1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

66

ἀμφοτέρους ἁλῶναι πρὸς τοῦ Ῥενάλδου. τούτων δὴ ἕνεκα βασιλεὺς ἐπὶ τὴν Κιλίκων ἐχώρει. ἐπειδὴ δὲ πρὸς τῇ μικρᾷ Φρυγίᾳ ἐγένετο, Πέρσαις ἐνταῦθα ὑπαντιάσας ἥττησέ τε πολέμῳ αὐτοὺς καὶ φόνον πολὺν εἴργαστο, τὴν παρακειμένην τε Περσῶν δῃώσας χώραν ὡς ἐπὶ τὴν Κιλίκων ἐφέρετο, σχηματιζόμενος ἐπὶ Πέρσας δῆθεν τὸν πόλεμον ἄγειν· τούτῳ δὲ τῷ τρόπῳ μηδὲν ὑφορώμενον τὸν Τερόζην καταλαβεῖν ᾤετο. ὅπως γε μὴν ἔτι μᾶλλον ἀπροσδόκητος αὐτῷ παραγένηται, κατὰ τάδε ἐποίει. Ἀλεξίῳ μὲν τῷ Κασιανῷ ὃς τὴν Σελευκείων τότε διεῖπεν ἀρχήν, τὸν αὐτόχθονα ἐκέλευεν ἀθροίσαντι στρατὸν ἐν παρασκευῇ ἔχειν· ὁ δὲ τὸ εὐζωνότερον ἀπολεξάμενος τῆς στρατιᾶς τὴν ἐπὶ Σελευκείας ἠπείγετο. τῷ δ' ἄλλῳ Ῥωμαίων στρατεύματι ἐνταῦθά που ἐπὶ τῆς Ἀττάλου μένοντι ἐπι-μελεῖσθαι τῶν ἵππων ἐκέλευεν. πάθος γάρ τι τοῖς αὐτῶν πέλμασιν ἐπιγεγονός, ὃ δὴ τῷ ἱππείῳ ἐπισκήπτειν εἴωθε γένει, ἰσχυρῶς αὐτοὺς ἐπίεζεν. ὡς δὲ αὐτὸς μὲν τὰ ἐπὶ Σελευκείας ἐξῆλθε πεδία, τὸ δὲ στράτευμα οὐ παρῆν ὥσπερ ἐκέλευε (παρημέλητο γὰρ τοῦτο πρὸς τοῦ Ἀλεξίου), ἐφ' ἕτερόν τι ἐτράπετο, σθένει παντὶ τὸν Τερόζην καταλήψεσθαι προθυμούμενος. Ἀλέξιον μὲν πρόσθεν ἔπεμψεν, εἴ πως Τερόζην αὐτῷ συμπλακέντα ἐνταῦθα ἐπισχεῖν δυνηθῇ, ὁ δὲ κατὰ νώτου τούτῳ ἐχώρει οὐ πλείους πεντακοσίων ἐπα 180 γόμενος ἀνδρῶν ὁπλιτῶν, καὶ τάχα ἂν ἥλωτό τε ὁ τύραννος καὶ ὑπὸ χερσὶν ἐγένετο Ῥωμαϊκαῖς, εἰ μὴ τύχη τις αὐτὸν ἐξ ἀπροσδοκήτου διεσώσατο. τῶν γάρ τις προσαιτούντων, οἳ πολλοὶ τῶν Λατίνων γένους ἐπὶ Παλαιστίνην ἰόντες ὄρη τε καὶ δρυμὰ περιτρέχουσιν ἀλῆται, καὶ οὐδὲν ὅ,τι τῷ πλήθει λείπουσιν ἄστειπτον, τῷ βασιλεῖ περιτυχὼν στατῆρά τε ἐξ αὐτοῦ κεκομισμένος χρυσοῦ τὴν ταχίστην ἐπὶ τὸν Τερόζην ἦλθε καὶ αὐτῷ τὴν βασιλέως ὅσον οὐκ ἤδη ἐπήγγελλεν ἄφιξιν. ταῦτα ἐκεῖνος ἀκούσας καταπέπληκτο μέν, ὡς τὸ εἰκός, τὸν μέντοι λόγον πρὸς οὐδένα τῶν ἁπάντων ἐξενεγκὼν ὅτι μὴ Θωμᾶν τε καὶ Κόρκην, ἄνδρας εὔνους αὐτῷ, φυγὰς ἄλλοτε ἄλλῃ φερόμενος ἐξέτρεχε πανταχοῦ. βασιλεὺς δὲ τῇ ὑστεραίᾳ ἐς τὴν Κιλίκων εἰσελάσας αὐτὸν μὲν εὗρεν οὐδαμοῦ, τὸ ἐν Λάμῳ δὲ φρούριον ἀμαχητὶ παρεστήσατο ἐρυμνὸν μάλιστα ὄν. εἶτα Κίστραμον καὶ Ἀνάζαρβον πόλιν εἷλε περιφανῆ. προϊὼν δὲ καὶ Λογγινιάδα σὺν πάσῃ τῇ περιοικίδι καταδραμὼν ἐδουλώσατο. ὅθεν ἐπὶ Ταρσὸν μεταβὰς ἣ μητρόπολις τῷ ἔθνει τούτῳ τυγχάνει οὖσα, αὐτὴν μὲν εἷλεν αὐτοβοεί, Τίλι δὲ κρησφύγετον μάλα ἐχυρὸν πέμψας ὑπὸ Ῥωμαίους ἐποιήσατο. ὅπως δὲ Ταρσὸν οὐδ' ἂν ὑπὸ μυριάδων ἁλώσεσθαι πολλῶν εὐχερῆ οὖσαν αὐθημερὸν αὐτὸς παρεστήσατο, δηλώσω ἔγωγε. ἐπειδήπερ δυσάλωτον οὖσαν αὐτὴν ἔγνω, τρίβειν ἐνταῦθα τὸν καιρὸν οὐδαμῆ ἤθελεν, ὅθεν καὶ αὐτὸς μὲν ἐφ' ἑτέρας ἐτράπετο πόλεις, Θεόδωρον δὲ γαμβρὸν αὐτῷ ἐπ' ἀδελφῇ γεγονότα Βατάτζην ἐπώνυμον ἐπ' ἐκείνην ἔπεμψε 181 πολιορκήσοντα. ἀλλ' οὔπω Θεόδωρος εἰς τὴν πόλιν ἀφίκετο, καὶ οἱ ἐπὶ τῶν ἐπάλξεων βασιλέα προσιέναι νομίσαντες ἐξαίσιόν τέ τινα πεφοβημένοι φόβον ἐρρίπτουν ἀπὸ τῶν πύργων ἑαυτοὺς δυσθανατοῦντες οἱ ταλαίπωροι, ἥ τε πόλις εὐθύωρον τοῦτον ᾑρέθη τὸν τρόπον.

18. Ταρσὸς μὲν δὴ οὕτως ἑάλω· Τερόζης δὲ καὶ Ῥενάλδος ὁ πρίγκιψ ταῦτα ὁρῶντες βασιλεῖ μὲν οὐδαμῆ διαπρεσβεύεσθαι ἐτόλμων ἅτε μεγάλα ξυνειδότες ἑαυτοῖς κακά, παρὰ δὲ τῶν γνησιωτάτων αὐτῷ τινας πέμποντες ἱκέτευον ἱλάσασθαι σφίσι τὸν βασιλέα. ὡς δ' ἀπετύγχανον τοῦ σκοποῦ, Ῥενάλδος πανταχόθεν ἐξαπορούμενος τὴν Ἀντιοχείας ἀκρόπολιν ἐγχειριεῖν βασιλεῖ διωμολόγει, εἰ κακῶν ἀμνηστήσειεν αὐτῷ. συνίει γὰρ καὶ τοῦ Ἀντιοχείας ἀρχιερέως, ὃν αὐτοὶ ὁμογενῆ σφίσιν ἐφιστᾶσι πατριάρχην δῆθεν αὐτὸν κλεΐζοντες, δυσμένειάν τινα καὶ κότον ἐπ' αὐτῷ τρέφοντος ἐξ αἰτίας τοιᾶσδε. Ῥενάλδος, ὅπερ ἤδη ἐλέγομεν, ἐσχάτην ἑαυτῷ πενίαν ξυνειδὼς Κύπρον τε καταδραμεῖν διενοήθη καὶ τὸν ἀρχιερέα τοῦτον ἰδίᾳ παραλαβὼν χρήματα αὐτῷ δοῦναι ἠξίου· ἐν εὐπορίᾳ γὰρ εἶναι πολλῇ τοῦτον ἐγίνωσκεν. ὡς δ' οὐκ ἔπειθε, τῶν ἀμφίων ἀφελόμενος τὸν ἄνθρωπον πολλὰς μὲν