1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

76

ἐμπαρασκευὴν ἐφ' ᾧ σὺν ἐκείνῳ πομπεῦσαι· οὐ μὴν καὶ εἰς τέλος ἤγαγε τὸ βουλευθέν. Λουκᾶς γὰρ ὁ τῷ τηνικάδε τοῖς ἐκκλησιαστικοῖς ἐφεστὼς πράγμασιν ἀντίξους τῇ πράξει ἐγένετο, μὴ δεῖν εἶναι εἰπὼν δι' ἐπίπλων θείων καὶ κόσμων ἱερῶν ἄνδρας διελθεῖν ἀσεβεῖς· τότε δὲ καὶ ἄλλο τι παρεμπεσεῖν προσέστη τῷ πράγματι. ἐπειδὴ γὰρ πόρρω τῶν νυκτῶν ἦν, ἐξαίσιός τις βρασμὸς ἀθρόον ἐκλόνησε τὴν γῆν. Βυζάντιοι μὲν οὖν ἐνταῦθα τὰς Λουκᾶ παραινέσεις ἐκβῆναι οἰόμενοι ἄπο γνώμης εἶναι θεῷ τὴν ἐγχείρησιν ἔφασκον. πεφύκασι γὰρ ἄνθρωποι τοῖς παροῦσιν ἐκ τοῦ ἐπὶ πλεῖστον προσέχοντες πολυπραγμονεῖν περαι 207 τέρω μηδέν. τὸ δὲ τοῦ πράγματος τέλος τὴν τοῦ συνενεχθέντος ἐναργῶς παρεστήσατο δήλωσιν. καὶ Κλιτζιεσθλὰν γὰρ μετὰ πολλοὺς ἐπιγενομένους χρόνους τῶν εἰς βασιλέα συνθηκῶν ἀλογήσας πανστρατὶ Ῥωμαίους κατὰ Περσῶν ἐλθεῖν παρεσκεύασε. τύχῃ τέ τινι δυσχωρίαις ἐμπεσὸν τὸ στρατιωτικὸν τῶν ἐπὶ δόξης τε ἀποβεβλήκει πολλοὺς καὶ μεγάλου ἐγγὺς ἦλθε κακοῦ, εἰ μὴ βασιλεὺς ἐνταῦθα ἀνθρωπίνης ὅρον ἀρετῆς τὰ πολέμια παρελθὼν ὤφθη. ἀλλὰ ταῦτα μέν, ὥσπερ καὶ ἤδη ἔφην, εἰσέπειτά μοι λελέξεται; ὁ δὲ βασιλεὺς ἐς τὰ κατὰ νότον τῆς πόλεως ἀνάκτορα καταχθεὶς μεγαλοπρεπέσι τε ἐδεξιοῦτο δείπνοις αὐτὸν καὶ διὰ φιλοφροσύνης ἦγεν ἁπάσης. εἶτα καὶ ἵππων αὐτὸν ἔθελξεν ἁμίλλαις, ὑγρῷ τε πυρὶ κατὰ τὸ ἔθος λέμβους τινὰς ἐνεπίμπρα καὶ ἀκάτους, καὶ ὅλως τῶν τῆς ἱπποδρομίας ἐγέμιζε τὸν ἄνδρα θεαμάτων, ἐξ ὧν μάλιστα μεγέθη πόλεων φιλεῖ δείκνυσθαι. ὁ δὲ ἐφ' ἱκανὸν ἐν Βυζαντίῳ διατρίψας τὰ προλαβόντα τε δευτέροις ὅρκοις πιστωσάμενος ἐπὶ τὴν ἑαυτοῦ ἦλθεν. εἶχε δὲ τὰ τῆς ὁμολογίας αὐτοῦ ὧδε· ἐχθρὰ μὲν διὰ βίου φρονήσειν οἷς τὸ πρὸς βασιλέα τρέφοιτο ἔχθος, φίλια δ' αὖ τοῖς τοὐναντίον εὔνοις αὐτῷ καθεστῶσι. πόλεών τε ὧν ἂν αὐτὸς περιγένοιτο τὰς μείζους καὶ ἀξιολογωτέρας βασιλεῖ διδόναι. ἐξεῖναι δὲ αὐτῷ οὐδαμῆ τῶν ἐχθρῶν τινι σπείσασθαι ὅτι μὴ βασιλέως κελεύοντος. δεῆσάν τε Ῥωμαίοις συμμαχήσειν, πανστρατὶ ἀπαντᾶν κἂν ἑῷος κἂν ἑσπέριος ὁ πόλεμος εἴη. οὐ μὴν οὐδὲ τοὺς ὅσοι ὑπὸ τὴν αὐτοῦ μὲν κεῖνται παλάμην, κλέμμασι δὲ 208 διαζῆν ἐπίστανται, οὓς δὴ Τουρκομάνους ἔθος καλεῖν ἐστιν, ἀτιμωρήτους ἐᾶν ὁποιονοῦν τι ἐς Ῥωμαίων ἡμαρτηκότας τὴν γῆν. ταῦτά τε αὐτὸς ὡμολόγηκε καὶ μεγιστάνων ὅσοι αὐτῷ εἵποντο, κἂν ἐκεῖνος αὐτῶν ἀμελοίη, τοὺς δὲ σθένει παντὶ κωλύειν τὴν ἐγχείρησιν. ταῦτα μὲν οὖν ἐν Βυζαντίῳ ἐτελεῖτο, ἡ δὲ φήμη φθάνει ἐξ Εὐρώπης ἐπὶ τὴν Ἀσίαν διαβᾶσα. τοίνυν καὶ οὐ πρὸς καλὸν αὐ-τοῖς ἔσεσθαι οἱ τῇδε νομίσαντες φύλαρχοι εἰ βασιλεὺς τὸν σουλτὰν εἰσπεποίηται, πρέσβεις πέμψαντες ἐδέοντο ὡς καὶ αὐτοὺς τῷ σουλτὰν διαλλάξαι· ὁ δὲ ἤκουσε μὲν αὐτῶν οὐκ ἀηδῶς, ἐς δὲ τὴν τοῦ σουλτὰν δῆθεν τὸ πᾶν ἀνατιθεὶς αἵρεσιν ἐπ' ἐκεῖνον αὐτοὺς ἔπεμπεν ἐν παλατίῳ, καθάπερ εἴρηται, διατριβὴν ἔχοντα. οἳ καὶ ἐπειδὴ τάχιστα πρὸς λόγους ἐκείνῳ κατέστησαν, διαλύσασθαί τε σφίσι τὴν ἔχθραν ἴσχυσαν καὶ ἱκέτην ὑπὲρ αὐτῶν βασιλεῖ γενέσθαι ἀνέπεισαν. ὁ δὲ ἱκετεύοντα προσηκάμενος ἐν φίλων μοίρᾳ καὶ αὐτοὺς ἐποιήσατο, εἰρήνη τε τοῦ λοιποῦ σταθηρὰ τὴν Ῥωμαίων εἶχεν ἀρχήν. 4. Ἐπεὶ δὲ ἡ βασιλὶς Εἰρήνη τὸν βίον ἤδη μετήλλασσε, βασιλεὺς δὲ οὔπω ἄρρενος τότε πατὴρ παιδὸς ἐτύγχανεν ὤν, ἐπὶ δευτέρους λοιπὸν ἔβλεψε γάμους. καὶ ἦν γάρ τις κόρη τῶν κατὰ τὴν ἐν Φοινίκῃ Τρίπολιν, Λατῖνα μὲν γένος περικαλλὴς δὲ ἐν ταῖς μάλιστα. ταύτην ἐκεῖθεν ἄξοντας Ἰωάννην τε σεβαστὸν τὸν Κοντοστέφανον ἔπεμψε καὶ Θεοφύλακτον ἄνδρα Ἰταλόν, ὃν Ἐξού 209 βιτον ἐπεκάλουν. εἶδόν τε οὖν τὴν κόρην οἱ ἄνδρες καὶ ἀγασάμενοι τοῦ κάλλους, ἐπειδὴ μηδὲν ὁθενδήποτε ὑπεφαίνετο τέως ἐμποδών, μηδὲν ὑπερθέμενοι ἐς τὴν τριήρη ἐμβιβάζουσιν. ἄρτι δὲ ἐκεῖθεν ἀφήσειν μελλόντων, νόσοι βαρεῖαι τῇ κόρῃ ἐνέσκηπτον, καὶ ἦν ἐν κακοῖς. ὅθεν καὶ ἀεὶ εἰς τὴν ἐπιοῦσαν ἀναβαλλόμενοι τὸν ἀπόπλουν εἰκῆ τὸν καιρὸν διῆγον. κἂν γὰρ ἐπ' ὀλίγον ἀνεθείη τῶν ὀδυνῶν προσδοκήσιμός τε ἀποπλεῖν γένοιτο, ἀλλ' ὥσπερ ἀπὸ προνοίας τινὸς ὀπισθόρμητον τὸ δεινὸν ἐπ' αὐτὴν ἤρχετο, καὶ κατακλιθεῖσα