1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

4

στήσεσθαι σφίσιν ἐγκελευσάμενος. Οὖννοι μὲν οὖν κατὰ τὸ κελευσθὲν ἐποίουν· βασιλεὺς δὲ ὅπως αὐτῷ μὴ ξὺν βίᾳ τὰ τῆς ἀποφάσεως γίνοιτο, ἐνενόει τοιάδε. τὸ ξυμμαχικὸν ἀποτεμόμενος ἅπαν ἐκέλευε τοῦ ποταμοῦ κατόπιν ὡς ἐπὶ χωρίον Τέμπον οὕτω καλούμενον ἐλθόντας, ἔνθα βουνός τις ἐκ τῆς τῶν Οὔννων φυόμενος χώρας ἄχρι ἐς τὸν ποταμὸν διήκει, ἐντεῦθεν περαιοῦσθαι· ὃ δὲ σὺν τῷ ἄλλῳ Ῥωμαίων στρατῷ ἀντικρὺ φρουρίου Χράμου ἑστὼς δόκησιν παρεῖχεν ὡς ἐκεῖθεν αὐτίκα μάλα περαιωθησόμενος. οὗ δὴ γεγονότος ἀμογητὶ Ῥωμαῖοι διέβαινον, Οὖννοί τε μηδὲ τὴν πρώτην αὐτοὺς ὑποστάντες ἀνὰ κράτος λοιπὸν ἔφευγον, καὶ ἡ δίωξις ἄχρι ἐς ποταμὸν ἐγένετο, ἔνθα τῶν Οὔννων τῇ γεφύρᾳ ἀθρόον ἣ τὸν ποταμὸν ἐζεύγνυ ξυμπεπτωκότων, αὐτὴν μὲν κατασπασθῆναι ξυνέβη, τῶν δὲ πλείστους μὲν τῷ ποταμῷ παρασυρέντας ἐνταῦθα δὴ τὰς ψυχὰς ἀπερεύξασθαι, πολλοὺς δὲ καὶ χερσὶν ἁλῶναι Ῥωμαϊκαῖς, ἐν οἷς Ἀκούσης καὶ Κελαδὴς ἤστην, ἄνδρες ὀνομαστότατοι παρ' Οὔννοισι. ταῦτα κατωρθωκὼς ὁ βασιλεὺς τὸ Χράμον τε αὐτοβοεὶ παραστησάμενος φρούριον αὐτίκα ἐπὶ τὴν Ῥωμαίων αὖθις μετέβαινε, πόλιν τε Βρανιτζοβὰν στρατιωτῶν ἀσφαλείᾳ κρατηνάμενος, ὧν Κουρτίκιος ἦρχεν, ἐς Βυ 12 ζάντιον ἦλθεν. Οὖννοι δὲ οὐ πολλῷ ὕστερον Βρανιτζοβάν τε περικαθίσαντες εἷλον, καὶ τῶν ἐν αὐτῇ Ῥωμαίων οὓς μὲν ἔκτειναν οὓς δὲ ἐζώγρησαν· ἦσαν δὲ οἳ καὶ φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσαντο. ἐφ' οἷς χαλεπήνας βασιλεὺς Κουρτίκιον μὲν προδοσίας ἐγκλήματι ὑποδικάζει καὶ πολλὰς αὐτῷ ξαίνει κατὰ τῶν νώτων, καίτοι οὐ πρότερον ἐκεῖνος τειχέων ἀφίστατο πρὶν ἢ (φασὶν) οἱ πολέμιοι εἰσερρέοντο πανστρατὶ ἐπὶ τὴν πόλιν καὶ πυρὶ τὰς οἰκοδομὰς ἔφλεγον.

5. Ὑπὸ τοῦτον τὸν χρόνον καὶ Σέρβιοι, ἔθνος ∆αλματικόν, ἐς ἀποστασίαν ἰδόντες τὸ Ῥάσον κατεστρέψαντο φρούριον. οὗ δὴ ἕνεκα καὶ Κριτόπλον βασιλεὺς ἀμυνόμενος, ὃς τὴν τοῦ φυλακτηρίου τοῦδε ἐπετρέψατο τήρησιν, γυναικείαν ἐνδεδυκότα στολὴν διὰ τῆς ἀγορᾶς ἦγεν ὄνῳ ἔποχον. ὃ δὲ ἐν Βρανιτζόβῃ τὸ δεύτερον γεγονὼς ἀνοικοδομεῖν αὐτὴν σπουδῇ ἐποιεῖτο. χρόνου γοῦν ἐς τὸ ἔργον τριβομένου ξυνέβαινε χειμῶνι καὶ σπάνει τῶν ἀναγκαίων δυσπαθοῦν τὸ στρατιωτικὸν ἐς ἄγαν ταλαιπωρεῖσθαι. ὃ πυθόμενος ὁ τῶν Παιόνων ῥὴξ ἔγνω τὴν ταχίστην τὸν Ἴστρον διαβὰς οὐδὲν προειδομένοις ἐπιθήσεσθαι τούτοις. ἦν δέ τις ἐν τῇ τῶν Οὔννων χώρᾳ γυνὴ Λατίνα μὲν γένος, πλούτῳ δὲ καὶ τῇ ἄλλῃ περιφανείᾳ διαφέρουσα. αὕτη παρὰ βασιλέα πέμψασα δῆλα καθίστη τὰ μελετώμενα. ὃ δὲ ἐπειδὴ μὴ εἶχεν ἐξ ἀντιπάλου δυνάμεως αὐτοῖς ξυμπλακήσεσθαι, ἅτε νόσῳ καὶ σπάνει τῶν ἀναγκαίων ᾗπερ εἴρηται προκατεργασθέντος αὐτῷ τοῦ στρατεύματος, 13 τὴν πόλιν ὅποι δυνατὰ τειχισάμενος ὀπίσω ἐχώρει. ὅπως μέντοι μὴ τῶν Οὔννων στράτευμα συμμῖξαι αὐτῷ γένοιτο, διά τινων ἐρυμνῶν καὶ ἀποκρήμνων χωρίων τὴν πορείαν ἐτίθετο· ἀμέλει καὶ Κακὴ σκάλα ἐγχωρίως ὁ τόπος ὠνόμασται. ἔνθα ὁ τῶν Οὔννων στρατὸς αἰφνίδιος ταῖς οὐραγούσαις ἐπεισπεσὼν φάλαγξιν, ἄλλῳ μὲν οὐδενὶ Ῥωμαίους ἐζημίωσαν, τεμάχια δὲ τῶν τὴν βασιλικὴν ξυμπληρούντων αὐλὴν παραπετασμάτων ὑποζυγίων ἀπορίᾳ περιοραθέντα ἀνελόμενοι ἀνεχώρησαν, καὶ τὸ Ῥωμαίων στράτευμα ἀσινὲς ἐκεῖθεν διαγέγονεν. ὀλίγῳ δὲ ὕστερον ἐπὶ τὴν Ἀσίαν βασιλεὺς διέβη, πόλιν Καστάμονα Παφλαγόσι πρόσοικον ἐξελεῖν ἐπειγόμενος. Πέρσαι γὰρ οἱ ἐνταῦθα ᾠκημένοι ἐπὶ τὴν πλησιόχωρον καὶ βασιλεῖ κατήκοον ἐξορμώμενοι ἐκεῖθεν ἀεὶ κακῶς τοὺς τῇδε Ῥωμαίους διετίθεσαν. ἐκπλήξας τοίνυν αὐτοὺς τῷ μεγέθει τῆς ἐς τὸν πόλεμον παρασκευῆς, τήν τε πόλιν καὶ σφᾶς αὐτοὺς προδοῦναι Ῥωμαίοις ἠνάγκασεν, οὕτω τε ἐς Βυζάντιον ἐπανιὼν μεγαλοπρεπέστερα ἐπόμπευσεν. ὅτε καὶ ἅρμα ἀργύρου μὲν πεπηγμένον, χρυσῷ δὲ κατακόρως ἀληλιμμένον ἡτοίμησε μὲν ὡς ἐπιβησόμενος, οὐ μέντοι καὶ ὠχήσατο τούτῳ δι' ὑπεροψίας ἴσως παραίτησιν· ἀμέλει καὶ εἰκόνα τῆς θεοτόκου ἐνθέμενος αὐτῷ, ὃ μὲν σὺν τῷ σταυρικῷ προῆλθε σημείῳ, τὸ δὲ ἐχώρει, θαῦμά τε ἦν Βυζαντίοις ὁρᾶν, ὅπερ