1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

106

Ἀλαμανῶν τῶν τις παρ' αὐτοῖς ἱερατικὸν θρόνον κοσμούντων ἀνδρῶν. χρόνου τοίνυν τῇ προσεδρείᾳ τριβέντος, τά τε ἀναγκαῖα Ἀγκωνίταις ἐπιλελοίπει, καὶ ἡ πόλις ὅσον οὐκ ἤδη ἁλῶναι προσδοκήσιμος ἦν. ἦν δέ τις γυνή, Ἰταλὴ μὲν τὸ γένος μεγαλόφρων δὲ εἴπέρ τις καὶ ἀρρενωπὸς μάλιστα, ἐπειδή τε ἀνδρὸς πάλαι χηρωθείη, σωφρονικὸν ἐξ ἐκείνου τὸν βίον ἐτήρει. αὕτη ἐπειδὴ τὰ κατὰ τὸν Ἀγκῶνα ἐπύθετο καὶ ὡς ἐν ἐσχάτοις εἴη τοῖς κακοῖς, ζήλῳ διαθερμανθεῖσα (ἐτύγχανε γὰρ Ῥωμαίοις τηροῦσα τὸ φίλιον) ἠπείγετο ταῖς οἴκοθεν δαπάναις τῇ πόλει ἐπαρκέσαι· μὴ παντάπασι δὲ ταῖς τοῦ πολέμου χρείαις ἱκανοῦσα ἥδε καὶ 289 τοὺς παῖδας ἐνεχυράζει, χρυσίον τε οὕτω κεκομισμένη ἁδρόν, πέμψασα παρὰ τὴν πόλιν ἐδήλου θαρσεῖν τοῦ λοιποῦ μηδὲ τοῖς πολεμίοις ἑαυτοὺς καταπροδιδόναι. Ἀγκωνῖται τοίνυν ὡς ἐπύθοντο ταῦτα, ἀνεθάρσησάν τε καὶ τοῖς πολεμίοις ἐπεξιέναι διενοοῦντο. ἀλλ' ἐκεῖνοι γνόντες μετεστρατοπεδεύσαντο αὐτίκα. ἐν τούτῳ δὲ καὶ ἡ στρατηγὸς ἐκείνη ἐπιστᾶσα τῇ πόλει Ἀγκωνίτας τῷ ἑαυτῆς ἀνεμίγνυ στρατῷ, προσβολῆς τε γενομένης Ἀλαμανοὶ τὴν ὁρμὴν οὐχ ὑπενεγκόντες ἔφευγον ἀπὸ γυναικείου στρατεύματος πολλούς τε αὑτῶν ἀπεβάλοντο. ἥλω δ' ἂν μικροῦ καὶ ὁ στρατηγὸς ἱερεύς, εἰ μὴ φυγῇ τὴν σωτηρίαν ἐξέκλεψεν. ἡ δὲ ἐπὶ Οὐεννέτους ἐτράπετο ἀπὸ θαλάσσης καθάπερ εἴρηται τῇ πόλει ἐγκαθημένους, μάχῃ τε καὶ αὐτῶν περιγενομένη ἐπανῄει ἐπὶ τὴν πόλιν, εὐφήμοις φωναῖς βασιλέα μέγαν ἀναβοῶσα. ὁ δὲ βασιλεὺς πρὸς τῇ Φιλαδέλφου, καθάπερ ἔφην, ἐνστρατοπεδευσάμενος ἐσκέπτετο πῶς ἂν εὐμηχάνως ἀφιστᾶν ἀλλήλων τοὺς εἰρημένους τῶν βαρβάρων αὐτῷ γένοιτο. καὶ δὴ παρὰ τὸν Λυκαονίας πέμψας σουλτὰν ὠνείδιζέ τε τῆς εἰς αὐτὸν ἀπιστίας καὶ τὴν αἰτίαν ἀνεπυνθάνετο, δι' ἣν οὕτω Ῥωμαίοις ἀθρόον ἐκπολεμωθείη. ὁ δὲ ἄλλα τε προΐσχετο πολλὰ καὶ χολᾶν αὐτῷ τὸν ἐν σφίσιν ἔλεγε Χαλιφὰν εἴτ' οὖν μέγαν παρ' αὐτοῖς ἀρχιερέα ἐπὶ τοσοῦτον ἤδη Ῥωμαίοις συγκειμένῳ κατὰ τὸ φίλιον. ταῦτα λέγων τοὺς πρέσβεις ἀπράκτους ἀπέπεμψεν· ὁ δὲ βασιλεὺς τούτων ἀκούσας καὶ δευτέρᾳ πρεσβείᾳ τοῦτον ἀμείβεται, ἐπιστείλας αὐτῷ 290 οὑτωσί. "εἴ σοι δέδοκται τοῖς ἄλλοις τῶν ὁμοφύλων ἐπισυστάντι ἄνωθέν ποθεν κατὰ Ῥωμαίων ἐκδραμεῖν, θαρσῶν γε ἄπιθι. φύλακα γὰρ τῇ σεαυτοῦ τὸν Ῥωμαίων ἐπιστήσεις στρατὸν ἡμερῶν οὐ πεντεκαίδεκα ἐπ' αὐτὴν ἀφιξόμενον." ταύτην ὁ σουλτὰν δεξάμενος τὴν ἐπιστολὴν ἐξεδειματώθη τε τὴν ψυχὴν καὶ τῶν μελετωμένων ἀποσχόμενος εἰρηναῖα τοῦ λοιποῦ διελέξατο. καὶ τὰ τῆς ἐπιβουλῆς οὔπω τέλεον κρατυνθέντα διελύετο αὖθις, ἅτε μεγίστου μέρους ἐν σφίσι τοῦ σουλτὰν ἐπὶ βασιλέα μεταθεμένου. τοίνυν καὶ βασιλεὺς μὲν ἀναιμάκτῳ τροπαίῳ σεμνυνάμενος ἐπὶ τὴν Κωνσταντίνου ἀναζευγνύει. ὁ δὲ Παλαιστίνης ῥὴξ ἅμα τῷ Ἀντιοχείας πρίγκιπι ταῦτα πυθόμενοι θάρσους τε ὑποπλησθέντες κατὰ τῶν Βερροιαίων κινηθέντες βαρβάρων πολλὰ αὐτοὺς ἐζημίωσαν. 13. Κατὰ τοῦτον τὸν χρόνον καὶ τὸν σιλέντιον ὁ βασιλεὺς αὐτὸς ξυνετάξατο λόγον, οὐχ ὥσπερ εἴθιστο, τοῦ ἀσηκρῆτις αὐτὸν ἐκ βασιλέως δῆθεν ὑπαγορεύσαντος. ἦν δὲ ἡ μὲν ἔννοια τῷ λόγῳ βαθεῖά τις καὶ ἐκ πάνυ γενναίας προϊοῦσα ψυχῆς· νοημάτων τε γὰρ διαρκῶς εἶχε καὶ ἐπιχειρήμασιν ἐστοιβάζετο συχνοῖς. ἥ γε μὴν λέξις καθαρὰ μᾶλλον καὶ ἀφελὴς ὁ χαρακτήρ, καὶ τὸ ὅλον εἰπεῖν ἀσχημάτιστος, αὐτοφυὴς δὲ ὅμως καὶ τὸν γεννήτορα ἐναργῶς ἐμφανίζων. καθάπερ γάρ μοι πολλάκις ἐρρήθη, φυσικοῖς πλεονεκτήμασιν οὐδενὶ ἀνθρώπων ξυμβλητὸς ἦν. ἔγωγέ 291 τοι πολλάκις αὐτῷ τῶν Ἀριστοτέλους διαλεξάμενος πολλὰ τῶν πολυζητήτων αὐτοφυῶς ἐπιλυόμενα ἔγνων, πρᾶγμα οὐδενὶ τῶν ἁπάντων οἶμαι γεγονὸς τοῦ παντὸς αἰῶνος. ὁ δ' αὐτὸς καὶ πολλὰ τῶν ἐν γραφαῖς ἀδιεξηγήτων εἰς δεῦρο μεινάντων, ἢ γοῦν οὐκ εὔστοχα διηρμηνευμένων σὺν θαυμασίᾳ τινι διεσάφησεν ἁπλότητι· ἅπερ ἐμοὶ ἐνθάδε γεγράψεσθαι ἄπο νόμων ἔδοξεν εἶναι ἱστορικῶν.