1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

98

χώρων, ᾧ ∆αματρῦς ἡ κλῆσίς ἐστιν. ἐπὶ τοῦ ἔργου τοίνυν γεγονότι μέγα τι 267 χρῆμα θηρὸς ὑπαντᾷ, οὔπω μὲν λέοντος, οὐ γὰρ ξυνεχώρει λέγειν ἡ παρδαλῆ, τοῦτο δὲ αὖ ἀφῃρεῖτο τὸ μέγεθος καὶ ἡ πρὸς λέοντα ὁμοιότης· ἦν οὖν διπλῆ τις καὶ ἐπαμφοτερίζουσα φύσις, πάρδαλις ἐν λέοντι καὶ λέων ἐν παρδάλει, τεράστιόν τι μῖγμα ποιοτήτων, ἐν τῷ γενναίῳ τὸ γοργόν, τὸ θυμικὸν ἐν τῷ βλοσυρῷ, καὶ καθάπαξ πάντα δι' ἀλλήλων ἥκοντα τὰ ἀμφοῖν ἴδια. ὁ μὲν δὴ θὴρ τοιοῦτος ἦν, τῶν δὲ βασιλεῖ ἑπομένων, ἐπειδὴ τοῦτον εἶδον, ἀπερρύησαν οἱ πλείους. ἦν γὰρ οὐδὲ ἰδεῖν τοῖς πολλοῖς ἀνεκτός. ὡς δὲ καὶ ἀγχοῦ ἤδη ἐγένετο, οὐδεὶς ἦν τὸ λοιπὸν ὃς τούτῳ ξυνίστατο. ἀλλὰ βασιλεὺς φευγόντων ὃ παρήτητο ξίφος ἑλκύσας τὸν θῆρα πατάξων ἐφέρετο, πληγήν τε αὐτῷ τοῦ μετώπου κατενεγκὼν ἄχρι καὶ ἐπὶ στέρνα διήλασεν. ὁ μὲν δὴ βασιλεὺς τοιόσδε τις ἐπὶ θηροκτονίαις ἐγένετο. Ἀλέξιος δὲ (ἐπάνειμι γὰρ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην) τούτων ἀφέμενος τὰς τοῦ σουλτὰν ἀνεστήλου στρατηγίας, νήπιος ἅπερ ἐν σκότῳ φυλάσσειν ἐχρῆν ταῦτα ἐπὶ δωμάτων αὐτὸς δημοσιεύων κατὰ τὴν γραφήν. ὧν αἰσθόμενος βασιλεὺς ἐν ἰδιαζούσαις πολλάκις παραλαμβάνων αὐτὸν διατριβαῖς παραινέσεις προσῆγεν, ὅπως ἂν ἀπάγῃ τῶν μελετωμένων αὐτὸν προθυμούμενος. ὁ δὲ τοῦ σκοποῦ καὶ πάλιν ἀπρὶξ εἴχετο, καὶ δὴ ἄνδρα Λατῖνον μὲν γένος γόητα δὲ καὶ πολὺν τὰ δαιμόνια πράγματα θαμὰ συγκαλῶν ὡς ἑαυτὸν διωμιλεῖτό τε αὐτῷ γνησιώτατα καὶ ἀπορρήτων ἐκοινώνει σκεμμάτων. τὰ δὲ ἦν ὅπως ἂν βασιλεὺς ἀπαιδίαν ἐς ἀεὶ δυστυχοίη· φάρμακά τε πρὸς τοῦ κα 268 κοδαίμονος ἐπὶ τοῖς εἰρημένοις ἐλάμβανε πολλὰ καὶ οὐκ ἔληγε τὰ τοιαῦτα ἐνεργολαβῶν ὁ ταλαίπωρος. δι' ἃ καὶ πάλιν ὠνείδιζέ τε αὐτὸν βασιλεὺς καὶ τὴν παράνοιαν ἤλεγχεν. ὁ δὲ μετάμελος γεγονέναι δόξας ὁ αὐτὸς καὶ πάλιν ἦν. ὀλίγον γὰρ διαλιπὼν χρόνον προσελάμβανεν αὖθις τὸν δαιμονιώδη ἐκεῖνον καὶ περὶ τῶν αὐτῶν ἐκοινώνει. Κωνσταντίνῳ δήποτε τῷ ∆ούκᾳ συγγεγονώς, ὃς καὶ αὐτὸς βασιλέως ἔγημεν ἀδελφιδῆν "ὦ βέλτιστε" ἔφη "εἴ σοι βουλητὸν ἔσται γνώμης ἡμᾶς κοινωνήσειν μιᾶς, οὐκ ἄν τις (ἔφη) ἴσθι περιγενέσθαι ἡμῶν σχοίη." ἀλλὰ τοῦτο μὲν οὔπω σφόδρα καταφανὲς εἴρηται, ἕτερον δὲ πολλῷ τούτου ἐναργέστερον. Ἀλέξιόν ποτε ὁ Κασιανός, ἐπειδὴ πέρα τοῦ προσήκοντος ἀναπίπτοντα τοῦτον ἐς τὸν κατὰ Οὔννων πόλεμον ἑώρα ὁπηνίκα ξὺν τῷ Βελᾷ ἐπὶ Οὐννικῆς ἐστράτευε, προσελθὼν παρορμᾶν αὐτὸν ἐς τοῦτο ἐπεχείρει. ὁ δὲ παραλαβὼν ἰδίᾳ τὸν ἄνθρωπον "πυνθάνῃ" ἔφη "οὗ ἕνεκα πολέμων αὐτὸς ἀπέχομαι τὰ πολλά; ὅτι φειδῶ τοῦ ἀνθρωπείου πολλὴν ἴσχω γένους παρ' ἐμαυτῷ" τοῦ δὲ καί τι πρὸς τὸν λόγον τοῦτον ἐπενεγκόντος, ἔφη ἐκεῖνος "ὅτι βασιλεὺς ἐκτρῖψαι θέλων τὸ Ῥωμαϊκὸν ἀπροοράτως ὅπερ ἂν τύχῃ ἐπὶ μάχας αὐτὸ εἰσωθεῖν ἐκέλευέ μοι ἰσχυρῶς. σὺ δέ, εἴ μοι τὸν λόγον τοῦτον τηρήσῃς, φίλος ἡμῖν ἔσῃ." ὁ μὲν τοσαῦτα εἶπεν, ὁ δὲ Κασιανὸς βασιλεῖ ταῦτα ἐμήνυσεν. ἀλλὰ ταῦτα μὲν πρότερον· ὃ δὲ τελευταῖον εἴργαστο, τοιόνδε τι ἐγένετο. Σκυθῶν ὅμιλος ἐπὶ συμμαχίᾳ Ῥωμαίοις ἀφικόμενοι περὶ τῶν συντάξεων πολλὰ πολυπρα 269 γμονήσαντες πρότερον εἶτα δὴ κατέθεντο. ἀλλ' ὁ πρωτοστράτωρ ἰδίᾳ τούτοις ἐντετυχηκὼς χρήμασιν ἀναπείθει προσποιήσασθαι μὲν εἰς ἤθη τὰ πάτρια παλινοστεῖν, ἐπειδὰν δὲ ἀωρὶ τῶν νυκτῶν ἤδη γένηται, ἀθρόους τῇ βασιλέως ἐπιθέσθαι σκηνῇ ἔργου τε ἔχεσθαι. τέθειτο δὴ ταῦτα καὶ βεβούλευτο. ἀλλὰ παιδάριόν τι τῶν ἐπὶ σκηνῆς αὐτῷ ὑπηρετουμένων, ἐπειδήπερ ἔγνω τὴν ἐπιβουλήν, σπουδῇ ἐς τὸν ἐκτομίαν Θωμᾶν παρελθόν, ὃς εὐνούστατος βασιλεῖ τηνικάδε ἐτύγχανεν ὤν, ἐμήνυσεν αὐτῷ τὸ σκέμμα. ὁ δὲ εἰς βασιλέα τὸν πάντα λόγον ἀναγαγὼν εἶτα παρεστήσατο αὐτῷ καὶ τὸ παιδάριον. οὐ μὴν ἔτι τοῖς λεγομένοις βασιλεὺς πιστεύειν ἤθελεν, ἕως ἕωθεν οἱ Σκύθαι ἀπ' αἰτίας οὐδεμιᾶς ἀποχωρεῖν ἤρξαντο. αὐτοὺς μὲν οὖν ὑποσχέσεσιν ὑπελθὼν ἐπισχεῖν ἠδυνήθη, ἐπὶ δὲ Ἀλέξιον τοὺς αὐτὸν ἤδη συλληψομένους ἔστελλε, καὶ ταχὺ δεσμώτης ἦν ὁ ταλαίπωρος. μετ' οὐ πολὺ δὲ βασιλέως κελεύσαντος ἄνδρες τῶν ἐπὶ δόξης παρ' αὐτὸν ἦλθον, Ἰωάννης τε ὁ