1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

51

ἀναπεισθεὶς (ἀγχίνους γὰρ ἦν καὶ τῇ περὶ τὰ πολεμικὰ ἐμπειρίᾳ οὐδενὸς ἥσσων), ἀλλὰ Τρᾶνιν οὐκ ἐπίμαχον εἰδὼς τρίβειν εἰκῆ τὸν καιρὸν ἀσύμφορον ᾤετο. ἐδόκει μὲν οὖν ἡ Βᾶρις ἀπρόσοδος αὐτῷ πάντῃ· τείχη τε γὰρ αὐτὴν περιεζώννυ καρτερά, καὶ βαρβάρων στρατιὰ οἱ μὲν ἐπὶ τῶν ἐπάλξεων ὁπλενδυτοῦντες ἐνέστησαν, οἱ δὲ ἀνάριθμός τις ὅμιλος πυλῶν προχυθέντες πεζοί τε καὶ ἱππεῖς ξὺν τοῖς ὅπλοις ἐπεφέροντο αὐτῷ. ἡ θάλασσα δὲ σφοδρῶς ἐπεγειρομένη καταδύειν ἠπείλει τὰς ναῦς. ὁ δὲ καίτοι πανταχόθεν αὐτῷ τῶν πραγμάτων ἀπόρων ὄντων, οὐκ ἔξω πάντῃ ἐλπίδων ἐγένετο. τῇ ἐπιούσῃ γοῦν τῶν κυμάτων τέως ἀπηλλαγμένος ἔργου ἔχεσθαι ἤθελεν. ὡς δὲ μηδὲν αὐ 139 τῷ προὐχώρει (τῶν γὰρ πολεμίων οἱ μὲν λίθους καὶ ξύλα καὶ πᾶν 139 τὸ παρατυχὸν νιφάδων δίκην ἐκ τῶν ἐπάλξεων ἐπ' αὐτὸν ἔπεμπον, οἱ δὲ καὶ ἀπὸ γῆς βέλεσι τὸν ἀέρα ἐσκίαζον), ἐντροπήν τινα ἐν τῷ παραυτίκα πεποιημένος ἔξω βελῶν ἐγίνετο, λόγοις τε ἐς αὐτοὺς ἐχρῆτο ἀγαθὰ ἃ μὲν αὐτίκα ποιήσειν ἐπαγγελλόμενος εἰ βασιλεῖ μεγάλῳ τὴν πόλιν ἀμαχητὶ παραθήσουσιν, ὧν δὲ καὶ ἐλπίδα ὑποτείνων ἑξῆς· τούτων ἐπειδήπερ οἱ ἐπὶ τῆς πόλεως ἤκουσαν, ἱππέων ἐκδραμόντες τινές, οἱ δὲ καὶ λεμβαδίοις ἐμβάντες, παρεκάλουν αὐτὸν ἐπὶ τὴν πόλιν ἰέναι ἀνακεκλιμένας τὰς πύλας ὑποδεικνύντες. ὁ δὲ δείσας, ὅπερ ἦν μὴ ἐξαπάτη τις εἴη τὸ πρᾶγμα, ἐς πεῖραν ἐχώρει πρότερον. ἐκέλευε τοίνυν τῶν σὺν αὐτῷ μίαν νεῶν ἐπὶ τὴν ἀκτὴν ἰέναι δῆθεν ὁρμισομένην· ἀλλ' ἅμα τε προσιοῦσαν εἶδον αὐτὴν οἱ πολέμιοι καὶ ἀμφὶ τοὺς πεντακοσίους ἐς τὰς ἐπάλξεις ἀνέβαινον. ὃ κατιδὼν Ἀλέξανδρος μήπω πρὸς τοῖς ὅπλοις ἐκείνων γεγενημένων χρυσίον κεχυμένον ἐπὶ τοῦ κόλπου λαβὼν ἀπέβαινέ τε τῆς νεῶς θᾶσσον καὶ τοῖς ἐπὶ τῆς πόλεως δεικνὺς "ὃς ἂν πλούτου καὶ ἐλευθερίας ἐραστὴς εἴη δεῦρο παρίτω" ἀνέκραγεν "ὡς αὐτίκα τούτων ἀπολαυσόμενος." ὁ μὲν ταῦτα εἶπε, τῶν δ' ἐκ τῆς πόλεως πλῆθος ἐκδραμόντες πολὺ παραυτὰ βασιλεῖ προσεχώρουν, οὓς ὅρκοις καταλαβὼν ὁ στρατηγὸς σπεύσας ἐπὶ τὴν πόλιν εἰσῆγε τὸ στράτευμα. οὕτω χρυσίνου δελέατος οὐδὲν ἀνθρώποις ἀπατηλότερον γίνεται. ταῦτα γνόντες πολῖται οἱ ἄλ 140 λοι, οὓς οὐκ ἤρεσκε δηλονότι τὰ πραττόμενα, δρόμῳ ἐπὶ τὴν ἀκρόπολιν ἐχώρουν, ἐντός τε ἤδη τειχέων γεγονότες περὶ τῶν ὅλων ἐμάχοντο. ἦν τε πρᾶγμα πολλοῦ γε ὄντως θαύματος ἄξιον ὁρᾶν, τοὺς ἔναγχος καὶ φύσει καὶ γνώμαις συμβαίνοντας σήμερον ὥσπερ ἐπὶ τειχίσματι τῷ χρυσῷ διειργμένους, ἐχθρὰ φρονοῦντας ἀλλήλοις καὶ διεστηκότας ἤδη τοῖς ἔργοις. ταῦτα μὲν οὖν τῇδε ἐφέρετο. ἦν δέ τι φρούριον ἀνὰ τὴν πόλιν ἕτερον, ἐφ' οὗ Νικολάου τοῦ ἐν ἁγίοις ἵδρυτο νεώς, ὃ καὶ αὐτὸ ἐξελεῖν ὁ στρατηγὸς διανοηθεὶς τοιάδε τινὰ ἐποίει. ἄνδρας τεθωρακισμένους μέλασι περιστείλας ἀμφίοις ἐκέλευεν ὀρθρίσαντας ἐπὶ τὸν νεὼν ἐλθεῖν, ἐπειδὰν δὲ καὶ ἔνδοθεν γένοιντο τὰ ξίφη σπασαμένους ἔργου ἔχεσθαι. οἱ μὲν οὖν ἕωθεν τῷ φρουρίῳ προσιόντες τὴν πύλην ἔκοπτον· οἱ δ' ἔνδον μονήρεις τινὰς εἶναι τούτους ὑπειληφότες, τὰς πύλας αὐτοῖς διαζυγώσαντες εἰσεδέχοντο. καὶ τὸ λοιπὸν οὕτω δὴ καὶ τοῦτο Ῥωμαίοις ᾑρέθη. ἀλλὰ καὶ τούτου ἑαλωκότος οἱ ἐπὶ τῆς ἀκροπόλεως ἰσχυρογνώμονες ἔτι ἦσαν. μέχρι μὲν οὖν καὶ ἐς ἑβδόμην ἡμέραν οὕτω διετέλεσαν ἀντικαθήμενοι ἀλλήλοις, ἐπεὶ δὲ καὶ Βασαβίλας ἐνταῦθα ἦλθε δύναμιν ὡς πλείστην ἐπαγόμενος, τότε δὴ καὶ ταύτην Ῥωμαίοις παρέδοσαν. κατὰ ἔχθος γε μὴν τὸ πρὸς Ῥογέριον ἅτε ἀπανθρώπως αὐτοῖς ὁποῖα τοῖς τυραννοῦσιν εἴθισται προσφερόμενον, ἐς ἔδαφος αὐτὴν καθελόντες ἀφῆκαν, καίτοι πολλὰ τοῦ στρατηγοῦ πρὸς τοῦτο διενισταμένου καὶ χρημάτων ὠνεῖσθαι ταύτην μεγάλων ἀξιοῦντος. 141

4. Τὰ μὲν οὖν κατὰ Βᾶριν τῇδε ἐχώρησεν. ὁ δὲ Παλαιολόγος ἐπειδὴ ταύτην ἔσχεν, ἐπὶ Τρᾶνιν ἀπέπλει· ὁμολογίᾳ τε καὶ ταύτην παραστησάμενος, εἶτα καὶ Γιβενάτζιον, πόλιν λόγου ἀξίαν, ὑπόσπονδον ἐποιήσατο. ἦν δέ τις Ῥιτζάρδος ὄνομα, ἀνὴρ κολαστικός. ἄνθρωπον γὰρ καὶ ἐπὶ μικροῖς αὐτῷ προσκεκρουκότα ὡς ἱερεῖον καταθῦσαι, ἢ σπλάγχνα ἀνατεμεῖν καὶ χειρῶν ἢ ποδῶν ἀποστερῆσαι κόλασις αὐτῷ ἡ