1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

11

ἅ τις παρ' ἑτέρων ἀφῄρηται, ταῦτα δὴ παρ' ἄλλων ἀποφέρεσθαι δίκαιον ἂν εἴη, τί μὴ καὶ ὑμεῖς Ἀντιόχειαν τήνδε Ῥωμαίοις ἀπέδοσθε πρό-τερον, ἀλλὰ χειρὶ καὶ βίᾳ ταύτην πρὸς πατρὸς ἀφῄρησθε τοὐμοῦ; ἢ οὐχ ἡμῖν Πέρσαι δουλεύουσαν ἀφείλοντο πρότερον; ἄλλως δὲ τίνος ὄντα ταυτὶ ἐξ ἡμῶν λαμβάνειν αἰτεῖσθε; πόλεως Ἀντιοχείας; ἡ δὲ καὶ αὐτὴ φθάνει κράτει δουλεύουσα τῷ ἡμῶν. εἰ δὲ τὰ ὑμῖν αὐτοῖς ὡμολογημένα παραβαίνειν ὑμῖν αἰσχύνη οὐδεμία, τί τῶν δικαίων παρόρασιν ἐπικαλοῦντες ἡμῖν πάριτε, οἵ γε εὐθύνας μᾶλλον ἐξ ὑμῶν δικαίως ἂν ἀπαιτοῖμεν; ἀλλὰ τὰ μὲν περὶ τούτου καιρὸς ὁ προσήκων ἡμῖν παραστῆσαι ἱκανὸς ἔσται. τὸ δὲ νῦν ἀπόστητε τῶν οὐ προσηκόντων κελεύω. ἐμοὶ γὰρ αὐξῆσαι ἃ πρὸς πατρὸς εἰς χεῖρας ἦλθον ἐμάς, μὴ ἂν ἐλαττῶσαι γένοιτο." τοῖς πρέσβεσι μὲν ταῦτα εἶπεν· ὁ δὲ ἐπὶ τὰς ναῦς αἳ παρὰ τὸν Πύραμον ὡρμίζοντο ποταμόν, ὃς διὰ Μοψουεστίας φερόμενος 31 ἐπὶ θάλασσαν ποιεῖται τὴν ἐκβολήν, σὺν προπομπῇ τὸν νεκρὸν κατῆγεν αὐτὸς ἅμα τοῖς γνησιωτάτοις τὸν ὦμον ὑποσχὼν τῇ σορῷ. ἐπειδή τε ἐκεῖθεν οἱ δρόμωνες ἐπὶ θάλασσαν ἤδη ἀφῆκαν, λύσας καὶ οὗτος λοιπὸν τὴν στρατοπεδείαν διὰ μέσης ἐχώρει τῆς Περσῶν γῆς ἀκηρυκτὶ διαβιβάζων τὸ στράτευμα. πρὸς ὃ Πέρσαι καταπλαγέντες τῆς τόλμης τε τὸ περιὸν ἀγασάμενοι οὐδ' ἀντιβλεπτῆσαι Ῥωμαίοις ἐτόλμων· συνέβαινέ τε αὐτοὺς ὡς δι' οἰκείας λοιπὸν ἰέναι τῆς ἀλλοτρίας. ὁ μὲν οὖν εἰς τὴν Ῥωμαίων οὐ διὰ πολλῶν εἰσέβαλε γῆν· αἱ δὲ τριήρεις ἐς Βυζάντιον ἀναχθεῖσαι τὴν βασιλέως κόνιν τῇ χέρσῳ ἀπέδοσαν, ἣν ἡ Ῥωμαίων γερουσία μεγαλοπρεπῶς ἀπολαβοῦσα εἰς τὸ ἱερὸν παρέπεμψε φροντιστήριον, ὅπερ ἡ βασιλίς, καθάπερ ἔφην, Εἰρήνη ἐπ' ὀνόματι τοῦ παντοκράτορος ἐτύγχανεν ἤδη δομησαμένη. βασιλεῖ δὲ Μανουὴλ ἔτι περὶ τὴν ἐπάνοδον ἔχοντι, ἐπειδὴ μηδέπω τὰ κατὰ τὸν σεβαστοκράτορα πύθοιτο, καὶ ὡς ἤδη τυραννίδι ἐπιθέσθαι βουλευσάμενον δόλῳ ὑπελθόντες, οἷς τὰ βασιλέως ἐπιτέτραπτο πρότερον, ἔμφρουρον τῷ τοῦ παντοκράτορος τεμένει ἐποιήσαντο, ἔννοια γέγονε μήποτε τῶν σὺν αὐτῷ τισι καὶ μάλιστα τοῖς τὰς ὑπερηφάνους διέπουσι δυσμεναίνων ἀρχάς, δράσῃ τι καὶ ἄχαρι τοῖς ἀνὰ τὸ Βυζάντιον οἴκοις αὐτῶν. ἀμέλει καὶ ἐσκέπτετο πῶς ἂν ἀμηχάνως τῆσδε τῆς ἐγχειρήσεως ἀπαγαγεῖν αὐτὸν γένοιτο. ἐδόκει τοίνυν αὐτῷ τόμους ἐς Βυζάντιον ἐκπέμψαι καθοσιώσει δῆθεν τοὺς ἄνδρας καθυποβάλλοντας χρημάτων τε διὰ τοῦτο καὶ κτη 32 μάτων ἐκπτώσεσι ζημιοῦντας. οὕτω γὰρ (ἔφασκεν) ὑπὲρ αὐτοῦ βασιλέως τὴν ἐπιβουλὴν ποιήσασθαι τοὺς ἄνδρας ὑπειληφὼς ὁ σεβαστοκράτωρ τὰ οἴκοι συντηρήσει μᾶλλον αὐτοῖς, ἵν' ἐπὶ πλέον ἔχῃ πρὸς εὔνοιαν αὐτοὺς ἐπισπᾶσθαι.

2. Ἀλλ' ἦν ἄρα τὰ τῇ προνοίᾳ καθάπαξ δεδογμένα δυσανάλυτα πάντη καὶ λογισμοῖς ἀνθρώπων δυσεπιβούλευτα. ὁ μὲν γὰρ ταῦτα ἐνενόει, καὶ τοῖς περὶ αὐτὸν δὲ ἤδη τὴν βουλὴν ἐξεκάλυπτεν· Ἰσαακίους δὲ ἀμφοτέρους τὸν μὲν τὸ σεμνεῖον ἐτήρει φθάσαν ὡς ἔφαμεν, τὸν δέ, τὸν πρὸς πατρός φημι τῷ βασιλεῖ θεῖον, σιδηροπέδαι πρὸς Ἡρακλείᾳ καθειργμένον εἶχον τῇ Ποντικῇ. ἔνθα οὐ ξὺν ἀτιμίᾳ μὲν διῆγε τὸ πρότερον πρὸς τοῦ ἀδελφοῦ καὶ βασιλέως ἔτι περιόντος ὑπερόριος γεγονώς, δι' ἃς οὐκ ἀνίει ἔρωτι βασιλείας ἄλλοτε ἄλλας ὑπορύττων ἐπιβουλάς. τότε δὲ καὶ εἰς τοῦτο τύχης ἦλθε γνώμῃ τῶν ἐν Βυζαντίῳ τὸ τηνικάδε ἐφεστώτων, ἐπειδὴ νεωτέροις αὖθις καὶ αὐτὸν ἐγχειρεῖν ἐπύθοντο πράγμασιν. ἀλλὰ τὴν μὲν εἰς τὴν βασιλείαν πάροδον οὕτω καθάπερ ἤδη ἔφην ἡ πρόνοια φθάνουσα εὔοδον βασιλεῖ ἐποίει. ὁ δὲ ἐπειδὴ τὰ κατὰ τοὺς σεβαστοκράτορας ἤκουσεν, ἐν Βυζαντίῳ λοιπὸν γενόμενος μετακαλεῖται μὲν παραχρῆμα τὸν ἀδελφὸν χερσί τε περιβάλλει καὶ ἀδελφικῶς περιχέεται· μεταπέμπεται δὲ καὶ τὸν θεῖον τῆς ὑπερορίας, τὰς αἰτίας τε λύσας ἐφ' αἷς φυγῇ τὸ πρότερον ὁ πατὴρ αὐτὸν ἐζημίου, συγγνώμης ἠξίωσεν. εἶτα 33 δὴ χρήμασι τὸ στρατιωτικὸν δωρησάμενος οἴκαδε ἀπέλυσεν, ἑκά33 στῃ γε μὴν τῶν ἀνὰ τὸ Βυζάντιον οἰκιῶν χρυσίνους παρέσχετο δύο. ἐπεὶ δὲ καὶ ποιμένος ἔδει τῇ Κωνσταντίνου, Μιχαὴλ ἐπὶ τὸν θρόνον ἀνάγει, ὃς τοῦ κατὰ τὴν νῆσον, ἣν Ὀξεῖαν ἐκ