1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

36

ἐστράτευον ἐξαπιναίως ἀναφθεῖσα τὸ κατορθωτικὸν τοῦ Ῥωμαίων παρείλετο στρατοῦ) τέλος ἠνάγκαστο αὐτὸς βασιλεὺς ἐνταῦθα γεγονὼς τῆς πολιορκίας ἅψασθαι. Οὐεννέτοις γοῦν καὶ τῷ Ῥωμαίων στρατῷ τὰ διάφορα λύσας δίκας τε τοῖς ἐξ ἀμφοτέρων αἰτίοις πραξάμενος τὰς προσηκούσας κραταιότατα τῷ περιβόλῳ ἐπέθετο. καὶ ὁ μὲν πρὸς τούτοις ἦν. Ῥογέριος δὲ ὁ Σικελῶν τύραννος πρὸς τῇ Κερκύρᾳ διατρίβειν βασιλέα πυθόμενος στόλον ἐπὶ γῆν τὴν Ῥωμαίων ἔπεμπεν, ἐκεῖνο κατὰ νοῦν ἔχων ὅπως δηλαδὴ τῇ πρὸς ἐκεῖνα μεταφορᾷ τῆς πολιορκίας ἀποσχέσθαι καταναγκάσειε. βασιλεὺς δὲ μοῖράν τινα τῶν σὺν αὐτῷ ἀποθέμενος νεῶν αὐτὰς μὲν ὑπὸ στρατηγοῦντι τῷ Χουρούπῃ Σικελοῖς ἐπὶ τὴν Ῥωμαίων, ὥσπερ ἔφην, ἰοῦσιν ἀντιταξομένας σπουδῇ ἔπεμπεν, αὐτὸς δὲ ἔτι μᾶλλον ἐνέκειτο πικρότατα Σικελοὺς πολιορκῶν. κλίμακας γὰρ ὑπερμεγέθεις διὰ τῶν νεῶν τοῖς τείχεσι προσε 99 ρείσας, μόγις μὲν καὶ ξὺν βίᾳ ἀνῆγε δ' οὖν ὅμως τὸ στράτευμα. ὅτε ξυνέβη μίαν τῶν κλιμάκων τῷ τῶν ἀνιόντων ἄχθει κατασπασθεῖσαν εἰς θάλασσαν πολλοὺς ἐνεγκεῖν, οὗ δὴ τλήμονες τὰς ψυχὰς ἐκφυσήσαντες πολύν τινα τῆς αὐτῶν ἀρετῆς Ῥωμαίοις ἀπολελοίπασι λόγον. ἀλλὰ Σικελοὶ καίτοι ἔνδον ἤδη τειχέων Ῥωμαίους γεγονότας ἰδόντες ἐνδιδόναι βασιλεῖ τὴν πόλιν οὐδαμῆ ἤθελον. ὅθεν καὶ ἐπὶ τὴν ἀκρόπολιν ὡς εἶχον τάχους ἀναδραμόντες ἐντεῦθεν ἠμύνοντο λίθους καὶ βέλη καὶ ἅπαν τὸ παρατυχὸν ὡς ἐξ οὐρανοῦ τινος ὀμβρηδὸν ἐπ' ἐκείνους ἀφιέντες. ἐπὶ τοσοῦτον γὰρ ὕψος ἀνέρπει τὸ φρούριον, ὡς μηδ' ὀφθαλμῷ ῥᾳδίως ἐξεῖναι τὴν οἰκοδομίαν ἀναταθέντι περιαθρεῖν. ὅτε δὴ λέγεται θυμῷ τὸν βασιλέα περιζέσαντα πρὸς τὸ ἐκ τῆς τύχης ἐκεῖνο δυσκλήρημα ὄρθιόν τε ἐφ' ἧς ἐφέρετο στῆναι διήρους καὶ τοῖς ἐπὶ τῆς εἰρεσίας κελεύειν προσάγειν αὐτίκα τοῖς τείχεσι τὴν ναῦν, ὡς αὐτὸς οἶμαι ἀνόδου πειράσαιτο. ἀλλὰ τοῦτο μὲν τῶν στρατηγῶν τινες καὶ πρὸς αἷμα ἐγγιζόντων αὐτῷ παντὶ σθένει διεκώλυσαν, δοκῶ μὴ οὐδὲ αὐτῷ σφόδρα ἐθέλοντι. πρὸς γὰρ τῷ γενναίῳ καὶ ἀσφαλὴς ἦν τὰ πολλά. ἤδη δέ τινων ἔγωγε καὶ θράσους αἰτίαν προστριβόντων ἤκουσα αὐτῷ· δαιμόνιον γὰρ ἀεὶ καὶ ἀνδρείας πρόσω ἔτρεφε λῆμα. ἀμέλει καὶ ἑκκαίδεκα ἐνιαυτῶν πολλάκις ἑνὸς χερσὶν οἰκείαις ζωγρείας παρέσχετο βαρβάρους. δι' ἅ ποτε καὶ ἡ ἐξ Ἀλαμανῶν αὐτῷ ξυνοικήσασα ἐπὶ μέσης ἐξελάλησε τῆς συγ100 κλήτου βουλῆς, μεγάλου μὲν καὶ αὐτὴ καὶ πολεμικωτάτου ὡρμῆσθαι γένους εἰποῦσα, μηδέπω δὲ μηδένα τῶν ἁπάντων ἀκοῦσαι τοσούτοις εἰς ἐνιαυτὸν ἐγκαλλωπισάμενον ἀριστεύμασιν. ὅτε γε μὴν πρὸς τῷ Κερκυραίων τείχει ἐγένετο ναῦς τῶν ἐκ τοῦ Ῥωμαϊκοῦ στόλου, οὐ τῶν κουφοτέρων οὐδ' ὁποῖαι χθαμαλαὶ τυγχάνουσιν αὗται καὶ ἐπιμήκεις, ἀλλὰ ὕψους μὲν καὶ εὔρους ἱκανῶς ἔχουσα, ἵππων δὲ πλήρης καὶ ὅπλων μεστὴ παντάπασιν οὖσα, βίᾳ πνεύματος ἐπί τι τοῦ περιβόλου παρενεχθεῖσα μέρος, ἔνθα πετρῶν προβολαὶ ῥαχίων ἱκανῶς ἐπιστοιβαζόμεναι δυσπρόσοδον πάνυ τὸν χῶρον ποιοῦσι, δεινῶς ἐκλονεῖτο. λίθοι γὰρ ἁμαξοπληθεῖς καὶ βέλη καὶ πᾶν τὸ παρατυχὸν ὁμοῦ ἐπ' αὐτὴν ἐφέρετο πάντα, ὡς τοὺς ἐν αὐτῇ ἀπαγορεύσαντας ἤδη τοῖς ξυμπεσοῦσι περιδείλους τε καὶ κατεπτηχότας τὰ τῆς νεὼς ὑπελθεῖν καταστρώματα. ὃ κατανοήσας βασιλεὺς θατέρᾳ μὲν χειρὶ ἀσπίδα εἵλετο, οὐ τῶν συνήθων δὴ τούτων οὐδὲ ἐξ ὧν σῶμα φράγνυται ἕν, εὐρεῖαν δὲ μάλιστα καὶ ἣν οὐδὲ κουφίσαι ἀνδρὶ ῥᾴδιον γίνεται, θατέρᾳ δὲ τὸ ἐπὶ τῆς βασιλικῆς συνήθως τεταμένον διήρους χειρισάμενος ἔπιπλον εὖ τε ξυναγαγών, ὡς δι' αὐτοῦ ἅτε μὴ ἀντιτυποῦντος τὰς ἐκ τοῦ τείχους βολὰς ἀποκρούοιτο, ἐπὶ τὴν ναῦν ἐφέρετο, καλῳδίοις τε οὕτω ξυνδήσας ἑλκύσαι τε ἐκεῖθεν αὐτὴν ἴσχυσε καὶ τοῦ κινδύνου διασώσασθαι. ὅτε δὴ λέγεται ὡς ὁ τὴν Κερκύρας πρὸς τοῦ Ῥογερίου ἐπιτετραμμένος φρουράν, λίθους 101 τῶν ἐκ τῆς πόλεως ἐπὶ βασιλέα συχνοὺς ἐπαφιέντων "μὴ δῆτα πρὸς τῆς ὑμῶν, ἔφησε, σωτηρίας, μὴ δῆτα ὦ συστρατιῶται βέλος παρ' ὑμῶν σώματι τηλικούτῳ ἐπαφείσθω μηδέν. κἂν λόγους ὑπὲρ τούτου δεδωκέναι χρεών, αὐτὸς ὑποίσω τὴν ἀγανάκτησιν." ταῦτα μὲν οὖν τῇδε ἐφέρετο· ὁ