1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

64

ἀφέξονται, πρὶν ἂν αὐτήν τε καὶ τὴν νῆσον πᾶσαν ὑπὸ παλάμῃ τῇ ἡμῶν ὥσπερ καὶ πρότερον ἤδη ποιήσωνται." ταῦτα οἱ περὶ Γιλίελμον δεξάμενοι τὰ γράμματα ἀμείβονται ὧδε. "εἰ μὲν τῶν ἤδη πρότερον ἐς τὸ κράτος ἡμαρτημένων τὸ σὸν δίκας ἡμῖν 174 ἐπιτιθέναι βούλει, κράτιστε βασιλεῦ, ἔχεις ἤδη καὶ ὑπὲρ ὃ ἐχρῆν Ἰταλίαν μετελθών. πόλεις τε γὰρ τριακοσίων οὐκ ἐλάττους ἐπὶ μέσης αὐτῆς παρεστήσω, πρᾶγμα παλαιὸς ἐξ οὗ χρόνος τὴν Ῥωμαίων ἀρχὴν ἐπιλελοιπός, καὶ κλέος ἀνεδήσω, ὃ μετὰ Ἰουστινιανὸν ἀρχαῖον Ῥωμαίων αὐτοκράτορα οὐδενὶ τῶν ἄλλων ὑπῆρξεν, ὅτι μὴ τῷ κράτει τῷ σῷ. ἀξιοῦμεν γὰρ ἀντίθες ἀγνόημα τὸ ἡμῶν (λέγω δὴ ὁπηνίκα Κόρινθόν τε καὶ Εὔβοιαν κατετρέχομεν τὴν σὴν) καὶ τὰς Ῥωμαίων ἐν Ἰταλίᾳ νίκας, οἳ δὴ τοσοῦτον ἤδη χρόνον ἄγουσί τε καὶ φέρουσι τὰ ἐνταῦθα, αἱμάτων τρὶς τοσούτων μᾶλλον δὲ πλεονάκις τοσούτων τὴν τῇδε πληρώσαντες γῆν, καὶ πόλεις οὐ διασκυλευσάμενοι μόνον τοσαύτας, ἀλλ' ἤδη καὶ ὑποχειρίους θέμενοι. πότερά σοι δοκεῖ μεγαλειότερα; κἂν μὴ πρὸς ἡμᾶς ἀντιμετρεῖσθαι ταῦτα βούλει πολλῷ καταδεεστέρους τοῦ σοῦ κράτους ὄντας, ἀλλὰ σύ γε ἐπὶ τοὺς πρώην ἀνάδραμε βασιλέας καὶ τὰ κατόπιν τῷ χρόνῳ ἐπίβλεπέ μοι Ῥωμαίων ἀνδραγαθήματα· ἢ οὐ καὶ τηνικάδε συγκέκρουκέ τις Ῥωμαίων τῇ ἀρχῇ; πολλὰ δήπου πάντως ἐθνῶν καὶ Περσῶν καὶ Οὔννων καὶ εἴ τι μὴ δυσφοροίη κράτος τὸ σόν, καὶ Ῥομπέρτος ἐκεῖνος ὁ Ἰταλίαθεν ἐς Ἐπίδαμνον διαβὰςμεγάλας τῇδε πάππῳ τῷ σῷ συνδιηγώνιστο μάχας. ἀλλὰ μόγις καὶ ἀγαπητῶς ἐκ τῆς Ῥωμαίων ἐκεῖνος Ῥομπέρτον διώσατο, σὺ δὲ καὶ τῆς ἡμετέρας σχεδόν τι περιγέγονας ἁπάσης. εἴ τι οὖν σοι τοῦ ἀνταμύνασθαι ἡμᾶς ἕνεκα ταῦτα ἐπικεχείρηται, ἅλις σοι τῶν τροπαίων· ἱκανῶς ἔχεις ἡμᾶς μετελθών. τὴν ἡμετέραν πατοῦντί σοι 175 τὰ τῆς εἰρήνης ἀσπάσασθαι οὔκουν ἐστὶν ἀγεννές, εἰ μὴ καὶ σφόδρα ἐπίδοξον. σὺ δὲ καὶ Ῥωμαίους, οὓς τῆς τύχης ἡμῖν δούσης ἄνδρας οὕτω περιφανεῖς δορυαλώτους ἐποιησάμεθα, αὐτίκα λήψῃ, ἐφ' οἷς οὐδὲ ὀργίζεσθαί σε δίκαιον ἐφ' ἡμᾶς. ἀνδρὶ γὰρ πολεμουμένῳ οὐδεμία νέμεσις ἀντιπράττειν ἐχθροῖς. ὥστε λείπεται ἑνὸς ἐκείνου ἕνεκα τοῦ περὶ Εὔβοιαν ἡμῖν ἡμαρτημένου δίκαιον εἶναί σε πολεμεῖν, οὗπερ ἤδη καὶ ὑπερέβης τὰς τίσεις, ὥσπερ ἐλέγομεν. εἰ μὲν οὖν δίκας ἡμῖν ἐπιθεῖναι προεθυμήθης, ὧν ἐς τὴν χώραν ἐνεδειξάμεθα τὴν σήν, τοσαῦτα ἀπολελογήμεθα τῷ κράτει τῷ σῷ, εἰ δὲ ἀεί σοι πολεμητέα γένει τῷ ἡμῶν, ὥρα σοι ἐννοεῖσθαι μή ποτε πέρα νομίμων εἴη τῶν ἀνθρωπίνων ἡ ἐγχείρησις. τὸ μὲν γὰρ ταῖς προφάσεσι καὶ τοὺς πολέμους συμμετρεῖν ἀνθρώπινον, περαιτέρω δὲ χωρεῖν ἄλλος μέν τις εἴποι ἂν ὅτι θηριῶδες, ἡμῖν δὲ τοῦτο μὲν οὐ λεκτέον, αἰτούμεθα δέ σε σπεισάμενον ἤδη πόλεμον τόνδε καταλύειν." ταύτην ὁ βασιλεὺς πολλάκις ἀπολεξάμενος τὴν ἐπιστολὴν ἐπένευσε τοῖς εἰρημένοις, τούς τε Ῥωμαίων αἰχμαλώτους ἀπολαβὼν καὶ εἴ τι που λάφυρον πολέμου ἐγένετο κομισάμενος, πρὸς δὲ καὶ τὰ πιστὰ πρὸς Γιλιέλμου λαβὼν σύμμαχον ἐν ταῖς κατὰ τὴν ἑσπέραν ἕξειν αὐτόν, τὸν πόλεμον ἔλυσεν. ὀλίγῳ δὲ ὕστερον καὶ ῥῆγα τετίμηκεν οὐ πρότερον ὄντα, τοσοῦτόν τε ἐπ' αὐτῷ τετήρηκε τὸ εὐμενές, ὡς Γιλιέλμου τὸν βίον συμμετρησαμένου προσιόντα αὐτῷ τὸν ἀδελφὸν αἰτούμενόν τε συλλήψεσθαι αὐτὸν ἐφ' ᾧ Σικελῶν ἄρξει προσδέξασθαι οὐδαμῶς. 176

16. Τὰ μὲν δὴ τῶν Ἰταλικῶν πολέμων ἐνταῦθα Ῥωμαίοις πέρας ἔσχε. βασιλεὺς δὲ καὶ πρότερον μὲν τῶν κατὰ τὴν Ἀσίαν ἤδη κεκινημένων πραγμάτων, ὁπηνίκα ἔτι τὰς ἐν Ἰταλίᾳ διέφερε μάχας, φροντίδα τῶν τῇδε εἶχε πολλήν, τότε δὲ ὁλοσχερέστερον λοιπὸν ἀντεποιήθη. ὁ μὲν γὰρ Περσῶν σουλτὰν Πούνουράν τε καὶ Σίβυλαν Ῥωμαίοις κατηκόους παρεστήσατο πόλεις, Τερόζης δέ, οὗπερ ἤδη ἐμνήσθην, τῶν ἐν Κιλικίᾳ πλείστας ἀφήρπασεν, Ἰαγουπασὰν δέ, ὃς καὶ αὐτὸς Περσῶν φύλαρχος ἦν, ἄρχων γῆς τῆς Καππαδοκῶν, Οἴναιόν τε κατέθεε καὶ Παυράην, πόλεις ἄμφω Ποντικάς. Ἀλέξιον τοίνυν τὸν Γιφάρδον ἐπὶ τὸν σουλτὰν πέμψας τὰς εἰρημένας ἀνέλαβε πόλεις, Ἰαγουπασὰν δὲ τῆς ἐπὶ τὰ Ῥω-μαίων