1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

6

ἔνθα ἐπειδὴ πολέμῳ περιγεγόνασι καθείρξαντες αὐτὸν ἐτήρουν, τὰ πιστά τε παρ' αὐτοῦ λαβόντες ἐφ' ᾧ φίλον καὶ ξύμμαχον κατὰ βασιλέως αὐτοῖς ἔσεσθαι, ξὺν φιλοφροσύνῃ ἀπέλυσαν. βασιλεὺς δὲ ἐς τὴν Κιλίκων παρελθὼν Μοψουεστίαν τε εἷλε, καὶ Ταρσοῦ καὶ Ἀδάνης περιγεγονὼς πρὸ Ἀναζάρβου τὸν χάρακα πήγνυται. ἐν ᾧ δὲ ταῦτα ἐγίνετο ξυνέπεσέ τι τοιοῦτον. τῷ κόμητι Πετούης, ἣ περὶ κόλπον ἵδρυται τὸν Ἰόνιον, παῖδες γίνονται δύο. ὧν ὁ μὲν τοῦ πατρὸς τετελευτηκότος εἰς τὴν πατρῴαν καθίσταται 17 ἀρχήν, ἅτερος δὲ ἐν πένητος σχήματι ἐς τὸν ἐν Ἱεροσολύμοις νεὼν παραγίνεται. ἐπειδή τε αὐτὸν ὁ νεωκόρος ἴδοι, κάλλους τε καὶ μεγέθους ἐκπεπληγμένος ἐπυνθάνετο προσιὼν ὅστις εἴη δηλῶσαι αὐτῷ, ὃ δὲ συνεῖρε μὲν ἐξ ὧν ἥκιστα δηλωθήσεσθαι ᾤετο, πείθειν δ' οὐκ ἔχων ἔκφορα λοιπὸν τὰ περὶ ἑαυτοῦ καθιστᾷ. ὃ δὲ τούτων ἀκούσας, δρομαῖος ἐς τὸν ῥῆγα παρελθὼν παρ' αὐτὰ τὸν ἄνδρα ἐμήνυσε, καὶ ὃς ὡς ἑαυτὸν τὸν Ῥαϊμοῦνδον μεταπεμψάμενος (τοῦτο γὰρ αὐτῷ ὄνομα ἔκειτο) τῇ Βαϊμούνδου ξυνοικήσειν ἀνέπειθε θυγατρὶ οὔπω ἔτι εἰς ἡλικίαν ἀφιγμένῃ. ὃ μὲν οὖν ἀπῄει ὡς τῇ Ἀντιόχου λοιπὸν ἐπιβησόμενος, καὶ τύχῃ τινὶ τοῖς Ῥωμαϊ-κοῖς σκοποῖς ἐμπεσὼν ἐγγὺς μὲν ἁλῶναι ἐγίνετο· τῶν γάρ τις στρατιωτῶν ἐπιόντα τοῦτον ἐπιστὰς παίει κατὰ τοῦ κράνους, καὶ εἰ μὴ ἀμφοτέραις τοῦ ἱππείου ἐπιλαβόμενος αὐχένος ἐπέσχε τὸν ὄλισθον πλεῖστοί τε ἤδη τῶν ἑπομένων συνέστησαν, ὕπτιος ἂν παρ' αὐτὰ ἐξεκυλίσθη. ὃ μὲν οὕτω τὸν κίνδυνον διαφυγὼν ἐς Ἀντιοχείαν ἦλθε, βασιλεὺς δὲ Ἀνάζαρβον ἐνέκειτο πολιορκῶν. ἀλλ' οἱ ἔνδον ἀπρακτῆσαί οἱ μηχανώμενοι τὴν ἐγχείρησιν, σιδήρια ἱκανῶς τῷ πυρὶ διακαίοντες ἐπὶ τὰ πετροβόλα τῶν μηχανημάτων ἠφίεσαν, τὰ δὲ ταῖς ἐμπροσθίοις αὐτῶν ξυλίναις πελάζοντα κίοσιν ἐνεπίπρων αὐτίκα. τοῦτο πολλάκις γινόμενον εἰς ἀθυμίαν ἐνῆγε τὸν βασιλέα. ὀψὲ γοῦν ἀλύοντι προσελθὼν Ἰσαάκιος "ἀλλὰ ἄγε ὦ πάτερ πλίνθοις" ἔφη "περιειλῆφθαι κέλευε τὰ ξυλώματα" οὗ 18 γεγονότος οὐκ ἔτι ταῖς συχναῖς προσβολαῖς οἱ ἔνδον ἀντέχειν δεδυνημένοι τὰς πύλας ἀναπετάσαντες τὸν Ῥωμαίων εἰσεδέχοντο στρατηγόν.

8. Ἀνάζαρβος μὲν οὖν τοῦτον τὸν τρόπον ὑπὸ Ῥωμαίους ἐγέ-νετο. Ῥαϊμοῦνδος δὲ καὶ Βαλδουῖνος, ὃς Μαραυσίου κατ' ἐκεῖνον τὸν χρόνον ἡγεμονεύων ἦν, ἕως μὲν οὔπω ἐπὶ θύραις ὁ κίνδυνος ἵστατο, στράτευμα ἀγείραντες ἱκανὸν ἐπὶ Παλαιστίνην ἠπείγοντο τὸν τῇδε ῥῆγα τοῦ κινδύνου ἐξαιρησόμενοι. Σαρακηνοὶ γὰρ οἳ Παλαιστίνοις προσοικοῦσι πολέμῳ περιγεγονότες αὐτοῦ, ἐς τὸ Μουντάφαρας φρούριον ἀνασωθέντα ἐπολιόρκουν. ἐπεὶ δὲ βασιλεὺς Ἀνάζαρβον ἤδη παραστησάμενος ἐπὶ τὸ Βακᾶ ἐχώρει κρησφύγετον, δείσαντες περὶ τῇ Ἀντιόχου σπουδῇ καὶ πάλιν ἐπ' ἐκείνην ᾔεσαν. ἐν τούτῳ δὲ καὶ ὁ Ῥωμαίων στρατὸς τὴν Βακᾶ ὑπερθέμενος πολιορκίαν περὶ ποταμὸν ὃς τὴν πόλιν αὐτοῖς παραρρεῖ τὸν χάρακα ἐπήξατο. Ἀντιοχεῖς δὲ τὸ μὲν πρῶτον ἄτρεστοι ἦσαν τειχέων τε καρτερότητι καὶ τῇ ἄλλῃ ἀσφαλείᾳ πιστεύοντες. ὅθεν καὶ ἐπειδή ποτε τῆς πολιορκίας ἐφ' ἱκανὸν παρατεινομένης τῶν ἐκ καταλόγου τινές, ὁποῖα ἐν πολλῷ στρατεύματι γίνεσθαι εἴωθεν, ἐς τοὺς πρὸ τῆς πόλεως ἐκδραμόντες κήπους ἐδρέποντο τῶν ὀπωρῶν, αἰφνίδιοι κατ' αὐτῶν ἐπελάσαντες πολλοὺς ἔκτειναν. συναισθήσεως δὲ γενομένης καὶ τῶν Ῥωμαίων στρατιωτῶν σπουδῇ βεβοηθηκότων, ταῖς πύλαις ἐνέπεσον φεύγοντες πολλοὺς τῶν σφετέρων ἐν τῷ φεύγειν ἀποβαλόντες. ἐπεὶ δὲ Ῥωμαῖοι τειχομαχίας ἤδη ἥπτοντο, εἰς πολλήν τινα ἐνέπεσον ὀρρωδίαν. ὅθεν καὶ συ 19 χνὰ ἐπὶ βασιλέα Ῥαϊμοῦνδος ἐξιὼν θερμῶς ἐλιπάρει τὴν πόλιν αὐτῷ παραδιδοὺς ἐφ' ᾧ βασιλέα μὲν κύριον εἶναι καὶ λέγεσθαι, τὸν δὲ δικαίῳ τῷ ἐξ αὐτοῦ ταύτης ἐπιτροπεύειν. ἀποτυγχάνων δὲ ὧν ἐδεῖτο ἄπρακτος ἀνεκομίζετο· ἡμέραις δὲ ὀλίγαις ὕστερον τῆς Ῥωμαίων βουλῆς περὶ τούτου ψηφισαμένης, αὐτός τε προσεδέχθη ἐφ' οἷς εἴρηται καὶ αἱ λοιπαὶ Λατίνων δυνάμεις βασιλεῖ προσεχώρησαν, οἵ τε παρ' αὐτοῖς Φρέριοι λεγόμενοι καὶ οἳ τὴν χώραν περιοικοῦσι. ταῦτα μὲν ὧδε ἐγένετο. βασιλεὺς