1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

17

μὲν οὖν ἐν τούτοις ἦσαν τὰ γράμματα. Περσῶν δὲ οἳ ἀνωτάτω πόλεως ᾠκοῦντο Ἰκονίου, ἔνθα Τανισμὰν ἦρχεν ἐκεῖνος, δυνάμεις ὡς πλεῖσται ἐπὶ ὁμαιχμίαν παρὰ τὸν σουλτὰν ἀφικόμεναι συνέμιξαν ἤδη τούτῳ, αἷς ἐπαρθεὶς οὐκέτι 47 φεύγειν ὡς τὸ πρότερον ἤθελε, ταξάμενος δὲ Ῥωμαίοις περί τινα χῶρον Τζιβρηλιτζημανὶ βαρβαρικῶς ὠνομασμένον ἤδη γεγενημένοις ἐπιθέσθαι ἠπείγετο. ἔστι δὲ ὁ χῶρος δυσπρόσοδός τε εἴπερ τις καὶ ἀνδράσι μὴ ὅτι γε συντεταγμένοις, ἀλλ' οὐδὲ πορευομένοις κατ' ὀλίγους ῥᾳδίως διεξίτητος. τὸ μὲν οὖν ἄλλο Ῥωμαίων στράτευμα ἤδη ἀμφὶ τῷ χάρακι ἐπονεῖτο· βασιλεὺς δὲ τὸ μὲν τῇ ἡλικίᾳ τυραννούμενος τὸ δέ τι καὶ γυναικὶ οὐ πολλῷ ξυνοικήσας πρότερον, κατὰ ἔθος τὸ αὐτῶν αὐτουργῆσαί τι ἐς τὴν μάχην ἤθελεν. ἀνδρὶ γὰρ Λατίνῳ ἄρτι γυναῖκα εἰσοικισαμένῳ μὴ οὐχὶ ἀριστέα φανῆναι αἰσχύνην οὐχὶ τυχοῦσαν ἐπάγεται. ὁ μὲν οὖν λόχους παρ' ἑκάτερα ἐν φάραγξι δυσὶ καταθείς, ὃν μὲν ἐκ τῶν καθ' αἷμα καὶ ἐγγυτάτω αὐτῷ συνεστῶτα, ἐν οἷς ἄλλοι τε ἦσαν τῶν αὐτῷ οἰκειοτάτων πολλοὶ καὶ οἱ ταῖς ἀδελφαῖς αὐτοῦ ξυνοικοῦντες, ὃν δὲ καὶ ἐκ καταλόγων δύο στρατιωτικῶν, ὧν ἡγεῖτο Νικόλαος ἐπίκλησιν Ἄγγελος, ἀνὴρ τήν τε χεῖρα γενναῖος καὶ ἀν-δρείας εὖ ἥκων, αὐτοὺς μὲν αὐτοῦ ἡσυχῆ μένειν ἐκέλευεν, ἕως ἐπὶ τοὺς πολεμίους αὐτὸν ἱππαζόμενον ἴδοιεν. ὁ δὲ μόγις ἀξιοῦσιν Ἰσαακίῳ τε πεισθεὶς τῷ ἀδελφῷ καὶ Ἰωάννῃ τῷ τῶν ἀνατο-λικῶν καὶ δυτικῶν δομεστίκῳ, ἅμα αὐτοῖς ἐπί τι χωρίον ἦλθεν, οὗ δὴ χορταγωγίας ἕνεκα τῶν τινας Ῥωμαίων σποράδας ἰόντας ἑώρα, ἐνταῦθά τε τὰ ὅπλα καλυψάμενος, ὡς μὴ ἐκ τοῦ παραλλάσσοντος Πέρσαις κατάδηλος εἴη, τῶν Περσῶν τινας ὡς τὸ εἰκὸς κακουργήσοντας ἰέναι ἐξεδέχετο. ὡς δὲ οὐδεὶς οὐδαμόθεν 48 αὐτῷ κατεφαίνετο, τῶν τινα Ῥωμαίων μεταπεμψάμενος στρατιωτῶν, Πέρσην μὲν τὸ γένος Πουπάκην ὄνομα, ἀνδρεῖον δὲ ἄλλως καὶ πολὺ τὸ δραστήριον ἔχοντα, ἐκέλευε προσωτέρω χωρήσοντα εἴπου Περσῶν τινας ἐπιόντας προσίδοι ἐπιμελέστατα διασκοπεῖσθαι. ὁ μὲν οὖν ἀπῄει, καὶ μικρῷ ὕστερον ἐπανιὼν Περσῶν οὐ πλείονας τῶν ὀκτὼ ἰδεῖν ἰσχυρίσατο. ὁ δὲ βασιλεὺς τοὺς ἄλλους πρὸς ταῖς ἐνέδραις, καθάπερ εἴρηται, ἀπολιπὼν αὐτὸς σὺν τῷ ἀδελφῷ καὶ τῷ δομεστίκῳ τοῦ Πουπάκη τὴν ὁδὸν σφίσιν ὑποδεικνύντος ᾗ τάχους εἶχεν ἐπ' ἐκείνους ἤλαυνε. γαμβροῖς μέντοι τοῖς αὐτοῦ ἐπὶ τοσοῦτον ἀγανακτῆσαι περιοραθεῖσιν ἐγένετο, ὡς καὶ ὅρκοις φρικωδεστάτοις αὑτῶν τε ἕκαστον καὶ πάντας ὁμοῦ ξυνδῆσαι καὶ καταλαβεῖν, ἦ μὴν μηδὲ βουλομένῳ ἂν οὕτω τύχῃ ταύτην ξυνάρασθαι βασιλεῖ τὴν μάχην. βασιλεὺς δὲ οὔπω τοῖς ὁραθεῖσιν ἀνεμίγνυτο τῶν Περσῶν, καὶ εἰς ὀκτωκαίδεκα τούτους ἠθροῖσθαι συνέβαινεν. ἤθελε μὲν οὖν καὶ ἐσφάδαξεν ἐπ' αὐτοὺς ἰέναι· ὅπως μέντοι μὴ ἅτε εὐζωνότεροι ὄντες ἀποδρᾶναι δυνηθεῖεν (οὐ γὰρ εἶχεν ἐκ τοῦ σχεδὸν αὐτῶν καθιππάσασθαι ἀπωτέρω ἔτι ἑστώς), τοιάδε τινὰ ἐνενόει. ἐκέλευε τὸν Πουπάκην ἔγγιστα αὐτῶν γεγονότα, ἐπειδὰν προσιόντων αἴσθοιτο, φεύγειν δυνάμει τῇ πάσῃ ἕως ἤδη παρ' αὐτὸν γένοιτο. ὁ μὲν οὖν κατὰ τὸ κελευσθὲν ἐποίει, ἐπεί τε διώκεσθαι πρὸς τῶν βαρβάρων ἤρξατο ἤδη, ἔφευγε λοιπόν· οὐ μέντοι παντάπασιν κατετάχει τὸν δρόμον, ἀεὶ δὲ ἐλπίδα τοῦ καταληφθήσεσθαι σφίσιν ἐμπαρεχόμενος ἔλαθεν 49 οὕτως ἄχρι καὶ εἰς βασιλέα τούτους παρελκυσάμενος· οὐ μὴν οὐδὲ ὣς τοῦ κατὰ σκοπὸν βασιλεὺς ἔτυχεν. ἐπειδὴ γὰρ αὐτὸν εἶδον θᾶττον ἢ λόγος ἐξιππασάμενοι ᾤχοντο· ὡς δὲ πεντήκοντα ἑτέροις κατόπιν αὐτῶν ἰοῦσι συνῆλθον, τῷ πλήθει θαρσήσαντες ἐλογίζοντο ἤδη ὡς ἐπιόντα τοῦτον ὑποστησόμενοι. ὁ δὲ καίτοι πολλὰ τῶν ἀμφ' αὐτὸν οὐκ ἐπαινούντων τὸ ἐγχείρημα (πολλῷ γὰρ ἔφασκον ἤδη ἄποθεν τοῦ στρατεύματος αὐτοὺς γεγενῆσθαι), ὅλοις ὅμως ῥυτῆρσιν ἐδίωκεν οὐδένα καιρὸν ἀνιείς. μέχρι μὲν οὖν τινος συμπαρῆν αὐτῷ καὶ ὁ σεβαστοκράτωρ καὶ συνιππάζετο· ἐπεὶ δὲ τοῦ ἵππου ἤδη αὐτοῦ κεκμηκότος οὐκέτι προσώτερον χωρεῖν ἠδύνατο, αὐτὸς μὲν αὐτοῦ που ἐλέλειπτο, τήν τε σωτηρίαν ἤδη ἀπογνοὺς πολλὰ τὸν ἀδελφὸν παρεκάλει γυναικός τε καὶ παίδων πέρι τῶν ἑαυτοῦ. ὁ δὲ αὐτῷ μὲν ἐπετίμα καὶ τὴν ὀλιγωρίαν ὠνείδιζεν "εἶτα"