1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

72

ἐναρμόζουσι κατὰ διέχειάν τινας ἐκ πλατέος ἠρέμα πρὸς ὀξὺ ληγούσας ἀεί· κατὰ μέσον μέντοι τὸν κύβον ἑτέραν ἱστᾶσι σιδηρᾶν καὶ ταύτην, οὐ μέντοι κατὰ τὰς ἄλλας, ἀλλὰ παχεῖαν μὲν τὸ πρῶτον ὀξεῖαν δέ πως κατὰ βραχὺ γινομένην· ζωστῆρσί τέ τισι τὰς κύκλῳ περιλαβόντες οἷόν τινα λυχνοῦχον ἀποτελοῦσιν ἐπί τε δορατίων ἐντιθέασιν ἄκρων· εἶτα λίνεά τινα ὕφη κατὰ μῆκος διελόντες ὑατείῳ περιδεύουσι στέατι, ἑλίξαντές τε ἐπιμελῶς ἑκάστῳ τῶν ὀξὺ ληγόντων περιπείρουσιν αὐτὰ σιδηρίων, πυρί τε καιομένων μύριόν τι σέλας ἐκεῖθεν ἐκ 196 πίπτειν ποιοῦσιν, ὡς χειροποίητόν τινα ἡμέραν ἐντεῦθεν σχεδιάζεσθαι τοῖς στρατεύμασι. περὶ μὲν τῶν λαμπτήρων τοσαῦτα εἰρήσθω· ὁ δὲ Ῥωμαίων στρατός, χιόνος κατενεχθείσης σφοδρᾶς τῶν ὁδῶν τε παντάπασιν ἠφανισμένων, ἐπὶ πλεῖστον τῆς ἐφ' ἣν ἐφέρετο ἀποπλανηθεὶς μικροῦ καὶ εἰς ὀλεθρίους ἂν καὶ κινδυνώδεις διεξέπεσε χώρους, εἰ μὴ ταχὺ τῆς πλάνης αἰσθόμενος βασιλεὺς λαμπτῆρά τε εἵλετο, καὶ ἔνθα καὶ ἔνθα περιελθὼν ἀνέγνω τε τὴν πορείαν καὶ ἐπὶ τὴν προκειμένην τὸ στράτευμα εὐώδωσεν. ἐπὶ χῶρόν τέ τινα Σαράπατα Μύλωνος πρὸς τῶν ἐγχωρίων ὠνομασμένον ἐλθὼν ἐκεῖθεν λοιπὸν προνομεύειν ἤρξατο. τῆς οὖν φήμης ἁπανταχῆ διαδραμούσης πυθόμενος ὁ τὴν τῆς γῆς ἐκείνης σατραπίαν διέπων (ὄνομα αὐτῷ Σολυμᾶς), ὤκνει καὶ εἰσέτι πιστεύειν τοῖς λεγομένοις. ὅθεν καὶ Πουπάκην ἀδελφιδοῦν αὐτῷ τυγχάνοντα βασιλεῖ δὲ πολλάκις εἰς ὄψιν ἐλθόντα, πέμψας ἐκέλευεν ἔγγιστα τοῦ Ῥωμαίων γεγονότα στρατοῦ ὅπη δυνατὸν τὸν βασιλέα περισκοπεῖν. ὁ τοίνυν Πουπάκης τὴν πρώτην τὸν βασιλέα διαγνοὺς ἀπέβαινέ τε τοῦ ἵππου καὶ δουλικῶς αὐτῷ προσελάλει. ὁ δὲ ὅστις τε εἴη καὶ παρ' ὅτου πεμφθείη μαθὼν "τάδε τῷ Σολυμᾷ" ἔφη "ἀγγελεῖς. ὅμοιόν τι ποιεῖς τίς ποτέ ἐστιν ὁ τὰ Περσῶν ληϊζόμενος μαθεῖν ἐπιζητῶν, ὥσπερ ἂν εἰ καὶ πυρὸς ἐπὶ τὴν σὴν ἀναφλεγέντος οἰκίαν, τοῦ μὲν ὅπως ἂν αὐτοῦ περιγένοιο λόγον ἐποιήσω οὐδένα, τὸ δὲ ὅθεν τε τὴν ἀρχὴν ἔσχε 197 καὶ παρ' ὅτου ἀναφθείη ἐπιμελῶς ἀνηρεύνας. μὴ τοίνυν ὡς ὑπὸ παραπετάσματι τῇ δῆθεν ἀγνοίᾳ τὸ τῆς δειλίας περικαλύπτειν θέλε κακόν. ἀγνοίας γὰρ προσποίησις, ὁπότε μὴ κατὰ λόγον γένοιτο, οὐδαμῶς ἐξαιρεῖσθαι μέμψεως τὸν χρώμενον πέφυκεν. ἓν ἄριστον ὁ τῆς στρατηγίας οἶδε λόγος προκινδυνεῦον πατρίδος ῥοπῇ τὰ πράγματα ταλαντεύειν. κἄν τις οὐκ ἐπιδράξοιτο ταύτης, ἀπολώλεκεν ἤδη τὸ πᾶν. σοὶ δὲ καὶ ἄλλως οὐκ ἔτι χώραν ἡ σκῆψις ἔχει. ἔγνως, ἰδού, συνεβάλου τὸν Πέρσας μαστίζοντα· κἂν ἀντιτάξασθαι θελήσῃς, λόγος οὐδείς." ταῦτ' εἰπὼν αὐτὸν μὲν ἀπεπέμψατο, τὰ ἐν ποσὶ δὲ δῃώσας καὶ ἀφανισμῷ παραδοὺς παλινοδίας ἥπτετο, πρᾶγμα πρὶν γενέσθαι ἀπιστούμενον. λέγεται γὰρ οὐ πλείους τῶν ἑξήκοντα τὴν στρατιὰν ἐκείνην εἶναι ἀνδρῶν μαχητῶν, ὅτε δὴ τὰ Ῥωμαίων ἐπὶ μεγάλῳ γεγονότα κινδύνῳ παραδόξως ἐρρύσθη. Πέρσαι γὰρ εἰς μυριάδας τὸ ἀπὸ τοῦδε συλλεγέντες τοὺς ἐπικαίρους τῶν τόπων κατέσχον, ἔνθα γεγονότων Ῥωμαίων μάχη ῥήγνυται ἰσχυρά· καὶ Πέρσαι μὲν ἐξ ὑπερδεξίων βάλλοντες Ῥωμαίους ἔθλιβον, οἱ δὲ ὑπ' ἀνάγκης ἐν χρῷ ἀλλήλοις ἀεὶ συνιόντες ἀνεπίμνηστοι παντάπασιν ἀρετῆς ἦσαν, τῆς τοῦ χώρου φύσεως οὐδὲ ὅσον τὰ εἰς τὴν πορείαν ἱκανῆς αὐτοῖς οὔσης. ἤδη δὲ καὶ περὶ αὐτὸν βασιλέα τὸ δεινὸν ἐφειστήκει. τῶν γὰρ παρασπιζόντων αὐτῷ τινες ἀπορρέειν ἤρξαντο. ὁ δὲ καίτοι ἐν τῷδε κακοῦ γεγονὼς τοῦ συνήθους ὅμως οὐ κα 198 θυφίει λήματος, ἀλλὰ καὶ τὸν γαμβρὸν αὐτῷ προσιόντα Ἰωάννην, οὗ πολλάκις ἐμνήσθην, τὴν ἀσπίδα τε προβάλλειν αὐτῷ προτεθυμημένον (ἔτυχε γὰρ ὁπλοφορίας ἄνευ τῷ τηνικαῦτα ὢν) ἀπεπέμψατο, ἀμήχανον εἶναι εἰπὼν ἀσπίδα μίαν δυεῖν καλῶς προασπίζειν σωμάτοιν. ἐν τηλικαύτῃ δυσχερείᾳ τὸν χῶρον ἐκεῖνον διελθόντες Ῥωμαῖοι, ἐπειδήπερ ἐν εὐρυτέροις ἤδη ἐγένοντο, ἵππων τε ἀρετὴν καὶ ῥώμην ἀνδρῶν ἐλέγξαι δυναμένοις, τὴν ἐνυάλιον ἠχὴν ἀλαλάξαντες κατὰ τῶν πολεμίων τὰς αἰχμὰς ἴθυναν, τρεψάμενοί τε πολλοὺς ἔκτειναν καὶ πᾶσαν ἣν ἐπήγοντο λείαν ἀνειληφότες ἀνεχώρησαν. ὅτε δὴ πολλῶν ἀνδραγαθησαμένων πάντας βασιλεὺς ὑπερῆρεν. οὔτε