1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

96

4. Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, Ἐρρίκος Ὀστριχίων δοὺξ σὺντῇ γυναικὶ Θεοδώρᾳ τῇ βασιλέως ἀδελφιδῇ ἐπὶ Σαρδικὴν ἦλθε, Φρεδερίκον τε τὸν Ἀλαμανῶν ῥῆγα τῷ βασιλεῖ διαλλάξων καὶ πολέμων ἐκεχειρίαν Οὔννοις ἐξαιτησόμενος. Φρεδερίκος γάρ, ὡς ἐν τοῖς ἔξωθέν μοι δεδιήγηται λόγοις, βασιλέως ἀντιπράττοντος αὐτῷ, τήν τε Ῥώμης ἀρχὴν παρὰ μικρὸν ἀφῃρῆσθαι ἦλθεν, ἐς τὸ πάλαι ἔθος ἀνακεχωρηκέναι τοῦ ἐν Ῥώμῃ ἀρχιερέως συνομολογήσαντος, καὶ ἄλλα τῶν οὐ κατὰ γνώμην ὑπέστη πολλά, τῶν τῇδε ἐθνῶν ἐκπεπολεμωμένων αὐτῷ ταῖς ἐκ βασιλέως συνωθήσεσι. δι' ἃ καὶ ὀλίγῳ μὲν πρότερον, ὁπηνίκα ἔτι ἐν κακοῖς ἦν, ὑποποιεῖσθαι τὸν βασιλέα θέλων, πέμψας φίλια διελέξατο κατὰ 262 Οὔννων τε ὥσπερ εἴρηται συνάρασθαι αὐτῷ ὡμολόγει. ἐπεὶ δὲ τὰ ἀμφὶ τῇ Ῥώμης ἀρχῇ τῷ πάπᾳ διωμολογημένα ἀνατετράφθαι ξυνέβη, ἅτε δὴ βασιλέως μὲν ἐπὶ Βυζάντιον τὴν Ῥώμης καὶ αὖθις μεῖναι ἰσχυριζομένου βασιλείαν, τοῦ δὲ πάπα τοῦτο μὲν οὐ καταδεχομένου ἐν Ῥώμῃ δὲ βασιλεύειν αὐτὸν ἀξιοῦντος, διὰ ταῦτα ἀναθαρσήσας Φρεδερίκος αὖθις τὴν δυσμένειαν ἐξεδείκνυ, εἰς γῆν τε τὴν Ῥωμαίων εἰσβαλεῖν διανοούμενος βαρβαρικῇ τινι ἀπονοίᾳ ἤδη καὶ διαμερίζειν αὐτὴν τοῖς περὶ αὐτὸν ἤρξατο. ἐπεὶ δὲ τοῦ βασιλέως ἀντιπραττομένου ἐπινοίαις ἑτέραις ἄπρακτος ἦν, ἐπὶ τὴν δι' Ἐρρίκου τούτου καὶ Βλαδιγράτζου ἐπεῖδε πρεσβείαν, μηχανώμενος ὅπως ἂν ἐν φιλίας προσχήματι ἀποσχέσθαι τῶν κατ' αὐτοῦ ἐγχειρουμένων ἀναπείσας τὸν βασιλέα αὐτὸς οὕτω ἐς τὸν κατὰ Ῥωμαίων εὐχερῶς ἀποδύσηται πόλεμον. ἀλλὰ βασιλεὺς ταῦτα ἐννοησάμενος Ἐρρίκον μὲν σὺν εὐμενείᾳ εἶδεν ἄνεσίν τε πολέμου Οὔννοις αἰτησαμένῳ ἐπένευσε, τῶν δὲ ἀμφὶ τῷ Φρεδερίκῳ πέρατι δέδωκεν οὐδέν. ἀλλὰ Ἐρρίκος ἐπὶ οἴκου ἀναχωρῶν, ἐπειδήπερ ἐν Παιονίᾳ ἐγένετο, Στέφανον ἀναπείθει τὴν Ταυροσκυθίδα διωσάμενον κόρην θυγατέρα τὴν αὐτοῦ ἀγαγέσθαι. γέγονε δὴ ταῦτα· καὶ Οὖννοι οὐ πολλῷ ὕστερον ∆αλματίαν αὖθις ἀφελέσθαι διενοήθησαν. ἄλλα τε οὖν στρατεύματα παρ' αὐτὴν ἦλθον καὶ ὁ παρ' αὐτοῖς τὴν ζουπάνου ἔχων ἀρχὴν (βούλεται δὲ τοῦτο τὸν μετὰ τὸν ῥῆγα παρὰ τῷ ἔθνει δε 263 δυνημένον) ἀλλὰ πολέμῳ μὲν τῶν τῇδε περιγενέσθαι οὐδαμῆ ἴσχυσαν, τὸν Χαλούφην δὲ ὑπὸ χερσὶ θέμενοι ἀνεχώρησαν. ὅπως γε μὴν Νικηφόρῳ τοῦτο συνέβη, αὐτίκα μοι λελέξεται. οὗτος στράτευμα Οὐννικὸν ἐπὶ χώρας γενέσθαι πυθόμενος, ὀλίγους τῆς περὶ αὐτὸν ἐπιθέμενος στρατιᾶς ἐξῄει τοῦ Σπαλαθᾶ. ἐν ᾧ δὲ τὴν πορείαν ἐτίθετο, οἱ πλείους τῶν αὐτῷ ἑπομένων κατ' ὀλίγους ἀπορρέοντες ἀεὶ εὐχείρωτον τοῖς πολεμίοις τὸν ἄνθρωπον ἔθεντο. περιστάντες οὖν αὐτὸν ἔργα χειρὸς ἐργασάμενον ἁδρᾶς αἰχμάλωτον ἔσχον.

5. Ὁ βασιλεὺς δὲ τούτων ἀκούσας ἐς Βυζάντιον ἦλθεν, ἔαρος σὺν μείζονι ἄλλῃ παρασκευῇ κατ' αὐτῶν ἀφικέσθαι διανοούμενος. οὐ μέντοι καὶ ἠδυνήθη περὶ τὴν στρατευσίμην ἐνταῦθα παραγενέσθαι ὥραν, τύχης ἐμποδὼν αὐτῷ χωρησάσης τινός, ἥτις ὁποία ποτὲ ἦν ὁ λόγος δηλώσει. ἐξῆκε μὲν ὁ χειμών, ἀνακεκαθαρμένου δὲ τοῦ ἀχλυώδους ἐπί τι σωφρονικὸν καθίει γυμνάσιον ἑαυτὸν εἰθισμένον ὂν βασιλεῦσι καὶ παισὶ βασιλέων ἀνέκαθεν. ἔστι δὲ τὸ τοιοῦτον. νεανίαι τινὲς εἰς ἴσα διαιρεθέντες ἀλλήλοις σφαῖραν σκύτους μὲν πεποιημένην μήλῳ δὲ παρεμφερῆ τὸ μέγεθος εἰς χῶρόν τινα ὕπτιον ἀφιᾶσιν, ὃς ἂν δηλαδὴ συμμετρησαμένοις αὐτοῖς δόξῃ, ἐπ' αὐτήν τε οἷόν τι ἆθλον ἐν μεταιχμίῳ κειμένην ἀπὸ ῥυτῆρος ἀντιθέουσιν ἀλλήλοις, ῥάβδον ἐνδέξια χειριζόμενος ἕκαστος συμμέτρως μὲν ἐπιμήκη εἰς δὲ καμπήν τινα πλατεῖαν ἄφνω τελευτῶσαν, ἧς τὸ μέσον χορ 264 δαῖς τισι χρόνῳ μὲν αὐανθείσαις, ἀλλήλαις δὲ δικτυωτόν τινα ξυμπεπλεγμέναις διαλαμβάνεται τρόπον. σπουδὴν μέντοι ἑκάτερον πεποίηται μέρος ὅπως ἂν ἐπὶ θάτερον προτερήσαντες μεταγάγωσι πέρας, ὃ δηλονότι ἀρχῆθεν αὐτοῖς ἀποδέδασται. ἐπειδὰν γὰρ ταῖς ῥάβδοις εἰς ὁποτερονοῦν ἐπειγόμενος ὁ σφαῖρος ἀφίκηται πέρας, τοῦτο ἡ νίκη ἐκείνῳ τῷ μέρει γίνεται. ἡ μὲν παιδιὰ τοιάδε τίς ἐστιν, ὀλισθηρὰ πάντη καὶ