1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

91

ἐκεῖθεν μεταβὰς ἕτερόν τι φρούριον ἐνεούργει, ἐν ᾧ πολλοὺς τῶν ἐν Σιρμίῳ φέρων ᾠκίσατο Οὔννων, οὓς παρ' αὐτοῖς Χαλισίους ἔθος καλεῖν ἐστι (καί εἰσιν ἑτερόδοξοι, καθάπερ ἤδη ἔφην, Πέρσαις ταυτοφρονοῦντες), τότε δὴ τὰ ἀμφὶ τῇ πόλει Ζεύγμῃ ξυμπεπτωκότα μαθὼν ἀκριβῶς πρέσβεις ἐς τὸν βασιλέα πέμπει ἄνδρας τε τῶν περιφανῶν καὶ δὴ καὶ τὸν τὴν ἐπίσκοπον τῇδε λαχόντα ἀρχήν, Σίρμιον τε ἀποδιδόναι Ῥωμαίοις ἐσαῦθις διομολογῶν, πρὸς δὲ καὶ ∆αλματίαν πᾶσαν. οἳ καὶ ἐπειδὴ βασιλεῖ εἰς ὄψιν ἦλθον, ἐπεῖπόν τε ὅσα αὐτοῖς ἐπέσταλτο καὶ δὴ ἱκέ 248 τευον ἀνεῖναι λοιπὸν βασιλέα τοῦ χόλου. ὁ δὲ τὸ μὲν πρῶτον ἀπέλεγε· "πολλοῦ μένταν ἄξιον εἴη" λέγων "ἄνδρες πρεσβευταί, εἴ τις ἅπερ ἀφῄρηται ἤδη, ταῦτα διδόναι ἀξιοίη. ἔχομεν Σίρμιον, ἐξείλομεν Ζεύγμην, ∆αλμάτας ἤδη κρατοῦμεν, πάντων καθάπαξ γεγόναμεν κύριοι, ὧν αὐτοὶ διδόντες εἶτα ἀφείλεσθε. ἆρα τοίνυν ἔστι παρ' ὑμῖν Σίρμιον ἕτερον; ἔστι που Ζεύγμη καὶ ∆αλματία ἄλλη, ἃ διδόντες νῦν ἡμῖν ἥκετε; εἰ μέν ἐστι, δείξατε δή, ὡς ἡμεῖς γε ὑπτίαις αὐτίκα ὑποδεξόμεθα ταῦτα χερσίν, εἰδότες μέν, ὡς οὐδὲ ταῦτα ὅσον τὸ ἐφ' ὑμῖν καθέξομεν ἀσφαλῶς (μέλησις γὰρ ὑμῖν οὐδεμία πάντα παρανομεῖν), αὐτῇ δ' ὅμως ἰσχύϊ σὺν θεῷ φάναι τῇ ἡμῶν ὥσπερ καὶ τούτων κρατήσοντες. εἰ δὲ ταῦτα μὲν παρ' ἡμῖν ἄρτι κεῖται, ὑμῖν δ' οὐδὲν ὑπολέλειπται ὧν ἄρτι δώσειν φατέ, ἐπὶ τίσιν ἡ σύμβασις; ἢ τί τὸ διαλλάξον ἡμᾶς ἔσται;" τὸ μὲν δὴ πρῶτον οὕτως αὐτοὺς ἠμείψατο, μεταβαλὼν δ' ἔπειτα "ἀλλ' ἵνα" ἔφη "γνῶτε, ὡς προῖκα ὑμῖν σπείσασθαι θέλομεν Χριστιανοῖς οὖσιν, ἄγε γινέσθω τὰ ὅρκια." ὁ βασιλεὺς μὲν τοσαῦτα εἶπεν, οἱ δὲ διώμοτα πάντα θέμενοι ἀπηλλάγησαν, καὶ ὁ βασιλεὺς λοιπὸν ἐπὶ Βυζάντιον ἦλθεν.

17. Ἤδη δὲ καὶ Ἰωάννης ὁ ∆ούκας ∆αλματίαν παραστη-σάμενος Νικηφόρῳ τῷ Χαλούφῃ ταύτην παρέθετο, οὕτω πρὸς βασιλέως ἀπεσταλμένον αὐτῷ. ἔφθη γὰρ αὐτὸν δυνάμεσιν ἅμα ἐνταῦθα στεῖλαι ἐφ' ᾧ ἢ βίᾳ ἢ ὁμολογίᾳ ταύτην ἑλεῖν, τῶν Οὔν 249 νων τῷ λόγῳ δῆθεν Βελᾷ πρὸς κλῆρον καὶ ταύτην ἀφοριζόντων. ὁ δὲ τὴν Σερβίων παραμείψας χώραν, ἐπειδὴ εἰς ταύτην εἰσέβαλε πᾶσα ἐν βραχεῖ δυναστεία τὸ πλέον ὑπὸ τῷ βασιλεῖ ἔθετο. ὅτε δὴ Τραγούριόν τε ὑπὸ Ῥωμαίους ἐγένετο καὶ Σεβένικος, πρὸς δὲ καὶ Σπάλαθος καὶ τὸ Κατζικίων ἔθνος ∆ιόκλειά τε πόλις περιφανής, ἣν ∆ιοκλητιανὸς ὁ Ῥωμαίων ἐδείματο αὐτοκράτωρ, Κάρδων τε καὶ Ὀστρουμπίτζα καὶ Σάλων, καὶ ὅσαι ἐπὶ ∆αλματικῇ ἵδρυνται ἄλλαι, ἑπτὰ καὶ πεντήκοντα ἅπασαι. τὰ μὲν κατὰ ∆αλματίαν τῇδε ἐχώρησαν. βασιλεὺς δέ, ὥσπερ ἐλέγομεν, ἐς Βυζάντιον ἐπανιὼν θρίαμβον ἐξ ἀκροπόλεως ἄχρι καὶ ἐς τὸ τῆς Σοφίας μέγα κατήνεγκεν ἱερόν. ἐνταῦθά τε τὰ χαριστήρια θύσας καὶ χρυσίῳ τοὺς ἱεροπόλους δωρησάμενος, ὃ ἐκ Σιρμίου φορολογηθὲν Ῥωμαίοις ἔτυχεν, ἐν παλατίῳ ἡσύχαζεν. ἀλλ' ὅ με μικροῦ παρῆλθεν, ἐν ἐκείνῳ δὴ τῷ θριάμβῳ καὶ ἅρμα χρυσίου εἴργαστο ἀκηράτου, ἐφ' ᾧ τὸν βασιλέα ἐπιβήσεσθαι. οὐ μὴν καὶ ἐπέβη, τὸ μὲν πρὸς τὸν ὄγκον εὐλαβηθείς, τὸ δέ τοι καὶ πρωτοζύγων τῶν ἵππων ὄντων, οἳ τὸν δίφρον εἷλκον, θαμά τε τοῦτον ἐκταραττόντων, ὡς μικροῦ καὶ ἀνατετράφθαι κινδυνεύειν. οὔπω δὲ συχνὸς ἐξῆκε χρόνος, καὶ αὖθις Σερβίους τε ὠδίνειν καὶ Παννόνων τὸ ἔθνος μεμαθηκὼς προφθάνειν ἠπείγετο τὴν ὁρμήν. ἀλλ' ἄρτι προσιόντα τοῦτον ἤκουσαν, καὶ τῆς ὁρμῆς ἀνακοπέντες ἀπαράλυτα τὰ δεδογμένα ἐτήρησαν. 250

ΒΙΒΛΙΟΝ Ζ. 1. Ὁ βασιλεὺς δὲ Ἀνδρόνικον ἀπὸ Ταυροσκυθῶν ἤδη, καθά-περ εἴρηται,

ἐπανιόντα φιλοφροσύνης τε τῆς ἄλλης ἠξίωσε καὶ ἀφθόνῳ χρυσίῳ τὸν ἄνθρωπον δωρησάμενος ἐπὶ Κιλικίας τὰ τῇδε καταστησόμενον ἔπεμψεν· ὥς γε μὴν ἀφθόνοις ἔχοι χρῆσθαι τοῖς ἀναλώμασι καὶ Κύπρον αὐτῷ φορολογεῖσθαι ἔδωκεν. ἀλλ' ἐκεῖνος ὀλίγον ἐν τοῖς καθεστῶσιν ἐπιμείνας χρόνον, πρῶτα μὲν Φιλίππαν τὴν Αὐγούστης