1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

41

τούτου μὲν διήμαρτεν. ἰσχιάσαντι γὰρ τῷ βαρβάρῳ ξυνέβαινε κενὴν τῆς πλευρᾶς διεκπεσεῖν τὴν αἰχμήν. ἀπὸ χειρὸς δὲ λοιπὸν αὐτῷ συνεπλέκετο. ὅπερ ὁ Βακχῖνός τε αὐτὸς καὶ οἱ περὶ ἐκεῖνον ἰδόντες Ἰωάννην μὲν αὐτοῦ ἔλιπον, ἐπὶ δὲ βασιλέα δρόμῳ ἦλθον. καὶ τὸ πρᾶγμα φρίκης μεστὸν ἦν. ἀλλὰ βασιλεὺς τὸ μὲν δόρυ μεθίει, ὃ δὲ παρήρτητο ξίφος ἑλκύσας πυκνὰ παρ' αὐτοῖς ἐστρέφετο παίων ἀεὶ καὶ παιόμενος, ἕως τῶν ἄλλων σκεδασθέντων εἰς αὐτόν τε καὶ Βακχῖνον τὰ τῆς μάχης ἀπεκρίνατο πάσης, ἀνδρείᾳ τε διαφέροντα καὶ σώματι μεγάλῳ ἐς ἄγαν κεχρημέ 112 νον. μετὰ πολλὴν γοῦν τινα συμπλοκὴν Βακχῖνος μὲν τῷ βασιλεῖ τῆς σιαγόνος τὸ ξίφος κατενεγκὼν ἔπληξεν, οὐ μὴν καὶ διελάσαι τὸ ἐκ τοῦ κράνους ἐπὶ τὰς ὄψεις ἠρτημένον ἠδυνήθη παραπέτασμα. οὕτω μέντοι ἰσχυρὰ ἡ πληγὴ γέγονεν, ὡς τοὺς κρίκους ἱκανῶς τῇ σαρκὶ ἐνιζήσαντας ἐπὶ πλεῖστον ἐκτυπωθῆναι. ὁ δὲ βασιλεὺς τῆς χειρὸς τὸν βάρβαρον ἀφελόμενος τῷ ξίφει τῷ ἐξαδέλφῳ παρεδίδου φέρων, ὁ δὲ καὶ πάλιν ἐπὶ τοὺς πολεμίους ἐσφάδαζεν ἰέναι· ἀλλ' ἀμφοτέρω τε τὼ Ἰωάννα καὶ Βακχῖνος ὁ βάρβαρος ἐπισχεῖν αὐτῷ τὴν ὁρμὴν ἴσχυσαν. ἤδη γὰρ τὸ εὔνουν ἐκεῖνος δεδουλωμένος ἐσχηματίζετο. τὰς οὖν τῆς κεφαλῆς αὐτῷ τρίχας ὑποδεικνὺς ἐντεῦθέν πως τὸ ὑπαντιάσον αὐτῷ πλῆθος ὑπεσημαίνετο. ἐν τούτῳ τῷ πόνῳ δυοῖν ὁ Καντακουζηνὸς δακτύλοιν θατέρας ἐστέρητο χειρός. βασιλεὺς δὲ ἀμφὶ τετταράκοντα πολεμίων ὑπαγόμενος δορυαλώτους ἐπὶ τὸ στρατόπεδον ἦλθεν. ὅτε δὴ κἀκείνου εἰς μνήμην ἐλθών, ὃν ἤδη καταβαλὼν ἐκ τοῦ κατὰ τὸν ὀφθαλμὸν ἐπισήμου παρῆλθε τεκμηριωσάμενος, ἀνεζήτει τοῦτον ἐπὶ τοῦ στρατοπέδου τὸ σημεῖον εἰπών· ἐγένετο τοίνυν κἀκεῖνος καὶ ἀνεγνώριζε τὸν νενικηκότα καὶ ἀνεγνωρίζετο. οὐκ εἰς μακρὰν δὲ πρέσβεις παρὰ τοῦ ἀρχιζουπάνου ἐπὶ τὸ στρατόπεδον ἵκοντο ἀμνηστίαν αὐτῷ κακῶν ἐξαιτούμενοι. καὶ δὴ βασιλέως κελεύσαντος ἧκε μετὰ μικρὸν ὁ ἀνὴρ ἱκέτην ἐλεινὸν ἑαυτὸν παρεχόμενος. καὶ βασιλεὺς μὲν ἱκετεύοντα προσηκάμενος, ἀφῆκε τούτῳ τὴν ἁμαρτάδα. ὁ δὲ τοῦ 113 ἐδάφους μικρὸν ἀνανεύσας, ἔνθα πρὸ τῶν βασιλέως ποδῶν ἰχνῶν ἔκειτο καταβαλὼν ἑαυτόν, ὅρκοις τὰ δεδογμένα ἐπίστου, δοῦλος ἐς τὸν πάντα ἔσεσθαι Ῥωμαίοις αἰῶνα βεβαιῶν· κἂν μὲν ἐπὶ τὴν ἑσπέραν στρατεύοιε, σὺν δισχιλίοις ἕπεσθαι ὡμολόγει, πολεμοῦσί γε μὴν ἐπὶ τῆς Ἀσίας πρὸς οἷς τὸ πρότερον εἰώθει τριακοσίοις καὶ διακοσίους ἤδη προσεπιπέμπειν. ταῦτα κατωρθωκὼς βασιλεὺς ἐπὶ τὴν Κωνσταντίνου παλινδρομεῖ. ἐν τούτῳ δὲ καὶ ὁ στόλος τῶν ἀμφὶ τῇ Ἰταλίᾳ διαπεπραγμένος οὐδὲν ἐς Βυζάντιον ἦλθε. ∆αλμάται μέντοι οὕτω δὴ τὸ ἐς Ῥωμαίους ἐτήρησαν δούλιον, ὥστε χρόνοις πολλοῖς ὕστερον Οὔρεσιν τῆς ἀρχῆς παραλύσαντες, ἐπειδὴ βασιλέως μηδὲν συνειδότος θατέρῳ τῶν ἀδελφῶν αὐτὴν ἐνεχείρισαν, ἔδεισάν τε ὡς τὸ εἰκὸς μή τι αὐτοῖς χαλεπήνῃ, καὶ ∆έσε καὶ Οὔρεσιν ἄγοντες παρ' αὐτὸν ἦλθον, ὅτῳ αὐτὸς ἐπιψηφιεῖται ἀναγκαίως ὑπακούσεσθαι λέγοντες. δίκης τοίνυν αὐτοῖς ἀνοιγείσης βραβεῖόν τι ἐκ βασιλέως Οὔρεσις αὖθις τὴν ἀρχὴν ἔσχεν. ἀλλὰ ταῦτα μὲν ὕστερον.

10. Βασιλεὺς δὲ ἐπὶ τὴν Οὐννικὴν ἐχώρει, τὴν εἰς ∆αλμάτας πρότερον καθάπερ εἴρηται συμμαχίαν ὑπόθεσιν πολέμου πεποιημένος αὐτοῖς. οὐ μὴν ἀκηρυκτὶ ἐπ' αὐτοὺς ἦλθεν, ἀλλὰ γράμμασι πρότερον τά τε ἐς αὐτὸν ἡμαρτημένα σφίσιν ἐδήλου καὶ τὴν Ῥωμαίων αὐτίκα ἐμήνυεν ἔφοδον. ἐπειδὴ γοῦν πρὸς ταῖς Ἴστρου ὄχθαις ἐγένετο, νεῶν οὐδαμῆ παρουσῶν ἃς ἐκ Βυζαντίου 114 ἑτοιμασάμενος εἶχεν, ὡς μὴ τὴν ὀξύτητα τοῦ καιροῦ καταπροήσεται, ὃ καὶ μάλιστα κατορθωτικὸν ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, λεμβάδιόν τι ἀναβάς, ὁποῖα πρὸς ταῖς ἀκταῖς ἐνταῦθα διασαλεύει αὐτόξυλα, ἐπὶ τὴν περαίαν ἐφέρετο ἀπὸ ῥυτῆρος ἑλκόμενον τὸν ἵππον αὐτὸς ἔχων. ἑξῆς δὲ καὶ Ῥωμαίων στρατὸς τρόπῳ τῷ αὐτῷ περαιωσάμενοι τὴν Οὐννικὴν ἐπάτουν, ἐνδοτέρω τε προχωροῦντες ἀφειδῶς ἀεὶ τὰ ἐν ποσὶν ἔκειρον. ἦν δέ τι κρησφύγετον ἐνταῦθα ἐπὶ θάτερα τοῦ ποταμοῦ ἱδρυμένον Ζεύγμινον ὄνομα, τειχέων τε καρτερότητι καὶ τῇ ἄλλῃ ἀσφαλείᾳ ἱκανῶς ἔχον. τοῦτο ἐπειδὴ μὴ ἐξ