεὶς πρότερος αὐτοῦ τοῖς ἐχθροῖς ξυνεπλάκη, καὶ τηλικούτων οὐδεὶς αὐτόχειρ γέγονεν ἀριστειῶν. ταῦτα κατωρθωκὼς βασιλεὺς ἐπὶ Βυζάντιον ἦλθε.

24. Πέρσαι δὲ ὤδινον τοῖς συμπεσοῦσι καὶ ἀντιλυπήσειν Ῥωμαίους διενοοῦντο, καιροῦ τε λαβόμενοι, Φιλητάν τε πόλιν ἑῴαν διήρπασαν καὶ τὴν πρὸς τῇ μικρᾷ Φρυγίᾳ Λαοδίκειαν ἀδόκητοι ἐπελθόντες κακῶς διέθεντο, πολλοὺς τῶν ἐγχωρίων στόματι μαχαίρας ἡβηδὸν παραπέμψαντες, οὓς δὲ καὶ ἀνδραποδισάμενοι, πολύ τι καὶ οὐκ εὐαρίθμητον πλῆθος. ταῦτα πυθόμενος βασιλεὺς ἤσχαλλε μὲν καὶ ἐδυσφόρει, καὶ εἴ γε δυνατὸν ἦν εὐθυωρὸν ἐπὶ τὴν Ἀσίαν διαβῆναι ἤθελε, πρὸς Ἰκονίῳ ἐνστρα-τοπεδευθησόμενος· ἐπεὶ δὲ τοῦτο καιροῦ τε χρῄζειν ἔγνω τηλι 199 κούτοις ἐπιβάλλοντος ἔργοις καὶ μείζονος ἢ πρότερον πολέμου παρασκευῆς, τοῦτο μὲν ὑπερέθετο, δυνάμεις δὲ πανταχόθεν ἀθροίζειν διανοηθεὶς Ἰωάννην μὲν τὸν Κοντοστέφανον ἐπὶ Παλαιστίνης ἔπεμψε, Βαλδουΐνῳ τε τῷ ῥηγὶ ἐντευξόμενον καὶ δυνάμεις ἃς αὐτὸς βασιλεῖ δεῆσαν διδόναι ἐπὶ συμμαχίᾳ διωμολόγηκε, ταύτας δή, πρὸς δὲ καὶ μισθοφορικὴν ἐκεῖθεν ἄξοντα χεῖρα· Ῥενάλδῳ δὲ τῷ Ἀντιοχείας πρίγκιπι σὺν δυνάμεσι ταῖς περὶ αὐτὸν τὴν ταχίστην ἐκέλευεν ἰέναι, πρὸς δὲ καὶ τοὺς Ἀρμενίων τότε ἡγεμονεύοντας, Τορόσην καὶ Τιγράνην, Χρυσάφιόν τε ἄνδρα Κίλικα καὶ οὓς κοκκοβασιλείους ἐκάλουν, στρατιωτικῶν μὲν καὶ τούτους ἐξάρχοντας δυνάμεων, ἐθελοδούλους δὲ ἐκ μακροῦ βασιλεῖ προσκεχωρηκότας. ἐκ μὲν δὴ ἑῴας τηλικαύτην ἤθροιζε χεῖρα, ἐξ ἑσπέρας δὲ Λιγούρους τε ἦγεν ἱππέας καὶ τὸν ∆αλματίας μετεπέμπετο ἀρχιζουπάνον δυνάμεσιν ἅμα ταῖς ὑπ' αὐτόν, Σκύθας τε καὶ τῶν ἀμφὶ τῷ Ταύρῳ ἱδρυμένων ἐθνῶν ἐμισθοῦτο πολλά. οὐ μὴν ἄχρι καὶ τούτων ἔστη τὰ πρὸς πόλεμον ἐξαρτύων, ἀλλ' εἰδὼς ὡς τοῖς ἐπὶ Παλαιστίνην ἀπιοῦσι Λατινικοῖς γένεσιν ἐπὶ τὴν νῆσον Ῥόδον ἀεὶ τὸ κατάντημα γίνεται, μισθοφορικὴν ἐκεῖθεν ἱππέων ἦγεν ἰσχύν. χορταγωγίας μέντοι καὶ τῆς ἄλλης ὑπηρεσίας ἕνεκεν ἀμύθητόν τι πλῆθος βοῶν σὺν αὐταῖς ἁμάξαις ἐκ τῶν κατὰ Θρᾴκην ἐκέλευεν ἐλαύνειν χωρίων. ταῦτα μὲν οὖν οὕτω παρεσκεύασται· ὡς δὲ ὁμοφύλοις ἅμα καὶ συγγενέσι τὸν σουλτὰν ἐκπολεμώσειεν, ἐπὶ Σανισάν τε τὸν ἀδελφὸν ἔπεμψε, 200 Γάγγρας τῷ τηνικάδε καὶ Ἀγκύρας στρατεύοντα τῆς Γαλατῶν, καὶ Ἰαγουπασὰν τὸν κηδεστήν, ὃς Καισαρείας τε ἀμφοτέρας ἦρχε καὶ Ἀμασείας ἡγεμόνευε πόλεων περιφανῶν ἄλλων τε ὁπόσαι περὶ τῇ Καππαδοκῶν ἵδρυνται γῇ. καὶ δὴ ὑπόπτους καὶ αὐτοὺς τῷ σουλτὰν καταστησάμενος ἐν βραχεῖ ἐπὶ τὸν πόλεμον ἤδη καθίσταται. τούτων αἰσθόμενος ὁ σουλτάν, ἐπειδὴ μὴ εἶχε πρὸς ὁποτερονοῦν τῶν ἐκ βασιλέως ἐπικλωμένων αὐτῷ ἀντιτάξασθαι, τοῖς μὲν χώραν προσοικοῦσι τὴν αὐτοῦ πολλῶν τε ἄλλων καὶ δὴ καὶ πόλεων ἀφίστατο πόνῳ πολλῷ κατακτηθεισῶν αὐτῷ πρότερον, ἐπὶ δὲ βασιλέα πέμψας συγγνώμην ᾐτεῖτο. τούτου δὲ τυχὼν καὶ τοὺς δορυαλώτους ἀποδώσειν Ῥωμαίων ἐπήγγελλε, κἂν, ὅπου δήποτε γῆς κρυπτόμενοι εἶεν· μελήσειν γὰρ αὐτῷ τῆς ἀναζητήσεως. ἐν ᾧ δὲ ταῦτα ἐδοκιμάζετο, συνέπεσέ τι τοιοῦτον. Ἰωάννης σὺν τοῖς ἱππεῦσιν ἐκ Παλαιστίνης στρατεύματι ἀναζευγνὺς περιτυγχάνει Περσικῷ ἐς δισμυρίους τε καὶ δισχιλίους ἀριθμουμένῳ ἄνδρας μαχίμους. τῷ αἰφνιδίῳ τοίνυν καταπλαγεὶς τὸ μὲν πρῶτον ἐπί τινα λόφον ἐγγύθεν παρόντα σὺν τοῖς περὶ αὐτὸν σπουδῇ ἀνιὼν ἔστη, μετὰ δὲ ταῦτα παντὶ τῷ στρατῷ ἐγκελευσάμενος κατ' αὐτῶν ἵεται, σὺν ὠθισμῷ τε πολλῷ τῶν Ῥωμαίων τοῖς πολεμίοις ἐμπλεκομένων, ὑπαγωγὴ Περσῶν γίνεται, καὶ αὐτῶν φευγόντων πολλοὶ μὲν ἔπεσον, πλεῖστοι δὲ πρὸς τῶν Ῥωμαίων ἡρέθησαν στρατιωτῶν, ἥ τε ἵππος αὐτοῖς ξυνεπάτει τοὺς πλείστους. ὅτε ἄλλοι τε πολλοὶ λόγου καὶ ἀρετῆς εἰργάσαντο ἄξια, καὶ Ἰωάννῃ δὲ 201 τῷ στρατηγῷ ἀρετῆς δήλωσις κατ' ἐκεῖνον ἐπιγέγονε τὸν ἀγῶνα. ταῦτα καταπραξάμενος Ἰωάννης σὺν τοῖς τροπαίοις ἐπὶ βασιλέα παραγίνεται. ὁ δὲ σουλτὰν ἐπειδὴ τούτων ἤκουσε, κέντροις μεταμελείας νυττόμενος τῆς ἀκαίρου τόλμης ἑαυτὸν ἐταλάνιζεν, οὐχ ὅσον τοῖς ξυμπεσοῦσιν ἐκταραχθείς, τὴν δὲ βασιλέως