1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

31

Κορράδου δῆθεν προχειρισθείς, ἅτερος δὲ τοῦ τῶν Λέχων, οἳ Σκυθικὸν μέν εἰσι γένος Οὔννους δὲ προσοικοῦσι τοὺς ἑσπερίους. ἐπειδή τε ἐς ταὐτὸ συνῄεσαν τὰ στρατεύματα, ῥημάτιόν τι ἐκ μακροῦ πρὸς Γερμανῶν Ἀλαμανοῖς ἐπιλέγεσθαι εἰωθὸς ἀναφανδὰ καὶ τότε προὐφέρετο "πούτζη Ἀλαμανέ" οὕτω πως ἐπὶ λέξεως ἐσχηκός. ὅθεν δὲ τὸ τοιοῦτον ἀρχὴν ἔσχεν αὐτίκα δηλώσω. τοῖς ἔθνεσι τούτοις ὁ περὶ τὸ μάχεσθαι τρόπος ἐστὶν οὐχ ὁ αὐτός. Γερμανοὶ μὲν γὰρ ἵππον τε εὐσταλῶς ἀναβῆναι καὶ ξὺν δόρατι ἐπελάσαι δεξιοὶ μάλιστα, ἥ τε ἵππος αὐτοῖς δρόμῳ τὴν Ἀλαμανῶν παρελαύνει. Ἀλαμανοὶ δὲ πεζῇ τε τὴν μάχην ἐνεγκεῖν ἱκανοὶ ὑπὲρ τοὺς Γερμανοὺς καὶ ξίφει χρήσασθαι πολλῷ προφερέστεροι. ἐπειδὴ γοῦν ποτε Γερμανοῖς ἐπεστράτευον Ἀλαμανοί, τὴν αὐτῶν ὑφο 85 ρώμενοι ἵππον πεζῇ τὸν πόλεμον ἐνεγκεῖν ἔγνωσαν. Γερμανοὶ τοίνυν ἀνέτῳ τῇ αὐτῶν ἐντετυχηκότες ἵππῳ, αὐτῆς μὲν ἐκράτουν, τῶν δὲ Ἀλαμανῶν εὐχερέστερον καθιππαζόμενοι ἐτρέποντό τε αὐτοὺς ἐκ ποδὸς ἰόντας, καίτοι πλήθει παρὰ πολὺ αὐτῶν ἐλασσούμενοι, καὶ τῷ εἰρημένῳ προσεκερτόμουν αὐτοῖς, ὅτι δὴ ἐξὸν σὺν τοῖς ἵπποις μάχεσθαι οἱ δὲ πεζῇ τὸν πόλεμον εἵλοντο. τοῦτο δὴ καὶ τότε καθάπερ εἴρηται πρὸς τῶν Γερμανῶν Ἀλαμανοῖς ἐπιφερόμενον συνεχῶς μεγάλα τούτοις ἐλύπει. διὰ τοῦτό τε οὖν καὶ ὅτι τὰ δεύτερα κληροῦσθαι τῶν Γερμανῶν κίνδυνος αὐτοῖς ἐν ταῖς ὁδοῖς περιίσταται, ἄχρι μὲν καὶ ἐπὶ τὴν Φιλαδέλφου ἅμα ἐχώρουν, τὸ δ' ἐντεῦθεν Κορράδος οὐκ ἔτι φέρειν εἰ πρὸς Γερμανῶν περιορῷτο δεδυνημένος παλινοστεῖν ἔγνω· ἀμέλει καὶ βασιλεῖ τὸν σκοπὸν ἐπιστείλας ἐδήλου. ὁ δὲ τὸ μὲν ἀπονοσφίζειν ἀλλήλων τοὺς ῥῆγας ἐθέλων, τὸ δὲ καὶ τῷ ἀνθρώπῳ συναλγῶν, ἐπέστειλε τοιάδε· "Ἀνθρώποις, οἷς καὶ κατὰ βραχὺ τοῦ φρονεῖν μέτεστιν, οὐ ξὺν ταῖς τύχαις τὰ πράγματα θεωρεῖν ἔθος, ἀλλ' αὐτὰ καθ' αὑτὰ περιπετείας ἔξω τινός. οὔτε τοίνυν εὐθηνουμένῳ σοι ὑπὲρ τὴν ἀξίαν προσφέρεσθαι ἔγνωμεν, καὶ νῦν γε μετρίως δυσπραγήσαντα τοῖς αὐτοῖς καὶ πάλιν σε δεξιοῦσθαι οὔκουν ὀκνήσομεν, οἷς καὶ τὸ πρότερον ὅσα καὶ ξυγγενῆ καὶ τηλικούτων ἐθνῶν ἄρχοντα τιμᾶν ἡμῖν μὲν διὰ σπουδῆς ἦν, ξυμβουλεύειν τε τὰ παριστάμενα, τῶν εἰρημένων τε ἕνεκα καὶ τοῦ ὁμοθρήσκους ἡμᾶς ἀλλήλοις εἶναι. σὺ δ' ἀλλ' οὐκ οἶδ' ὅπως 86 περὶ ἐλάσσονος τὸ σοὶ αὐτῷ ξυνοῖσον πεποιημένος ἔλαθες ἑαυτὸν τὸ ἧττον αἱρετισάμενος· ἀλλὰ ταυτὶ μὲν ἐπειδήπερ ἅπαξ γεγονότα ἀναλύειν ἐστὶν ἀδύνατον, παρείσθω τέως ἡμῖν, ἐπιμελητέον δ' ὡς ἔνι μάλιστα τῶν ἔτι παρ' ἡμῖν, τῶν οὔπω πεφευγότων. τοιαύτην γὰρ ἔχει φύσιν τὰ πράγματα, ῥεῖ συνεχῶς, ἵσταται οὐδαμῆ· κἄν τις ἀρύσηται προλαβών, ἔσχεν ἤδη τὸ πᾶν, παρελθόντα δ' ἀνακαλέσασθαι ἐπίσης ἀδύνατον. ἕως τοίνυν ἔχει τινὰ θεραπείας τὰ κατά σε τρόπον, σπεῦσον ἁρπάσαι τὸ συνοῖσον." 19. Τὸ μὲν δὴ γράμμα ἐν τούτοις τετέλεστο. Κορράδος δὲ ἐτύγχανε μὲν καὶ πρότερον ἤδη ἀβουλίαν ἑαυτοῦ καταγνούς, οὐκ ἔχων δὲ ὅ τι καὶ δράσειεν οὐ σφόδρα ἐθελούσιος Γερμανοῖς εἵπετο. τότε δ' οὖν ἐπειδὴ καὶ τὰ βασιλέως παρ' αὐτὸν γράμματα ἦλθεν, ἕρμαιον αὐτίκα τὸ πρᾶγμα ἡγησάμενος, ἐδέξατό τε σὺν ἡδονῇ τοὺς λόγους καὶ θᾶττον ὀπίσω ἐχώρει, πρὸς Ἑλλησπόντῳ τε γεγονὼς διὰ τοῦ ἐνταῦθα πορθμοῦ ἐπὶ Θρᾴκην διέβη. ἔνθα τῷ βασιλεῖ διατριβὴν ποιουμένῳ συγγεγονὼς εἶτα ἐπὶ Βυζάντιον ἅμα αὐτῷ ἦλθεν. ἔνθα ἀνέσεις τε αὐτὸν τοῦ λοιποῦ διεδέξαντο καὶ βασίλειοι καταγωγαὶ θέατρά τε παντοδαπὰ καὶ ἅμιλλαι ἵππων καὶ δεξιώσεις λαμπραί, δι' ὧν κάμνον αὐτῷ τὸ σῶμα παρεμυθήσατο. καὶ χρήματα κεκομισμένος ἱκανὰ ἅμα τριήρεσιν ἐπὶ Παλαιστίνην ἀπῄει, Νικηφόρου τοῦ ∆ασιώτου πλοός τε αὐτῷ ἡγουμένου καὶ θεραπείας τῆς ἄλ 87 λης προνοοῦντος. ἔνθα καὶ ῥηξὶ τοῖς ἄλλοις ἐλθὼν ἐς ταὐτὸ καὶ τὰ εἰκότα ἐπὶ τῷ ζωοδόχῳ Χριστοῦ τελέσας τάφῳ, τῶν ἄλλων ὡς δυνατὰ ἑκάστῳ ἐγεγόνει ἐπὶ τὴν πατρίδα στελλομένων, αὐτὸς σὺν ναυσὶ ταῖς εἰρημέναις ἐκεῖθεν ἀχθεὶς Θεσσαλονίκῃ προσέσχεν, ἔνθα τὸ δεύτερον βασιλέα τε εἶδε καὶ λόγων αὖ καὶ ὁμιλίας ἐκοινώνησεν. ὁ δὲ βασιλεὺς τῶν πάλαι προομολογηθέντων ἀνεμίμνησκεν αὐτῷ· ἦσαν δὲ ταῦτα, ὅπως Ἰταλίαν εἰς ἔδνον τῇ