1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

102

Ἰουδαίων τῶν ἀδίκων Ἰησοῦ κατερεῖ φονευτῶν. ἀλλὰ τύχῃ τινὶ ἐς τὸν Ἐφεσίων λιμένα κατάρασα αὐτὸν μὲν ἐνταῦθα ἔλιπεν, ἡ δὲ ἐκεῖθεν ἀφεῖσα ἐπὶ Ῥώμην ἀνήγετο. ἐξ ἐκείνου δ' ἄχρι καὶ νῦν ὁ λίθος ἐνταῦθα διετέλεσεν ὤν. ἀχθέντα τοίνυν ἐς τὴν ∆αμάλεως περαίαν πομπὴ τοῦτον ἐκ Βυζαντίου διαδέχεται λαμπρά. ἐπλήρου δὲ ταύτην τὸ Ῥωμαίων τε γερούσιον ἅπαν καὶ ὅσον ἐν ἱε 278 ροπόλοις καὶ ἐν μονασταῖς ἦν, Λουκᾶ τοῦ τηνικάδε τὴν ἐκκλησίαν ἰθύνοντος καὶ βασιλέως τέλους ἑκατέρου προαρχόντων. βασιλεὺς μέντοι καὶ τὸν ὦμον ὑπέσχε τῷ λίθῳ, ἐπεὶ τά γε τοσαῦτα καὶ ὑπὲρ ὧν χρὴ ἐμετριοφρόνει καὶ ἠγάπα δουλοπρεπέστερον αὐτοῖς προσαγόμενος. 9. Κατὰ τούτους τοὺς χρόνους Αἴγυπτος ὑπὸ Ῥωμαίων ἁλῶναι κινδυνεύσασα τρόπῳ τῷ ῥηθησομένῳ διαγεγονέναι ἴσχυσεν. αὕτη ὑπὸ τῶν Ῥωμαίων μὲν οὔπω πάνυ πρῴην ἐτέλει ἀρχήν, μέγα δέ τι χρῆμα δασμοῦ ταύτῃ παρεῖχεν ἐτήσιον· ἐπεὶ δὲ Ἀσία κακῶς ἤδη πεπόνθει καὶ τὸ Ἰσμαηλιτικὸν ἑκάστοτε κατίσχυε φῦλον, ἥλω καὶ αὕτη καὶ Πέρσαις ὑπέπεσεν. ἀλλὰ βασιλεὺς Μανουὴλ πολλὰ τῶν κατὰ τὴν ἑῴαν Ῥωμαίοις ἤδη ἀνασωσάμενος ἀντιποιηθῆναι καὶ ταύτης σπουδῇ πολλῇ ἤθελε. τοίνυν καὶ πρέσβεις ἐνταῦθα στείλας ἐκέλευεν ἔθους τε τοῦ προτέρου καὶ φόρων ἀναμιμνήσκειν τὴν χώραν οἳ πολυτάλαντοι ἐφ' ἡμᾶς ἀφικνοῦντο τὸ πρότερον, ἀναινομένης δὲ παρεγγυᾶν ὅτι δὴ οὐκ ἐς μακρὰν πολεμητέα σφίσιν ἐσεῖται. τὰ μὲν δὴ τῆς πρεσβείας ἐν τούτοις ἦσαν· τῶν Αἰγυπτίων δὲ ἰσχυρῶς πρὸς τοῦτο ἀπειπαμένων, στόλον νεῶν ὁ βασιλεὺς τεκτηνάμενος ἱππαγωγῶν τε καὶ πολεμιστηρίων ἐς ἄγαν πολλῶν στρατόν τε ἐμβιβάσας αὐταῖς ἐπ' Αἰγύπτου ἔπεμψεν. ἡγεῖτο δὲ τούτου Ἀνδρόνικος οὗ πολλάκις ἐμνήσθην, ὁ Κοντοστέφανος. ἐτύγχανε γὰρ μέγας ὥσπερ εἴρηται δοὺξ γεγονὼς πρότερον. ὃς ἐπειδὴ ταχυπλοήσας Αἰγύπτῳ προσέσχε πέμψας ἐς Παλαιστίνην 279 τὸν τῇδε μετεπέμπετο ῥῆγα, ἐφ' ᾧ κατὰ τὰ ξυγκείμενα τοῦ πόνου Ῥωμαίοις συλλήψοιτο καὶ αὐτός. ἐν ᾧ δὲ διαμέλλων ὁ ῥὴξ ἦν, Ἀνδρόνικος ὡς μὴ ἐπὶ κενῆς ὁ χρόνος ἐνταῦθα αὐτῷ τρίβοιτο, δεῖν ἔγνω ἐπὶ τὴν χώραν διαβῆναι τὸ στράτευμα. καὶ τοίνυν Τενέσιόν τε πόλιν αὐτοβοεὶ εἷλον καὶ συχνὰ τὴν χώραν κατέθεον ἐξιόντες. ἐπεὶ δὲ καὶ ὁ ῥὴξ ἠγγέλλετο ἤδη προσιών, ἐπὶ Ταμίαθι μετῆγον τὸν πόλεμον, πόλιν κατοίκων τε πλήθουσαν καὶ πλουτοῦσαν ὑπερφυῶς. ἔνθα πολλαὶ μὲν καὶ φρικώδεις Ῥωμαίοις διεπολεμήθησαν μάχαι, ἤνυστο δὲ ὅμως οὐδὲν ἀπ' αἰτίας ἧς ἐρῶν ἔρχομαι. συνέκειτο βασιλεῖ καὶ Παλαιστινοῖς ἐς τὸν ἐπ' Αἰγύπτου συμπνεύσασι πόλεμον μοῖραν μὲν τὴν ἡμίσειαν Ῥωμαίους ἁλούσης ἤδη τῆς χώρας λαβεῖν, θατέραν δὲ αὐτοὺς ἕξειν. ὁ τοίνυν ῥήξ, ἐπειδὴ Ῥωμαῖοι προτερήσαντες ἐπὶ τὴν Αἴγυπτον ἦλθον, ἐπιβούλως ἄγαν τὸ μὲν πρῶτον ὑστερεῖν τοῦ πολέμου διενοεῖτο, ὅπως Ῥωμαίων διακινδυνευσάντων τὴν χώραν αὐτὸς ἀκονιτὶ διακληρώσαιτο· ὡς δὲ παρῆν ὀψὲ καὶ αὐτός, τήν τε μάχην ἀεὶ ὑπερετίθετο καὶ Ῥωμαίοις δὲ ταὐτὰ ξυμβουλεύων ἦν, κἂν ἐκεῖνοι ὀλίγα τοῖς λεγομένοις προσέχοντες ἡρωϊκοὺς εἰς ἑκάστην ἡμέραν ἀνεδέχοντο ἀγῶνας. εἴτε οὖν, ὅπερ ἔφην, Ῥωμαίους τοῖς κινδύνοις παραβαλεῖν ἐθέλοντες ταῦτα ἐποίουν, ὡς ἂν ἀπόνου τῆς νίκης τυγχάνωσιν αὐτοί, εἴτε καὶ καθάπαξ τῆς κατ' Αἴγυπτον δεσποτείας τῷ βασιλεῖ φθονήσαντες ἦσαν, λέγειν οὔ μοι παρίσταται· ἐλέγετο δ' ὡς χρήμασιν οἱ ἔνδον τὸν ῥῆγα ὑποφθείραντες εἰς τοῦτο ἤγα 280 γον. Ῥωμαῖοι τοίνυν ἐπειδήπερ οὐκ ἀξιοχρέους ἑαυτοὺς τῷ πολέμῳ τῷδε ἔγνωσαν εἶναι, πρύμναν κρουσάμενοι ἐπὶ τὸ Βυζάντιον ἀνήγοντο, χειμῶνος δὲ κατασχόντος πλείστας τῶν νεῶν ἀπολωλέναι συνέβη. ἡ μὲν δὴ ἐπ' Αἰγύπτου Ῥωμαίοις ἐκστρατεία τοιοῦτον ἔσχε τέλος. Αἰγυπτίων δὲ ὁ δῆμος, ὡς μὴ καὶ δευτέρα Ῥωμαίων ἔφοδος ἐπ' αὐτοὺς γένηται, πρέσβεις ἐς βασιλέα στείλαντες τακτόν τι χρυσίον ἀνὰ πᾶν ἐκεῖθεν κομίσεσθαι ἔτος Ῥωμαίοις ὡμολόγουν. ὁ δὲ τὴν πρεσβείαν ἀποσεισάμενος ἀπράκτους αὐτοὺς ἀπεπέμψατο, πᾶσαν ἐν νῷ ἔχων εἰσαῦθις καταδραμεῖσθαι τὴν χώραν.