1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

58

παρακληθεὶς ἐπὶ τὴν πόλιν εἰσῆγε τὸ στράτευμα. ἀλλ' ἄρτι τὴν πόλιν Ῥωμαῖοι ἔσχον, καὶ ὁ Φλαμίγγος ἀπὸ σταδίων εἴκοσιν ἠγγέλλετο παρών. τοῦτο γνοὺς ὁ ∆ούκας ἄνδρας ἱππέας τῶν σὺν αὐτῷ ἀριστίνδην ἀπολεξάμενος, αὐτοὺς μὲν τῷ Φλαμίγγῳ ὑπαντιάσοντας ἔστελλεν, ὃ δὲ τὰ κατὰ τὴν πόλιν διοικησόμενος αὐτοῦ ἔμεινεν. ἀλλ' ὁ Φλαμίγγος ἐπειδὴ πόρρωθεν τὰς βασιλέως ἀνέγνω σημαίας ἐπὶ τῶν πύργων ἤδη προφαινομένας, πρὸ τοῦ τοῖς Ῥωμαίων ἱππεῦσιν εἰς χεῖρας ἐλθεῖν ἔγγιστα ἤδη γεγονόσιν ὀπίσω ἐχώρει. ὅτε δὴ κατὰ νώτου Ῥωμαῖοι διώξαντες πολλοὺς αὐτῶν 158 ἔκτειναν, εἷλον δὲ καὶ ζωγρείας πανόπλους ἱππέας ἑκατὸν μάλιστα. Φλαμίγγον δὲ ἐγγὺς ἁλῶναι ἤδη γεγενημένον ἡ τοῦ ἵππου ταχύτης τοῦ κινδύνου διεσώσατο. ταῦτα κατωρθωκότες Ῥωμαῖοι ἐπὶ Μονόπολιν ἀνεχώρησαν.

10. Ὁ δὲ ∆ούκας ὁσημέραι τὴν τύχην Ῥωμαίοις προσ-μειδιῶσαν ὁρῶν οὐ πάνυ τι πιστεύειν εἶχεν αὐτῇ, τὴν ἀποστροφὴν ὡς εἰκὸς εὐλαβούμενος, μήποτε κατὰ τοὺς μοχθηροὺς (φασὶ) τῶν συνοδοιπόρων ἐκ μέσης λιποῦσα τούτους ἀνακάμψῃ τῆς ὁδοῦ. ὅθεν καὶ γράμμα χαράξας τῷ βασιλεῖ ἔπεμψεν. εἶχε δὲ ὧδε. "εἰ μὲν μηδεὶς ἔτι ἐπὶ τῆς Ἰταλίας πόλεμος ἡμῖν ἐλείπετο, κράτιστε βασιλεῦ, οὔτε στρατιᾶς ἄλλης ἐδέησεν ἂν οὔτε τῶν ἄλλων οὐδενός. πάντα γὰρ ἐς τήνδε τὴν ἡμέραν κατὰ νοῦν κεχωρηκέναι ἡμῖν ἴσθι, πόλεις τε σχεδὸν ἁπάσας, ὁπόσαι ἐν Ἰταλίᾳ τυγχάνουσιν οὖσαι καὶ κόλπῳ τῷ Ἰονίῳ, παραστησαμένοις ἤδη καὶ πρός γε πολέμους κεκρατηκόσι μεγάλους βασιλείας τε τῆς σῆς καὶ τοῦ Ῥωμαίων ἐπαξίως γένους. ἐπεὶ δὲ ἀγὼν ἡμῖν ὁ μείζων ἐπίπροσθεν ἔτι κεῖται (Γιλίελμος γὰρ ὁ Σικελίαν λῃστεύων, ἀσχάλλων ὡς εἰκὸς ἐπὶ τῇ τῶν οἰκείων ἀπωλείᾳ, δυνάμεις ἁπανταχόθεν ἀγείρει καὶ στόλον νεῶν ὡς πλείστων ἐπὶ θάλασσαν ἤδη κατεσπακὼς ἔχει, ὡς ἐκ γῆς ἡμῖν καὶ θαλάσσης ἐπιτίθοιτο κατὰ νοῦν ποιούμενος), οὐ χρὴ περὶ ἐλάσσονος ταύτην ἡμᾶς ποιεῖσθαι τὴν τοῦ νησιώτου παρασκευὴν οὐδὲ παρέργως πόλεμον τόνδε διαφέρειν, μήποτε κλέος ἡμῖν τὸ παρὸν ἐς ὄνειδος μᾶλλον ἀποκριθήσεσθαι γένοιτο. τὸ γὰρ σὺν μικροῖς τὰ μεγάλα μετιέναι κα 159 τορθούμενον μὲν πλείω τοῦ σὺν μεγίστοις χαρίζεται δόξαν, ἁμαρτανόμενον δὲ πολλαπλάσιον ἐπάγεται τὸ αἶσχος, ἅτε πρὸς τῇ ἥττῃ καὶ ἀμαθίαν στρατηγικῶν ἐπιτρῖβον τοῖς πταίσασιν, ὥς γε πολλάκις ἡμᾶς κράτος ἐδίδαξε τὸ σόν. ὡς τοίνυν μηδέποτε μηδὲ ἐκ τούτων ἡμῖν ἀπαντήσῃ, δεῖ δὴ πλείονος ἡμῖν ἐνταῦθα ναυτικοῦ τε καὶ ἠπειρώτου στρατοῦ." τὰ μὲν δὴ γράμματα ἐν τούτοις ἦσαν· ὁ δὲ ἐπειδὴ τὰ ἐν Μονοπόλει καλῶς ἤδη εἶχεν αὐτῷ, παντὶ τῷ στρατῷ ἐκεῖθεν ἀπήλαυνεν, Ὀστούνιόν τε πόλιν ὀχυρωτάτην ἐν ταῖς μάλιστα ὁμολογίᾳ παραστησάμενος ἐπὶ Βρεντέσιον ἠπείγετο πόλιν ἑτέραν, ἣ δὴ Τεμέση τὸ παλαιὸν ὠνομάζετο· ἀλλὰ πολὺς μετ' ἐκεῖνα ἀναστρεψαμένοις ἐπιγενόμενος αἰὼν ἐνεόχμωσε τὰ πλεῖστα τῶν ὀνομάτων, ἐφ' ἕτερα ἢ παντάπασιν ἀνόμοια ἢ ὀλίγῳ διαφέροντα μεταθείς. ταύτην ἐπειδὴ Ῥωμαῖοι κατέλαβον, ἡσυχῆ ἔμενον (πάσχα γὰρ τῇ ἑξῆς Χριστιανοῖς ἦν)· ὅπερ οἱ τῆς πόλεως δειλίαν εἶναι νομίσαντες πολλάκις ἐπεξιόντες ἄχρι καὶ αὐτῶν χαρακωμάτων ἐγίνοντο, ἕως Ῥωμαῖοι οὔτοι ἐθελούσιοι τούτοις ἐπιπηδήσαντες, ἐπειδήπερ ἀπεώσαντο, ἐπὶ τὸ στρατόπεδον ἀνεχώρησαν. οἱ μὲν οὖν ἄλλοι Ῥωμαίων ἐπὶ τοῖς προτέροις καὶ πάλιν ἦσαν σέβας τῷ καιρῷ παρεχόμενοι· Θωμᾶς δέ τις, γένος μὲν Ἀντιοχεὺς βασιλεῖ δὲ αὐτόμολος ἐκ μακροῦ γεγενημένος, ὅπλα ὑπερθέμενος ἐξῄει τοῦ χάρακος ἱππευόμενος ἐν τῷ πεδίῳ. ἐπεὶ δὲ ἤδη ἀγχοῦ τῆς πόλεως ἐγένετο, προὐκα 160 λεῖτο τὸν ἄριστον ἐς μονομαχίαν αὐτῷ καταβῆναι. ἦν δέ τις ἐνταῦθα ἀνδρείᾳ ἐπὶ πλεῖστον ἥκων ὄνομα Ἐγχέλυς. οὗτος ἐπειδὴ Θωμᾶν μονομαχεῖν ἀξιοῦντα ἔγνω, θωρακισάμενος καὶ αὐτὸς ἐξῆλθε παρὰ τὸ πεδίον βάδην ἀντιμέτωπος τῷ Θωμᾷ πορευόμενος. ὅτε δὴ θάμβος εἶχεν ἀμφοτέρωθεν ὁρῶντας ἄνδρας οὕτω μὲν πανόπλους οὕτω δὲ γενναίους ὥστ' ἐπὶ στάδιον τὸν χῶρον ἐκεῖνον ἀποδυομένους. ἐπειδὴ τοίνυν ἀγχοῦ ἤδη ἐγένοντο, τοὺς ἵππους ἐπελάσαντες συνέπεσον ταῖς αἰχμαῖς. Θωμᾶ μὲν οὖν ἡ αἰχμὴ δι' ἀσπίδος