1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

88

Ῥωμαϊκῶν. ᾔεσαν μὲν γὰρ διὰ τοῦ ποταμοῦ, Ῥωμαῖοι δὲ παρατάξεως σχῆμα ποιησάμενοι κατὰ μέσον ἀπολαμβάνουσιν αὐτοὺς συχνά τε τοῖς τοξεύμασιν ἔβαλλον, ἐφ' οἷς ἀπειρηκότες ἐκεῖνοι πρύμναν ἐκρούσαντο. αἱ μὲν οὖν ἄλλαι νῆες αὐτῶν θατέρᾳ τοῦ ποταμοῦ πελάσασαι ὄχθῃ τὸν κίνδυνον ἔφυγον, μία δὲ αὐτῶν ἀνδρῶν πλέα τῶν παρ' αὐτοῖς στρατηγούντων ὑποχείριος Ῥωμαίοις ἐγένετο σκευαστῷ πυρὶ καταπλήξασι ταύτην. Οὖννοι τοίνυν, ἐπειδὴ καὶ ταύτης ἀπετύγχανον τῆς πείρας, ἐφ' ἑτέρας ἐτράποντο. τῶν γὰρ τῷ Στεφάνῳ διυπηρετουμένων Οὔννων χρήμασί τινας ὑποκλέψαντες δηλητήριον τῷ ἀνθρώπῳ κεράσαι ἀνέπεισαν. κἀντεῦθεν ἥ τε πόλις ἑάλω καὶ Σίρμιον ἅπαν ὑπὸ Οὔννους αὖθις ἐγένετο. οἱ μέντοι ἔνδον Ῥωμαῖοί τε καὶ Οὖννοι, ὅσοι σὺν τῷ Στεφάνῳ ἐτάττοντο, ἀσινεῖς διεγένοντο, ἅτε ὁμολογίᾳ τοιαύτῃ τὴν πόλιν ἐνδόντες αὐτοῖς. Οὖννοι δὲ τῷ τοῦ Στεφάνου ἐνυβρίζοντες νεκρῷ τὸ μὲν πρῶτον οὔτε ὁσίας μετέδωκαν οὔτε τινὸς ἄλλου τῶν ἐπὶ τεθνεῶσι νομίμων ἠξίωσαν, πρὸ δὲ τῶν τῆς πόλεως ἔκθετον ποιη 240 σάμενοι πυλῶν, ἄταφον μένειν ἐδικαίουν. ὀψὲ δ' οὖν ὑπὸ τῆς φύσεως παρακληθέντες ἐς τὸν Στεφάνου τοῦ πρωτομάρτυρος ἄγουσι νεών, ἔνθα τῷ χώματι τοῦτον ἔδωκαν. 14. Τούτων ἀκούσας βασιλεύς, καίτοι τῆς βασιλίδος νόσῳ βαρείᾳ τῷ τηνικάδε πιεζομένης, αὐτὸς δαιμονίᾳ τινὶ ὥσπερ εἰώθει κεκινημένος ὁρμῇ καθίστατο πρὸς τὸν πόλεμον. ἐν Σαρδικῇ τοίνυν τῇ Ἰλλυριῶν γενόμενος μητροπόλει ἐνταῦθα τὸν στρατὸν ἤθροιζεν. Ἰουνίου δὲ φθίνοντος ἐκεῖθεν ἄρας ἐπὶ τὸν Ἴστρον ἦλθε. μέλλων δὲ ἤδη περαιοῦσθαι κατὰ τάδε ἐποίει. ὁπόσον ἐν τῷ στρατεύματι ὁπλίσει τε διαφέρον καὶ μαχιμώτερον ἦν, ἀντικρὺ Χράμου πόλεως ἔστησεν Οὐννικῆς, δόκησιν παρέχων ὡς αὐτίκα ἐκεῖθεν περαιωσόμενος. ὅθεν καὶ ἐπειδὴ ἀντίπορθμον ἐνταῦθα τὸ Οὐννικὸν ἑστὼς εἶδεν, ἐπὶ Βελέγραδα μεταβὰς ὄρθρου ἐκεῖθεν ἀπέπλει. ἐντεῦθέν τε διῃρῆσθαι συνέβαινε τοὺς πολεμίους ἑκατέροις ἀντιτάξασθαι διανοουμένους μέρεσι. πλὴν ἀλλὰ καὶ οἱ Ῥωμαῖοι ὀκνήσει πολλῇ ἐς τὴν διάβασιν εἴχοντο, ὃ γνοὺς βασιλεὺς αὐτὸς πρὸ τῶν ἄλλων, ὁποῖα πολλάκις ἤδη τολμήσας ἔτυχε, λεμβαδίῳ ἐπιβὰς ἐπὶ τὴν ἀντιπέρας ἐφέρετο ὄχθην, ἑξῆς δὲ καὶ ὁ Ῥωμαίων στρατὸς τὴν βασιλέως ὁρμὴν αἰδεσθέντες ἐπὶ τὰς ναῦς ἐχώρουν. Οὖννοι δὲ ἐπειδὴ βασιλέα περαιωσάμενον εἶδον, ἔλυόν τε παρ' αὐτὰ τὸν συνασπισμὸν καὶ ἀνεχώρουν ὀπίσω. ὅτε συνέβη τῷ βασιλεῖ ἐν τῇ πρὸς τὴν πολεμίαν ἀποβάσει πλέον ἢ ἐχρῆν 241 ἁλομένῳ (οὐδὲ γὰρ συνεχώρει τὸ τεναγῶδες τῇ χέρσῳ διοκεῖλαι τὴν ναῦν) θάτερον παρασφήλαντα τοῖν ποδοῖν πονήρως αὐτῷ διατεθῆναι. ὁ δὲ οὐδὲ ὣς τῆς ἄγαν ἤθελε λήγειν προθυμίας, ἀλλά τινα τοῦ ποταμοῦ γὰρ οὖν ἐπειγόμενος ἐκτροπήν, ἐν τούτῳ τε διημερεύσας τῷ πόνῳ εἰς ὄγκον ἐπῆρε τὸ πεπονηκὸς αὐτῷ τοῦ ποδὸς μέρος. τῶν δὲ τὴν Ζεύγμην φρουρούντων βαρβάρων ὡς πλεῖστοι τειχέων ἐκδραμόντες ὡς ἀντιταξόμενοι ἔστησαν. ἀλλ' ἅμα τε βασιλέα εἶδον καὶ ἄλλος ἄλλον προφθάνειν ἐπειγόμενοι ταραγμῷ καὶ θορύβῳ ἐς τὴν πόλιν εἰσέπιπτον ἐπεξιέναι τε οὐκέτι ἐτόλμων. καὶ λοιπὸν Ῥωμαῖοι τὰ πρὸς τειχομαχίαν ἐξηρτύοντο. τρίτῃ δὲ μετ' ἐκείνην ἡμέρᾳ καὶ ἔργου εἴχοντο. οἱ δὲ βάρβαροι ἐκ τῶν ἐπάλξεων ἀμυνόμενοι κεκραγμῶν τινων καὶ ἀσήμων ἀλαλαγῶν τὸν ἀέρα ἐπλήρουν ἔβαλλόν τε διηνεκὲς καὶ ἐβάλλοντο. ἀλλ' ἐπὶ τοιούτοις μὲν ἡ αὐτίκα καὶ ἡ μετ' ἐκείνην ἠνάλωτο, καὶ οὐδὲν οὔτε Ῥωμαίοις οὔτε Οὔννοις προὐχώρει. ἐγὼ δὲ καὶ ἄλλα μὲν τῶν εἰς ἐκείνην τετελεσμένων θαυμάζειν ἔχω τὴν πολιορκίαν, τήν γε μὴν τοῦ βασιλέως τόλμαν, εἰ μὴ παρὼν ἐτύγχανον τῇδε τῶν πραττομένων αὐτόπτης γινόμενος, σχολῇ ἂν ἀφηγουμένοις ἐπίστευσα. Ῥωμαῖοι γὰρ ξύλινον τεκτηνάμενοι πύργον ἀναβαίνειν ἐπὶ τὴν πόλιν διενοοῦντο, ὡς ἀπὸ χειρὸς τοῖς ἐπὶ τῶν ἐπάλξεων ἀντικαταστησόμενοι βαρβάροις. ὁ δὲ πρῶτος τῶν ἄλλων ἀναβαίνειν ἠξίου "ταύτην δέ μοι" λέγων "ἄνδρες Ῥωμαῖοι, μείζω τῶν ἄλλων χαριεῖσθε τὴν εὔνοιαν, εἴ γε ἀναβαίνοντα κωλύετε μηδέν." οὐ μέντοι καὶ 242 ἐξέπραξε τὸ ἐπιθύμημα. οἱ γὰρ προὔχοντες τῶν στρατηγῶν περιστάντες αὐτῷ