1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

63

εἰσεδέξαντο καὶ τῷ Κοντοστεφάνῳ κατ' ἐξουσίαν οὓς ἂν βούλοιτο μισθοῦσθαι ἐφῆκαν. ἐφ' οἷς χαλεπήνας ὁ ἀρχιερεύς, ὃ μόνον εἶχεν, ἐπιτιμίῳ τὸν δῆμον καθυποβάλλει, μηδὲν μετὸν εἶναι λέγων Ῥώμῃ τῇ νεωτέρᾳ πρὸς τὴν πρεσβυτέραν, πάλαι ἀπορραγεισῶν. "χρὴ δὲ μᾶλλον τῷ Σικελῶν ἀμύνειν δυνάστῃ· μέλει γὰρ αὐτῶν ὄντι, εἶτα κακῶς πεπονθότι τῇ πρὸς πολλῷ αὐτοῦ κρείττονα διαγωνίσει μὴ βεβοηθηκέναι ἀνόσιον." τοῦτο δὴ τὸ ἐπιτίμιον εὐλαβηθεὶς ἤδη τις ἀφίσταται μὲν τῶν τὰ βασιλέως περιεπόντων, εἰς δὲ τὸν ἀρχιερέα παλιμβόλῳ μετετίθετο γνώμῃ. ἀλλ' οἱ τὰ Ῥωμαίων πρεσβεύοντες τοῦτον μὲν βίᾳ πολλῇ ἐκεῖθεν ἀπέσπασαν· ὡς δὲ τὴν ἀπιστίαν αὐτῷ στηλιτεύσαιεν, βάρβαρόν τινα τρόπον καὶ ἀπειροκαλίας οὐ πόρρω τινὸς τὴν παντευχίαν καὶ τὸν ἵππον ἐπὶ ξύλου τινὸς ἠρτημένα ἀπὸ καλωδίων ἀφῆκαν φέρεσθαι· ἐπί τε τὸν ἀρχιερέα ἐμφανῶς ἤδη συστάντες ἄκοντα τῶν ἐπιτιμίων ἀνεῖναι τοὺς ἀνθρώπους ἀνέπεισαν. ὅθεν τὰ Ῥωμαίων αὖθις πολλῇ τὸ ἐντεῦθεν ἐχρῆτο τῇ παρρησίᾳ. πόλιν τε οὖν ἣ ἀπὸ Γερμανοῦ τοῦ ἐν ἁγίοις τὴν προσηγορίαν ἔχει, πολέμῳ παρεστήσαντο, καὶ ἄλλας ἀμφὶ τὰς τριακοσίας ὑπὸ βασιλεῖ ἔθεντο, ὧν ὅπως ἑκάστη κλήσεως ἔσχεν ἔξεστι τῷ βουλομένῳ ἐκ τοῦ κατὰ νότον τῆς πόλεως ἐπὶ τοῖς 172 παλαιοτέροις ἀρχείοις τῷ βασιλεῖ τούτῳ ἐγηγερμένου ἀναλέγεσθαι δόμου. εἰ γὰρ καὶ πλείους τούτων ἐνταῦθα γεγράφαται, ἀλλὰ θωπεία τις τὸ ἐπέκεινα καὶ τρόπος ἀνελεύθερος τῶν τὰ ἔργα μετιόντων ἐστίν, ὁποίους εἶναι τοὺς πολλοὺς ἀεὶ συμβαίνει, δι' ἅ ποτε καὶ βασιλέως αὐτοῦ δυσχεράναντος ἤκουσα. εἰ μέντοι καὶ περιῄρηνται, οὐκ ἔχω ἰσχυρίσασθαι.

15. Οὕτω καὶ πάλιν ὀλίγου δεῖν ἡ χώρα Ἰταλῶν ἅπασα ὑπὸ Ῥωμαίους ἐγένετο ἄν. ἀλλὰ Ἀλέξιός τε ὁ Κομνηνὸς καὶ ὁ ∆ού-κας καὶ τῶν ἄλλων ὅσοι Ῥωμαίοις στρατηγοῦντες δορυάλωτοι τῷ Σικελῶν ἐγένοντο δυνάστῃ τὰ πράγματα διέφθειραν αὖθις. πολλὰ γὰρ τῶν ἀθελήτων τέως βασιλεῖ φθάσαντες ἤδη ὀμωμοκέναι Σικελοῖς μεγίστων καὶ καλῶν ἔργων Ῥωμαίους ἐστέρησαν. καὶ τί γὰρ οὐκ ἄν τις ὁμολογῆσαι εἶχεν, ὁπότε κλοιά τε αὐτὸν εἶχον καὶ κευθμῶνες ἐφρούρουν κατάγειοι; ἐποίουν δὲ ταῦτα Σικελοί, ὡς ἂν οἱ τῇδε ἄνθρωποι Γιλιέλμῳ σπείσεσθαι τὸν βασιλέα προσδοκήσαντες, φθάνωσιν, ὡς τὸ εἰκός, Ῥωμαίων καὶ πρὸ καιροῦ ἀφιστῶντες τὰς πόλεις. ὅπερ ὁ βασιλεὺς ἀκούσας, συνῆκέ τε τῶν πραττομένων καὶ γράμματα ἐπὶ Σικελίαν ἐκπέμψας τοῖς μὲν ἐν εἱρκτῇ Ῥωμαίων τάδε ἔγραψε. "θαυμάζειν ἔπεισί μοι, ὅπως ἀεὶ μικρονοίᾳ τινὶ περὶ τὰ πράγματα κεχρῆσθαι ὑμᾶς, ὦ ἄνδρες, ξυμβαίνει. πρώην τε γὰρ αὐτοὶ τὰς καλλίστας ἐκείνας οὕτω διεφθείρατε νίκας, τύχην τε ὑμῖν αὐτοῖς ἐφ' ἧς νῦν ἐστὲ προὐξενήσατε, καὶ νῦν δέ, ἄλλων τὰ ὑμῖν κακῶς ἤδη πραχθέντα σὺν θεῷ ἀναμαχεῖσθαι προθυμουμένων, ἐμποδὼν ἵστασθε. ἢ οὐκ ἐκεῖνο ἐπὶ νοῦν 173 ὑμῖν ἦλθεν, ὡς τὴν ἐπὶ τὰ πρόσω ἡμῶν ἀναστελοῦντες ὁρμὴν ταῦτα ἐπινενοήκασι Σικελοί; τίς γὰρ ἐκεῖνος ἔσται Ἰταλῶν, ὃς τὴν χώραν αὖθις, ἣν ἤδη ἡμεῖς ἔχοντες, Γιλιέλμῳ ὑφ' ἡμῶν ἐνδοθησομένην ἀκούων, οὐκ αὐτίκα μὲν ἡμῖν ἀπιστήσει, ἐς δὲ Γιλίελμον ὀκνήσει οὐδεμιᾷ μεταθήσεται; οὐκ ἔσται πάντως οὐδείς, εἰ μή τις βλὰξ εἴη καὶ ἀνόητος ἄνθρωπος, ὁποῖοι πολλοὶ τυγχάνουσιν ὄντες. πυνθάνομαι ὑμῶν, εἴπατε πρὸς θεοῦ, κάλλιον πότε ὑμᾶς ἂν εἶδε τὰ πάτρια; ὁπότε Ἰταλίας ἤδη ἁπάσης καὶ νήσου τῶν Σικελῶν ὑφ' ἡμᾶς γεγενημένων, λαμπροὶ λαμπρῶς αὐτόθεν ὑπὸ τῶν ὁμοφύλων ἀναρρυσθέντες ἀθληταὶ Ῥωμαίων εὐγενεῖς ἐπὶ Βυζάντιον ἥκετε, ἡδὺ θέαμα τοῖς ὁμοτίμοις ὑμῖν προσορώμενοι, ἢ ὁπότε οὐδὲν οὔτε δόντες οὔτε λαβόντες, ὥσπερ ὑμῖν τὰ ὅρκια βούλονται, ἐνταῦθα ὑμᾶς ἀνακαλεσόμεθα;" Ῥωμαίοις μὲν ταῦτα ἔγραψε, Γιλιέλμῳ δὲ ἐπέστειλεν ὧδε. "μὴ οἴου λήσειν ἡμᾶς, ὦ γενναῖε, ὅτου δὴ ἕνεκα ταῦτα μεμηχάνηται παρ' ὑμῶν, ὥσπερ οὐδὲ ὅτι τοῖς βίᾳ γεγονόσι συγγνώμων ἡ ἀνάγκη γίνεται. οὐκοῦν οὐδὲ στέρξει σοι πάντως, ἃ πρὸς δεσμωτῶν ὀμώμοται καὶ ἐμφρούρων τούτων ἀνδρῶν. Ῥωμαῖοι γὰρ οὐ πρότερον Ἰταλίᾳ πολεμοῦντες