1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

8

περιγράφεσθαι. ἐκ τούτου δὲ πολέμου σχεδὸν οὐδενὶ Ῥωμαίων ἐφ' ἵππῳ ἐπανιόντι ξυνέπεσε.

10. Τὰ μὲν δὴ νέας Καισαρείας ἐνταῦθα ἐτελεύτα. βασιλεὺς δὲ Πέρσας ἐς αὖθις Σωζόπολιν πυθόμενος πολεμεῖν, πασίρρωμος ἐνταῦθα ἐφέρετο. ἐπειδή τε οὐδενὶ πολεμίων ἐντετυχηκέναι αὐτῷ ἐγένετο (ἤδη γὰρ ἐπιέναι σφίσι Ῥωμαίους πυθόμενοι ᾤχοντο ἀπιόντες), ἐπὶ τὴν Πασχούση καλουμένην λίμνην διεβίβαζε τὸν στρατόν. αὕτη γὰρ δὴ ἐς ἄφατόν τι μῆκος καὶ εὖρος ἐκτεινομένη νήσους κατὰ μέσον παρέχεται διακριδὸν ἀλλήλαις τοῦ ὕδατος ἀνεχούσαις, ἐν αἷς φρούρια ἐκ παλαιῶν ἀνῳκοδόμηται χρόνων. οἰκοῦσί τε ἐν αὐτοῖς ἄνθρωποι τὸ ὕδωρ ἀντὶ ταφρείας πεποιημένοι· ἔξεστι δ' αὐτοῖς ἐς Ἰκόνιον ἀνιοῦσιν αὐθημερὸν ἐκεῖθεν ἐπανελθεῖν. οὗ δὴ ἕνεκα μάλιστα βασιλεὺς περὶ πλείστου τὴν τῆς λίμνης ἐπικράτησιν ἐποιεῖτο. τῶν δ' ἐν αὐτῇ Ῥωμαίων οὐκ ἐνδιδόντων ταύτην αὐτῷ (χρόνῳ γὰρ δὴ καὶ ἔθει μακρῷ Πέρσαις τὰς γνώμας ἀνακραθέντες ἦσαν), τοιάδε τινὰ ἐνενόει. λέμβους ὡς πλείστους καὶ ἀκάτια ξυναγαγὼν ξύλοις ἄνωθεν ἐπεζεύγνυ· ἐπὶ τούτων δὲ τὰς μηχανὰς θέμενος εὐθὺ τῶν εἰρημένων ἦγε φρουρίων. ἔνθα ξυνέβη πνεύματι ξηρῷ τῆς λίμνης ἐκταραχθείσης πολλοὺς τῶν Ῥωμαίων ἀπολωλέναι στρατιωτῶν· μόγις δ' ὅμως καὶ ξὺν βίᾳ πολλῇ καὶ ταῦτα εἷλεν. ἐπειδή τε Ῥαϊμοῦνδον τὸν Ἀντιοχείας πρίγκιπα νεωτερίζειν ἐπύθετο, εὐθὺ 23 καὶ πάλιν Κιλίκων ἐχώρει, κατὰ νοῦν ἔχων τὴν Κιλίκων καὶ Ἀντιοχέων ξὺν Ἀττάλου καὶ Κύπρῳ εἰς κλῆρον ἀποδώσεσθαι τῷ Μανουήλ. ὅθεν δὲ ἐπὶ ταυτηνὶ τὴν ἔννοιαν ἦλθεν ἐρῶν ἔρχομαι. φθάνει μὲν Ἀλεξίῳ, ὃς πρεσβύτατος αὐτῷ παίδων ἐγένετο, τὰ Ῥωμαίων ἐκ πολλοῦ μνηστευσάμενος σκῆπτρα. ἐπεὶ δὲ καὶ Μανουὴλ ἔσχατος αὐτῷ γένοιτο, φάσεις αὐτίκα ἐφοίτων καὶ ξύμβολα βασιλείας εἰς τὸν παῖδα ἐγνωρίζετο, ὧν ἑνὸς ἢ δυοῖν ἐπιμνησθῆναι οὔ μοι ἔδοξεν ἄπο εἶναι καιροῦ. ἐπειδή ποτε πρὸς ὕπνον κατέδαρθεν ὁ Μανουήλ, γυνή τις ὄναρ ἐφίσταται τούτῳ, ὄψις σεμνή, μέλαινα ἐσθής, ἐν δὲ χερσὶ πέδιλα ὁποῖα βασιλεῦσιν ὑποδεδέσθαι νόμος. καὶ παρείχετο τῷ Μανουὴλ χρῆσθαι κελεύουσα ἀποσεισαμένῳ ταυτί· ἐδείκνυε δὲ τὰ συνήθη κυανά. ὃ δὲ θορύβου μεστὸς ἀνεγρόμενος ἐπειδὴ μὴ ἐντυγχάνειν τοῖς ὁραθεῖσιν εἶχεν, ἐκλαυθμυρίζετο κατὰ τοὺς παῖδας καὶ ἀφῃρῆσθαι ταῦτα παρά του τῶν περὶ τὴν ἑστίαν ᾤετο. τοῦτο μὲν δὴ τοιοῦτον, ἕτερον δὲ οὐδὲν αὐτῷ ἔλασσον. ἦν τις μοναχῶν· πατρὶς αὐτῷ Γαλιλαία, βίος ἀναχωρητικός τε καὶ ὄρειος· οὗτος ἐπειδή ποτε ἐς ὁμιλίαν βασιλεῖ καθίστατο Ἰωάννῃ, τοὺς παῖδας ἐς αὐτὸν παρελθόντας ἰδὼν τοῖς μὲν ἄλλοις ὅσα καὶ ἰδιωτικοῖς προσηνέχθη, Μανουὴλ δὲ τοῦτον σὺν εὐλαβείᾳ προσιὼν ἐπευλόγει. πυνθανομένου δὲ βασιλέως ὅτου ἕνεκα ταῦτα ποιοίη, ὑπολαβὼν ὁ μοναχὸς "ὅτι" ἔφη, "μόνος ἐξ ἁπάντων Μανουὴλ βασιλεὺς ἐμοὶ φαίνεται." ἐκ δὲ τούτων καὶ τοιούτων ἄλλων ἐς ἀπεράν 24 τους ὁ βασιλεὺς ἐννοίας ἐξέπιπτεν, ἀναλύειν δ' οὐκ ἔχων ἅπερ αὐτῷ δόξειεν ἀρχῆθεν ἐς τὸν εἰρημένον σκοπὸν ἔβλεψεν. ἀλλ' ἔοικεν ἀνθρωπίνης ἄρα ἐπινοίας τῶν πάντων πραγμάτων ἠρτῆσθαι μηδέν. οὔπω γὰρ τῆς Κιλίκων ἐφίστατο, καὶ δυεῖν μὲν ἀφῄρητο παίδων οἳ χρόνῳ προῆκον, ἅτερος δὲ τοῖν ἀπολελειμμένοιν, ἐπεὶ μηδ' αὐτῷ ξυνέβαινεν ἐς τὸ σῶμα καλῶς ἔχειν, ἀπῄει τοὺς νεκροὺς ἐς Βυζάντιον ἀνακομίζων. βασιλεὺς δὲ ἐπὶ τῆς Κιλίκων τὸν βίον ξυνεμερίσατο, καὶ Μανουὴλ λοιπὸν εἰς τὸν βασιλείας ἄνεισι θρόνον. ἄξιον δὲ καὶ τὸν τῆς τελευτῆς αὐτοῦ τρόπον διηγήσασθαι. ἐξιόντι πρὸς θήραν αὐτῷ σῦς ἀπήντα, μέγα τι χρῆμα, ὁποῖα πολλὰ ἡ Κιλίκων τρέφει γῆ καὶ ὄρη τὰ Ταυρικά. ὃ μὲν οὖν ἀκόντιον ὥς φασι χειρισάμενος ἐπιόντα τοῦτον ὑφίστατο· ὃ δὲ τῆς αἰχμῆς τῷ στέρνῳ ἐγκρυφθείσης θυμαίνων ἐπὶ τῇ πληγῇ ὠθισμῷ μᾶλλον ἐχρῆτο, ὡς ἐντεῦθεν τὴν βασιλέως χεῖρα διὰ σφοδρὰν τὴν ἀντέρεισιν τοῦ εὐθέως ἐκτραπεῖσαν ἐφ' ἣν παρήρτητο παρενεχθῆναι φαρέτραν πλήρη βελῶν οὖσαν. εὐθὺς οὖν τραῦμα ἐπηκολούθει ταῖς ἀκίσι ξυσθέντος αὐτοῦ τοῦ ἐπικαρπίου· καὶ ἀφρὸς μὲν ἐντεῦθεν ἐξεμύσατο ὕφαιμος,