1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

70

ἤθελε. ταῖς τοίνυν τοῦ βασιλέως συνεπεκτείνεσθαι καὶ αὐτὸς φιλοτιμούμενος ὁρμαῖς δαιμόνιόν τινα περὶ ταῦτα στρεφομένου τρόπον ἔλαθε σὺν τῷ ἵππῳ κατολισθήσας τήν τε χεῖρα, ὥσπερ εἴρηται, κακῶς ἔπαθεν, ἣν ἐν τῷ παραυτίκα καταδήσας βασιλεὺς τὰ εἰκότα τε ἐπιμελησάμενος ὀλίγαις ὕστερον ἀπήλλαξεν ἡμερῶν. ἦν γὰρ καὶ τά γε τοιαῦτα πολλοὺς τῶν διὰ βίου περὶ τὴν ἰατρῶν ἀναστραφέντων παρελαύνων τέχνην. ἀμέλει καὶ φλέβας εἶδον αὐτὸν ἔγωγε τέμνοντα καὶ φάρμακα νοσοῦσι τεχνιτῶν ἀπορίᾳ παρεχόμενον, ἤδη δὲ καὶ πολλὰ τῶν Ἀσκληπιαδῶν συνεισενεγκάμενον ἐπιστήμῃ, ἅπερ ἄγνωστα ταύτῃ τοῦ παντὸς ἔμεινεν αἰῶνος, τῶν ὅσα ἐπιχρίεσθαι πέφυκε καὶ ὅσα ποτά, ἃ καὶ ἔξεστι τῷ γε βουλομένῳ ἐκ τῶν κοινῶν ἀναλέγεσθαι νοσοκομείων, ἃ ξενῶνας καλεῖσθαι ἔθος ἐστίν. ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον. ὁ δὲ βασιλεὺς τῆς ἐπὶ Βυζάντιον λοιπὸν ἐμέμνητο. ὡς δὲ τὴν ἐπιτομωτέραν ὁδεύσειε, Παμφυλίας ἀφέμενος διὰ Λυκαονίας μέσης τὸν στρατὸν ἦγε, καίτοι πολλὰ πρὸς τοῦτο τοῦ σουλτὰν ἀπολέγοντος. ἐπειδὴ γοῦν Ἀράνδης ἀγχοῦ πόλεως ἐγένετο, καταπλαγέντες οἱ Πέρσαι ᾤχοντο φεύγοντες, οἰόμενοι αὐτίκα Ῥωμαίους Ἰκο-νίῳ προσβαλεῖν. ὡς δὲ οὐδὲν αὐτοῖς πρὸς τῶν Ῥωμαίων ἄχαρι ἐγένετο, ἀνεθάρσησάν τε καὶ τῶν ἐπιτηδείων ἐκφέροντες ἄφθονα 191 τούτοις παρεῖχον. ἀλλ' οὐκ ἦν μέχρι παντὸς Πέρσαις τὸν ἐντρεφόμενον σφίσι χόλον κατασχεῖν. ἀμέλει καὶ ἐν Κοττυαείῳ γεγονότων ἤδη Ῥωμαίων, τισὶν αὐτῶν τοῦ λοιποῦ στρατεύματος ἀπορραγεῖσιν ἐπιθέμενοι ἔκτεινάν τε καὶ ζωοὺς εἷλον. ὁ δὲ βασιλεὺς τότε μὲν ἐπὶ Βυζάντιον ἦλθε, θρίαμβόν τε καταγαγὼν μέγιστον καὶ θεῷ τὰ ἐπινίκια θύσας ἐν παλατίῳ κατήχθη.

22. Ὀλίγῳ δὲ ὕστερον Πέρσας ἀμύνασθαι τῆς ἐς αὐτὸν παροινίας διανοηθεὶς ἐς τὰς Κυψέλλων πεδιάδας τὸν στρατὸν ἤγειρεν. ἐν τούτῳ δὲ ἐπὶ τοὺς ἐν Ἀσίᾳ ἀρχάς τινας διέποντας Ῥωμαίων πέμψας ἐκέλευε κατὰ τακτόν τινα χρόνον ἄλλοθεν ἄλλον ἐμβαλεῖν εἰς τὸ Περσικόν. ἐποίει δὲ ταῦτα ὅπως ἕκαστοι Περσῶν ἐπιβοηθεῖν ἀλλήλοις ἀδυνάτως ἔχοιεν, ὅπερ εἰς ἔργον ἐκβὰν μεγάλα τὴν Περσῶν ἐλύπησε. βασιλεὺς δὲ ἐπεὶ ἀμφὶ τροπὰς ἤδη χειμερινὰς ὁ ἥλιος ἐγένετο, διὰ τοῦ Ἑλλησπόντου πορθμοῦ ἐπὶ Ἀσίαν διαβὰς ἄχρι ∆ορυλαίου ἦλθε περὶ ἄμφω τὼ ποταμώ, ὧν ὁ μὲν Βαθὺς πρὸς τῶν ἐγχωρίων, Θύβρις δὲ ἅτερος ὀνομάζεται, τὴν περιοικίδα τε πᾶσαν καταδραμὼν μυρίαν ἐκεῖθεν ἀνδρῶν καὶ ζώων ἄλλων ἤλασε πληθύν. Πέρσαι δὲ τῆς τῶν σφετέρων αἰσθόμενοι ἀπωλείας κατὰ συστήματα καὶ λόχους ἤδη προφαίνεσθαι ἤρξαντο. βασιλεὺς δὲ τὸν μὲν ἄλλον Ῥωμαίων στρατὸν ληϊσόμενον τὰ ἐν ποσὶν ἔπεμψεν, αὐτὸς δὲ ἐπὶ τὰ ἄποπτα τῶν τῇδε χωρίων ἀναδραμὼν σὺν ὀλίγοις τῶν περὶ 192 αὐτὸν ἀνατείνειν τὰς βασιλείους ἐκέλευσε φόρμιγγας, δέος ἐντεῦ192 θεν ἐμποιεῖν τοῖς πολεμίοις μηχανώμενος βασιλέα τοῦ πολέμου τοῦδε στρατηγεῖν οἰηθεῖσι. πολλὰ γὰρ πολλάκις αὐτοχειρίᾳ κατὰ τῶν βαρβάρων τούτων χρησάμενος, εἴ ποτε λοιπὸν ἀπροσδόκητος αὐτοῖς ἐξεφάνη, σκηπτὸς μόνον οὐ τούτοις ἐδόκει, καὶ ὑπεχώρουν μηδὲν αἰδεσθέντες, χιλιάδες, φασίν, ἂν οὕτω τύχῃ, καὶ μυριάδες, ὁπλοφοροῦντες ἄνδρες καὶ σιδηρόφρακτοι. ταῦτα ἐμοί γε εἰς ἀκοὴν πίπτοντα ἧττον ἀληθῆ ἐδόκει, ὥσπερ οὐδὲ τὰ Φωκᾶ καὶ Τζιμισκῆ ἔργα τῶν οὐ λίαν ἀρχαίων τούτων αὐτοκρατόρων, ἢ εἴ τινες ἄλλοι παρ' αὐτοὺς ἐπ' ἀνδρείᾳ ὄνομα ἔσχον. εἶναι γὰρ πέρα πίστεως, ἀνδρὸς ἑνὸς ὅλας ἡττῆσθαι χιλιάδας καὶ δόρατι ἑνὶ μυριοπληθεῖς καταγωνίζεσθαι πανοπλίας. ὅθεν εἰ καί ποτε ταῖς βασιλείοις ἐπιχωριάζων αὐλαῖς τὰ τηλίκα τῶν ἔργων ἀποθειαζόντων ἀκήκοα τῷ βασιλεῖ, ἰλιγγιῶν τοῦ συλλόγου ἀπεπήδων. φύσει γὰρ πρὸς κολακείαν ἄξεστον ἐμπέφυκέ μοι τὸ ἦθος, καὶ οὐκ ἂν οὐδὲ ῥῆμα σμικρὸν ἑκὼν ἰέναι προείμην ὅτι μὴ σὺν ἀληθείᾳ καὶ στόματι ἐλευθέρῳ. τὰ δὲ τοιαῦτα τοῖς ἐν ταῖς ἀρχαῖς ἀεὶ πρὸς τοῦ δόμου καὶ τοῖς ἐν τέλεσι καταχαρακτηρίζεσθαι εἴων, ἕως εἰς ὄψιν ἦλθέ μοι τὰ τοῦ πράγματος ἐν μέσοις καὶ αὐτῷ πολεμίοις οὕτω τυχὸν περιειλημμένῳ κἀκ τοῦ σχεδὸν ὁρῶντι τὸν