1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

97

κινδυνώδης. ὑπτιάζειν τε γὰρ ἀεὶ καὶ ἰσχιάζειν ἀνάγκη τὸν ταύτην μετιόντα, ἐν κύκλῳ τε τὸν ἵππον περιελίσσειν καὶ παντοδαποὺς ποιεῖσθαι τοὺς δρόμους τοσούτοις τε κινήσεων ὑπενηνέχθαι εἴδεσιν, ὅσοις δήπου καὶ τὴν σφαῖραν ξυμβαίνει. ἡ μὲν δὴ παιδιὰ τοιάδε τίς ἐστι. τῷ δὲ βασιλεῖ δαιμονίως περὶ ταύτην στρεφομένῳ πάνσωμον εἰς γῆν ἐνεχθῆναι συνέβη τὸν ἵππον. ὁ δὲ νέρθεν ὑπενεχθεὶς ἔκαμνε μὲν καὶ πολλὰ ἐβιάζετο τοῦ πτώματος ἀνανεῦσαι, οὐκ ἔχων δ' ὅπως τὸν ἵππον διωθήσαιτο ὁλόσωμον, ὥσπερ ἔφην, αὐτοῦ κατενηνεγμένον, μηρόν τε καὶ χεῖρα τῇ ἐκ τῆς ἐφεστρίδος ἐπιλήψει διετέθη κακῶς. οὕτω μέντοι μεγαλοψύχως ἤνεγκεν, ὡς καίτοι καιριώτατα πεπονθὼς ἀναστῆναί τε ταχέως, πολλῶν ἤδη περιστάντων αὐτόν, καὶ τὸν ἵππον αὖθις ἀναθορεῖν διαύλους τέ τινας σχολῇ ποιεῖσθαι ἐφ' ἱκανόν, ἕως ἤδη σφοδροτέρων αἰσθόμενος τῶν ὀδυνῶν ἐπὶ τὴν κλίνην ἦλθε. τὸ δ' ἐντεῦθεν οὕτω δὴ τοῦ πάθους ἥττητο, ὡς ἐκ τῆς περιχεθείσης αὐτὸν τότε ἀθυμίας τῇ ὑστεραίᾳ μηδεμίαν τῶν τότε λελαλημένων ἢ πεπραγμένων μνήμην ἴσχειν τινά. τοῦτο μὲν δὴ τοιοῦτον ἐγένετο, ὁ δὲ 265 δυεῖν ὕστερον ἡμέραιν ῥᾴων γεγονὼς ἐπὶ Ἀπάμειαν ἐφέρετο. οἷα δὲ εἰκὸς συντάσεως ἐκ τῆς ὁδοιπορίας γεγενημένης τινὸς ὄγκος αὖθις ἀνέβη καὶ ὀδύναι τοῦτον ἐκέντουν συχναί. καὶ δὴ ἀμφὶ πόλει Σηλυβρίᾳ τὰς πασχαλίους διαγαγών, ἐπειδήπερ ᾔσθετο ἐν καλλίονι γεγονώς, ἐπὶ τὴν Φιλίππου ἐφέρετο. ἔνθα δὴ πρέσβεσι χρηματίσας ἐκ Παιόνων ἀφικομένοις, ἐπειδὴ μηδὲν ὑγιὲς αὐτοὺς ἀπαγγέλλειν ἔγνω, ἐκεχειρίαν δὲ μόνον καὶ ἀνοχήν τινα τοῦ πολέμου ἐκ παντὸς τρόπου πειρῶντας λαβεῖν, αὐτοὺς μὲν ἀπράκτους ἀπεπέμψατο, συνεκπέμψας αὐτοῖς καὶ Ῥωμαίων τινά, ἐφ' ᾧ τόν τε Χαλούφην αἰτήσαιτο καί, εἰ μὴ τοῖς δεδογμένοις ἀγαπῷεν αὐτίκα, καὶ πάλιν ἀπειλήσαι βασιλέα καὶ τὸν Ῥωμαίων στρατὸν ὄψεσθαι. ὁ δὲ ἐπὶ Σαρδικῆς γεγονὼς ἐνταῦθα τὰς δυνάμεις ἤθροισεν.

6. Ἔνθα διατριβὴν ποιουμένου συνέπεσέ τι τοιοῦτον. Ἀλέξιος, ὃς τὴν πρωτοστράτορος τότε, ὡς πολλάκις μοι ἐρρήθη, διεῖπεν ἀρχήν, ἐκ πολλοῦ μὲν ἀποστασίαν ὤδινε, τότε δὲ καταφανὴς γεγονὼς τὴν τρίχα ἐκάρη καὶ ἐς τοὺς μοναχοὺς μεταθέμενος ἐπί τι τῶν ὀρεστέρων ἀπήχθη σεμνείων, ἅπερ ἐπὶ Στρυμόνος ἐν ὄρει Παπικίῳ ἵδρυνται πλεῖστα. ἔνθα ἐφ' ἱκανὸν διαγαγὼν ἀπεβίω. ἀλλ' ὅθεν τε καὶ ἀπ' αἰτίας τίνος ἐς τοῦτο τύχης ὁ ἄνθρωπος ἦλθεν, ἤδη λέγωμεν. οὗτος ὁπηνίκα τὴν ἐπὶ Κιλικίας ἐστέλλετο πρότερον, αὐτοκράτωρ τοῦ πολέμου ἐκείνου πρὸς βασιλέως ἀναδειχθείς, ἐπίτηδες ἐς Ἰκόνιον συγγεγονὼς τῷ 266 σουλτὰν εἴς τε φιλίαν αὐτὸν ὑπηγάγετο καὶ τῶν εἰς τυραννίδα τεινόντων διελέξατο τούτῳ πολλά, γράμματά τε τὰ μὲν λαβὼν παρ' αὐτοῦ τὰ δ' ἀντιδοὺς ἐν οἷς τὰ δεδογμένα σφίσιν ἐγέγραπτο, τότε μὲν ἐπὶ Κιλικίαν ἦλθε, χρόνῳ δὲ ὕστερον ἐς Βυζάντιον ἐπανιών, ἐπειδή ποτε γραφαῖς ἐπαγλαΐσαι τῶν προαστείων αὐτῷ δωματίων ἠβουλήθη τινά, οὔτε τινὰς Ἑλληνίους παλαιοτέρας ἐνέθετο πράξεις αὐτοῖς, οὔτε μὴν τὰ βασιλέως, ὁποῖα καὶ μᾶλλον τοῖς ἐν ἀρχαῖς εἴθισται, διεξῆλθεν ἔργα, ὅσα ἔν τε πολέμοις καὶ θηροκτονίαις αὐτὸς εἴργαστο. τοσούτοις γὰρ αὐτὸν ξυμπλακῆναι συνέβη καὶ τοιοῖσδε φύσιν ἀντικαταστῆναι θηρίοις, ὅσοις οὐδένα τῶν πώποτε γεγονότων ἠκούσαμεν. καὶ εἴ τι μὴ νόμων ἄπο φέρομαι ἱστορικῶν, ὁποιονοῦν τι ἄρτι ἐκ τούτων ἐξέλθω. ἦν μὲν περὶ τροπὰς ἤδη χειμερινάς, καὶ χιὼν κατὰ γῆς τοσαύτη ἐπεστοίβαστο, ὡς φάραγγας μὲν καὶ τὰς ἐν ὄρεσι σήραγγας πάσας ὑποκεκρύφθαι μονονουχί, ὑπερβολῇ δὲ τῇ ἐκ τοῦ ψύχους μικροῦ καὶ πεπῆχθαι τὰ σώματα· ἀμέλει καὶ θηρία μὲν πάντα οὐκ ἔχοντα ὅπη κρύψαιντο, τὰς λόχμας ἐξαναδύντα ἀθρόα ὑπὲρ τῆς χιόνος ἐφέροντο, πτηνῶν δὲ ἀγέλαι οὐκέτι τοῖς πτίλοις κεχρῆσθαι δεδυνημέναι (συνεῖχε γὰρ ταῦτα ὁ κρύσταλλος καὶ οἷόν τις δεσμὸς ἐπεκάθιζεν, ὡς ἐπὶ τῶν ἰξευτῶν ἔστιν ἰδεῖν) πεζαὶ λοιπὸν ἀντὶ πτηνῶν ᾖσαν θηρσὶ καὶ ἀνθρώποις ἑτοιμότατον θήραμα κείμεναι. βασιλεὺς δὲ θηρευσόμενος ἐπί τι τῶν ἑῴων ἐξῄει