1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

61

ἰέναι ταφρείᾳ τε τὴν πόλιν ἀσφαλίζεσθαι ἐδόκει, τοὺς δὲ τοῦτο μὲν οὐκ ἤρεσκε δειλίαν εἶναι φάσκοντας ἀντικρύς, εἴ γε τῶν ἐν χερσὶ μεθέμενοι ὀπίσω χωρήσουσιν. ὡς οὖν οὕτω ταῦτ' ἐδόκει, τὸν μεταξὺ χρόνον ἐπὶ κενῆς τρέχειν οὐκ ἀνεχόμενοι τῷ περιβόλῳ αὖθις προσέβαλον μέρος τε αὐτοῦ πολὺ καθῄρουν τοῖς πετροβόλοις. οὐ μὴν οὐδὲ ὣς τοὺς βαρβάρους ἀπώσασθαι εἶχον· ἀλλὰ τὸ μὲν πρῶτον θαρσήσαντες ἐπεξῄεσαν σφίσιν, ἔπειτα Ῥωμαίων ἐπιβρισάντων αὖθις ἐπὶ τὸ τεῖ 166 χος ἔθεον, καὶ εἰ μὴ τύχη τις ἐπιγενομένη Ῥωμαίους διεκώλυσε, τάχα ἂν ἥλω κατὰ κράτος τότε Βρεντέσιον. ἀνέβησαν μὲν γὰρ ἤδη τὸν περίβολον καὶ ἀπὸ τῶν πύργων τοῖς ἔνδον ἐμάχοντο, ἀλλὰ πολύ τι μέρος αὐτῶν πεπονηκὸς ἤδη ταῖς συχναῖς προσβολαῖς εἰς γῆν ἠνέχθη πεσὸν συγκατέσπασέ τε πολλοὺς αὐτῶν, οὕτω τε ἄπρακτοι ἀνεχώρησαν. Σικελοὶ δέ, ἐπειδὴ μηδέπω Γιλίελμος παρῆν, βουλὴν ἐποιοῦντο ὅπως ὁμολογίᾳ Ῥωμαίοις τὸ φρούριον ἐνδώσουσιν· ἀλλ' ἡ τύχη ὥσπερ τακτόν τινα Ῥωμαίοις ἕψεσθαι ἐπαγγειλαμένη χρόνον, εἶτα ἐκμετρηθέντος αἰσθομένη ἀπὸ μέσης αὐτοὺς τῆς πόλεως λιποῦσα ᾤχετο. ἐν ᾧ γὰρ ταῦτα Σικελοὶ διενοοῦντο, ἠγγέλη αὐτοῖς ἐγγὺς ἤδη Γιλίελμον στρατῷ μεγάλῳ ἐπιέναι. ὅπερ ἐκεῖνοι ἀκούσαντες ἀπέσχοντο μὲν τῶν βεβουλευμένων, ἐπὶ δὲ τὰ τείχη ἀναβάντες ἐκροτάλιζον θαμὰ καὶ ὥσπερ ἤδη Ῥωμαίους ἐξελάσαντες ἡμέραν ἦγον ἑόρτιον.

13. Ταῦτα μὲν δὴ τῇδε ἐπράσσετο· Γιλίελμος δὲ ἄρας ἐκ Μυζίας παντὶ τῷ στρατῷ ὡς ἐπὶ Βρεντέσιον ἐπορεύετο, ὅ τε στόλος αὐτῷ ἐπὶ τῆς ἀντιπόρθμου τῷ Βρεντεσίῳ νησίδος ὀλίγων ἀπὸ σταδίων ὁρμισάμενος ἵστατο. κατὰ ταὐτὸν γὰρ ἀμφοτέρωθεν Ῥωμαίοις τὴν προσβολὴν ποιεῖσθαι διενοεῖτο. ἀλλὰ Ῥωμαίους τὸ μὲν αὐτίκα διαναυμαχῆσαι πρὶν ἢ καὶ Γιλίελμον αὐτοῖς ἐπιστῆναι, δυσβουλία τις καὶ τὸ χρῆναι οἶμαι κακῶς αὐτοὺς πεπονθέναι παρείλετο· πρὸς δὲ ἀμφοτέρους τὴν μάχην διενεγκόντες τὰ βασιλέως 167 διέφθειρον πράγματα. στρατὸν γὰρ ἥκειν ἐκ Βυζαντίου καραδοκοῦντες ἤδη, ἐς τὴν ἐκείνου τάχα παρουσίαν τὴν προσβολὴν ἀπετίθεντο. ὡς δὲ ἤδη ἐγγὺς εἶναι ἠγγέλλετο Γιλίελμος, τότε δὴ τὴν ἀμφοτέρων ἄκοντες ἀνεδέχοντο μάχην. ἄνδρε τοίνυν δύο δοκίμω τὰ εἰς τὰς μάχας ἐπιλεξάμενοι, Ἰωαννάκιόν τέ τινα Κριτόπλην καὶ Παιράμην Πέρσην γένος, ἅμα Ἴβηρσι καὶ Μασαγέταις ἐφ' ᾧ ἀκροβολίσεσθαι ἔπεμψαν· οἳ καὶ ἐπειδὴ τάχιστα τοῖς πολεμίοις συνέμιξαν πρὸ πέντε που καὶ τεσσαράκοντα σταδίων τὸν χάρακα πηξαμένοις, ἐν τῇ ἐγγύθεν ἀποπορείᾳ κατὰ νώτου αὐτοῖς ἐπιθέμενοι πολλούς τε τῶν ἐπὶ τῆς οὐραγίας ἔκτειναν καὶ ἵππους τῶν σκευοφόρων συχνοὺς ἤλασαν, σημεῖόν τε σφᾶς ἀφελόμενοι ἐπὶ Βρεντέσιον ἦλθον. ἀλλὰ Σικελοὶ τούτου μὲν ἧττον ἐφρόντισαν (ἅτε γὰρ ἐν πλήθει μεγάλῳ αἴσθησις οὐδεμία τούτοις ἐγένετο), ὀλίγῳ δὲ Ῥωμαίων ἀπεστρατοπεδευμένοι, ὅσῳ ἀμφοτέροις τοὺς χορταγωγοὺς ἐπιμίγνυσθαι, τὸν πόλεμον διέγραφον. ἤδη δὲ καὶ τὸ ναυτικὸν ὀλίγον λοιπὸν τοῦ λιμένος ἀποσαλεῦον ἵστατο τούτοις. καὶ Σικελοὶ μὲν ἐν τούτοις ἦσαν· Ῥωμαῖοι δὲ καὶ πρότερον μὲν πολλῷ τῷ διαλλάσσοντι τοῦ τῶν πολεμίων ἠλαττονοῦντο στρατοῦ, τότε δὲ ἔτι μᾶλλον ὑπέρρει τὰ τῆς δυνάμεως αὐτοῖς. ἄλλοι τε γὰρ ὡς πλεῖστοι συμμάχων ἀπετάξαντο τούτοις, καὶ δὴ καὶ μοῖρά τις Κελτῶν οὐκ ἀγεννὴς μισθοῦ Ῥωμαίοις δουλεύουσα Γιλιέλμῳ λα-θραιότατα προσεχώρησε. ταῦτα ὁ Γιλίελμος ὁρῶν δεῖν ἔγνω τὴν τοῦ καιροῦ προαρπάζειν ὀξύτητα, μή ποτε τοῦ χρόνου διαγενομέ 168 νου ἢ Ῥομπέρτον αὐτοῖς ἐπιβοηθῆσαι γένοιτο (ἠγγέλλετο γὰρ ἤδη δυνάμεις ἀθροίσας ἐπανιέναι) ἢ γοῦν στρατιά τις ἠπειρῶτις ἢ ναυτικὴ ἐκ βασιλέως ἀφίκοιτο παρ' αὐτούς. καὶ δὴ ἐκτάξας τὸ στράτευμα κατὰ φάλαγγας ἐχώρει. Ῥωμαῖοι δὲ Ῥομπέρτου εἴτε ἑκόν-τος εἴτε τύχῃ τινὶ ὑστεροῦντος ἐτάττοντο καὶ αὐτοὶ κἀκ τῶν ἐνόντων κοσμηθέντες ἀντιμέτωποι ἵσταντο. ὅτε δὴ καὶ θάμβος ἦν ὁρᾶν Ῥωμαίων εὐπερίγραπτόν τινα ἰσχὺν ὅλαις δυνάμεσιν μαχουμένην Σικελικαῖς. μέχρι μὲν οὖν τινος οὐδέτεροι χειρῶν ἦρχον, μετὰ δὲ ταῦτα τῶν μισθοφορούντων τις ἱππέων τῆς