1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

30

στρατοπέδου Ἀλαμανοὶ ἦσαν, νῶτα ἐδίδουν καὶ τὴν φυγὴν ὑπεκρίνοντο· ἐπειδὴ δὲ ἥ τε ἵππος αὐτοῖς ἐκεκμήκει καὶ τοῦ στρατοπέδου μακρὰν ἤδη ἐγεγόνεισαν, ἀποστρόφους τὰς ἐπελάσεις τιθέμενοι ἵππους τε καὶ αὐτοὺς ἔκτεινον. πολλάκις τε αὐτὸ γεγονὸς ἐς ὀρρωδίαν μέτρον οὐκ ἔχουσαν τούτους ἐνέβαλεν. ἦν οὖν ἰδεῖν τοὺς χθὲς θρασεῖς καὶ ἀλαζόνας καὶ θηρῶν δίκην ἀνυποστάτων ἐπιόντας, δειλούς τε καὶ ἀγενεῖς καὶ οὐδὲν οὔτε πρᾶξαι 82 οὔτε μὴν βουλεύσασθαι ἱκανούς. ὅτε δὴ καὶ Κορράδος (ἦν γὰρ θαρσαλέος τὰ πολέμια) κατὰ Περσῶν ἐλάσας τούς τε ἵππους ἀποβεβλήκει οὓς αὐτῷ ὁ βασιλεὺς δρομικοὺς μάλιστα ἔδωκε, καὶ αὐτῷ δὲ ὀλίγου καὶ ἁλῶναι πρὸς τῶν βαρβάρων τούτων ἐδέησεν.

17. Ἀλαμανοὶ μὲν οὖν ἐν τούτοις ἦσαν. ὁ δὲ τῶν Γερμανῶν ῥὴξ (ἠγγέλλετο γὰρ ἤδη τὸν Ἴστρον διαβὰς προσωτέρω χωρεῖν) οὐκέτι κατὰ Κορράδον ὑπὲρ τὸ δέον ἔγνω φρονηματίζεσθαι· τούς τε γὰρ ἐκ βασιλέως ἐπ' αὐτὸν ἥκοντας, φημὶ Μιχαήλ τε σεβαστὸν τὸν Παλαιολόγον καὶ Μιχαὴλ ᾧ τὸ ἐπώνυμον Βρανᾶς ἔκειτο, ἄσμενός τε εἶδε καὶ χάριτας διὰ ταῦτα βασιλεῖ ὡμολόγει δῆλός τε ἦν μηδὲν εἰσέπειτα ἐς Ῥωμαίους κακουργήσων. εἴτε δὲ ἐκ τῶν Κορράδῳ συμπεπτωκότων ἤδη σωφρονισθείς, εἴτε καὶ φύσει τοιοῦτον τῷ ἀνθρώπῳ τὸ ἦθος ἦν, λέγειν αὐτὸς οὐδαμῆ ἔχω. πλείονος δ' οὖν διὰ ταῦτα τῆς βασιλέως παραπολαύων διετέλει δεξιώσεως. ἐπεὶ δὲ ἀγχοῦ Βυζαντίου ἤδη ἐγένετο, πρέσβεις ἐς βασιλέα πέμψας φιλίαν τε ἔτι μᾶλλον ὡμολόγει καὶ ἐπὶ μεγάλοις συμπράξειν αὐτῷ συνετίθετο· εἰ δὲ συνέσεσθαι ἀλλήλοις καὶ λόγου κοινωνήσειν ἐν παλατίῳ βουλητὸν αὐτῷ ἔσται, οὐδὲ τοῦτο παραλιπεῖν ἤθελε. βασιλεὺς δὲ ἤκουσε τῶν λόγων οὐκ ἀηδῶς καὶ σὺν πεποιθήσει ἀφικέσθαι τοῦτον ἐκέλευεν. εἰσελαύνοντι τοίνυν ἄνδρες ὑπήντων αὐτῷ ὅσοι τε κατὰ γένος καὶ τύχην βασιλεῖ ἤγγιζον καὶ ὅσοι τὰς ὑπερηφάνους τῷ τηνικάδε διεῖπον ἀρχάς, προπέμψοντές τε μεγαλοπρεπῶς αὐτὸν ἐς τὰ βασίλεια καὶ τὰ εἰκότα 83 τιμήσοντες. ἐπειδή τε εἴσω τῶν ἀνακτόρων ἤδη ἐγένετο ἔνθα βασιλεὺς ἐπὶ τοῦ μετεώρου καθῆστο, χθαμαλή τις αὐτῷ ἐκομίζετο ἕδρα ἣν σελλίον ῥωμαΐζοντες ὀνομάζουσιν ἄνθρωποι, ἐφ' ἧς καθιζήσας τὰ εἰκότα τε εἰπὼν καὶ ἀκούσας τότε μὲν ἐς τὸ πρὸ τοῦ περιβόλου ἀπηλλάττετο προάστειον, ὃ Φιλοπάτιον καθάπερ ἤδη ἔφην ὠνόμασται τοῖς πολλοῖς, ἐνταῦθα καταχθησόμενος· ὀλίγῳ δὲ ὕστερον καὶ ἐς τὰ πρὸς νότον τῆς πόλεως σὺν τῷ βασιλεῖ ἦλθεν ἀνάκτορα, ἱστορήσων ὅσα τε ἐνταῦθα θαύματος ἄξια καὶ τοῖς ἐπὶ τὸν τῇδε νεὼν ἐντευξόμενος ἱεροῖς· φημὶ δὴ ὅσα τῷ σωτηρίῳ Χριστοῦ πελάσαντα σώματι Χριστιανοῖς ἐστι φυλακτήρια. τοσαῦτα ἐν Βυζαντίῳ τελέσας ὅρκοις τε τὰ πιστὰ δοὺς ἦ μὴν φίλος διὰ βίου καὶ σύμμαχος βασιλεῖ ἔσεσθαι, ἐπὶ τὴν Ἀσίαν διέβη καὶ αὐτός. 18. Ταῦτα μὲν οὖν τῇδε ἐπράσσετο. ὁ δὲ βασιλεὺς Νικόλαόν τινα ᾧ Μουζάλων ἐπίκλησις ἦν ἐς τὸν ἀρχιερατικὸν θρόνον ἀνάγει, ὃς εἰς τοὺς ἐκκλησιαστικοὺς μὲν πρότερον καταλόγους ἐτέλει, τὸν δὲ τῆς Κυπρίων ἐκκλησίας θρόνον λαχὼν εἶτα ἐθελοντὴς ἐκεῖθεν ἀφίσταται. ἀλλ' ἅμα τε ἐπὶ τῶν πραγμάτων ἐγίνετο καὶ ἅμα πᾶν κατ' αὐτοῦ κεκίνηται στόμα, παρανόμως αὐτὸν ἐπιπηδῆσαι λεγόντων τῷ θρόνῳ, ἅτε ξὺν τῇ λαχούσῃ τοῦτον ἐκκλησίᾳ καὶ τὴν ἱερωσύνην ἤδη προσαποθέμενον. ὁ δὲ τὸ μὲν πρῶτον ἰσχυρογνώμων τις ἦν καὶ τοῦ θρόνου μεθίεσθαι οὐ 84 δαμῆ ἤθελεν. ὡς δέ ποτε βασιλέως τῷ πράγματι διαιτήσαντος τὴν ἥττονα ἔγνω κληρούμενος, οὐχὶ καὶ εἰσαῦθις ἀνακριθήσεσθαι ἀνασχόμενος, ἀφίστατό τε τοῦ θρόνου καὶ καθ' ἑαυτὸν αὖθις ἐβίου· ἀνθ' οὗ Θεόδοτος ἀνὴρ ἐπὶ πλεῖστον ἀσκητικοῖς ἐγγυμνασάμενος προχειρίζεται πόνοις. Ἀλαμανοὶ δέ, καθάπερ εἴρηται, πρὸς τῶν Περσῶν πολλάκις ἀποκρουσθέντες πολλούς τε τῶν σφετέρων ἀποβαλόντες, ἐπειδὴ τὴν διὰ Φιλομίλιον ἀπέγνωσαν ἤδη διάβασιν, ὀπίσω λοιπὸν ἐφέροντο γενόμενοί τε ἐν Νικαίᾳ ἐνταῦθα Γερμανοῖς τε ὁδῷ ἰοῦσι συνέμιξαν καὶ ῥηξὶ τοῖς ἄλλοις μεγάλα καὶ αὐτοῖς ἐπαγομένοις στρατεύματα· ὧν ὁ μὲν τοῦ Τζέχων κατῆρχεν ἔθνους, ῥὴξ πρὸς τοῦ