1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

94

εἰδότες. τῆς Λουκᾶ γὰρ ἡττῆσθαι ὁμολογήσαντες γνώμης, ὅτι καὶ τῆς βασιλέως πολλῷ πρότερον, ἁλώσιμοί τε αὐτοῖς ἐς τὴν θρησκείαν γεγονότες, οἱ δὲ ἐγκλημάτων ἑτέρων ἐγράφοντο τοῦτον. ἐφ' οἷς οἶμαι καὶ βασιλεὺς αὐτῶν καταγνοὺς σὺν ἐπιπαθεῖ τινι λογισμῷ τῷ Λουκᾷ ἐπιφυομένων "ἀλλὰ τοῦτο μὲν" ἔφη "τέως ἀποκείσθω" ὁπηνίκα δὲ τέλος ἕξει τὸ τῶν παρόντων, βασανισθήσεται καὶ ταῦτα, καὶ τέλος αὐτοῖς ἐπιθήσομεν τὸ προσῆκον" ἐφ' οἷς ἀποκρουσθέντες ἐκύρουν ἤδη τὰ δεδογμένα. βασιλεὺς δὲ ὑπεσημήνατο τούτοις· καὶ τὸ λοιπὸν λίθοις ἐγκολαψάμενοι τὴν γραφὴν ἐπὶ τοῦ Σοφίας ἱεροῦ ἀριστερᾷ εἰσιόντι φέροντες ἔστησαν. καὶ τέλος ἤδη εὕρατο τὰ τῆς ζητήσεως. ἐγὼ δ' ἐκεῖνο περὶ τῶν τοιούτων ἀεὶ φρονῶν διατετέλεκα, ὅτι δὴ φύσιν θεοῦ πολυπραγμονεῖν ἀνθρώπῳ γε ὄντι οὔκουν ἀνέγκλητον. ὅ γε μὴν θαυμάζειν ἔχω τῷ αὐτοκράτορι τούτῳ αὐτίκα μοι λελέξεται. συζητοῦντί ποτε περὶ τούτων αὐτῷ (ἐπὶ ἓξ καὶ γὰρ ἐνιαυτῶν παρετέτατο κύκλους τὰ τῆς ἀμφισβητήσεως) τῶν τις περὶ τὴν βασιλικὴν ἀμφιπονουμένων ἐγένετο ἑστίαν, ἀγγέλλων οὖν αὐτῷ ἡσυχῇ, ἠμβλωκέναι τὴν βασιλίδα, εἶτα καὶ ὅτι ἄρρεν. ὁ δὲ οὐδ' ὅσον ἐν σχήματι τὸ πάθος ἐπιδειξάμενος καθῆστο προσανέχων τοῖς λεγομένοις. ἐπεὶ δὲ τέλος ἤδη εἶχε τὰ τῆς τηνικάδε ζητήσεως, ὄρθιος ἀναστὰς ῥιπτεῖ παρὰ τοὺς τῶν ἱερέων πόδας ἑαυτόν, καὶ "ἄρτι μοι" ἔφη "πατέρες ἱεροί, λόγος ἐκ τῆς γυναικονίτιδος ἦλθεν, ἐκτετρῶσθαι παῖδά μοι λέγων ἄρρενα, μεγίστην ἐλπίδα ἔμοιγε. ἀλλ' αἰτοῦμαι δὴ τὴν ὑμετέραν ἁγιότητα, 257 πέμψατέ τινα πρὸς θεὸν ἱκετηρίαν, πέμψατε ἀντιβολῶ. κἂν μὲν οὐκ ὀρθῶς ἔγωγε περὶ τοῦτον δὴ τὸν ἱερὸν ἐκονισάμην ἀγῶνα, μηκέτι μηδ' εἰσέπειτά μοι τελεσφορηθείη σπέρμα γένους ἑκατέρου μηδέν, μηδ' ὀναίμην ἐλπίδων τῶν ἐμαυτοῦ, εἰ δ' ἀρεστὰ θεῷ τὰ τῆς ἐμῆς γνώμης ἐστίν, οὐκ εἰς μακράν μοι τὴν ἐλπίδα παρέξοιτο ταύτην." ὁ μὲν τοσαῦτα εἰπὼν ἀνίστατο γῆθεν, οἱ δὲ ἐς γόνυ κλιθεὶς ἕκαστος σὺν δάκρυσι θεὸν ἐπεκάλουν. τότε μὲν οὖν ἐπὶ τοιούτοις ἀπηλλάγησαν. οὔπω δὲ χρόνος ἐξῆκε συχνός, καὶ τεκνοῖ παῖδα βασιλεύς, γλύμμα Χαρίτων, φύσεως ἄνθος. ἀλλὰ τοῦτον μὲν ὁποῖός τις ἐστὶν ἰδεῖν ὁ λόγος ἐν δέοντι διαγράψει μοι, τὰ δὲ τῶν ἀγώνων ἐκείνων ἐν τούτοις ἐτελεύτα. Λουκᾶς δέ, ἐπειδὴ μηδὲν ὅ,τι καὶ λόγου ἄξιον πρὸς τῶν κατηγορούντων αὐτῷ προσετρίβετο, ἐπὶ τοῦ θρόνου ἔμεινεν αὖθις. Ἰωάννης δὲ ὁ τὴν Κερκυραίων λαχὼν καὶ μοναχῶν τις, ὃν ἐπεκάλουν Εἰρηνικόν, τῇ προτέρᾳ ἐπιμείναντες δόξῃ ἀναθέματι ὑποβέβληντο, ἄλλοι τε ἑξῆς τῶν ἐκκλησιαστικῶν ἐξωστρακίσθησαν καταλόγων.

3. Ὁ δὲ τῶν Οὔννων ῥὴξ τὰ καθεστῶτα πάλιν κινήσας ∆ιονύσιόν τινα τῶν παρ' αὐτῷ ἐπιφανῶν, ἄνδρα πολέμων πολλῶν ἔμπειρον, στρατεύματι μεγάλῳ Σιρμίου καὶ πάλιν ἀντιποιηθῆναι ἔπεμψεν. ὃ πυθόμενοι οἱ τῶν Ῥωμαίων στρατηγοὶ βουλευτέα σφίσι περὶ τούτου ἐποίουν. προὔβαινε μὲν τὰ τῆς βουλῆς, οὐκ ἐπὶ τὸ Ῥωμαίοις ξυνοῖσον, ὁρώντων τῶν βουλευτῶν, ἀλλ' ὡς ἄν τις παραλογίσαιτο τὸν ἕτερον, μάλιστα μέντοι ἄμφω 258 τὼ Μιχαήλ, ὅς τε Γαβρᾶς ἐπεκέκλητο δοὺξ τῆς τῇδε χώρας τελῶν, καὶ ὁ Βρανᾶς στρατεύματος ἰδίᾳ κατάρχων καὶ αὐτός, ἀμφοτέρω μὲν πολεμικωτάτω, ἀλλ' ὁ Βρανᾶς ἐκράτει μᾶλλον. βουλευομένοις τοίνυν ἐπειδήπερ ἐδόκει νύκτωρ ἐπιθέσθαι ∆ιονυσίῳ, ἄραντες πανστρατεὶ πρόσω ἐχώρουν. γεγονότες δ' ἔνθα ∆ιονύσιον στρατοπεδεύεσθαι συνέβαινεν, ἐπειδὴ παντάπασιν ἀνδρῶν ἔρημον τὸ στρατόπεδον εὗρον, ὑποδειλιᾶν ἤρξαντο. ἱκανὸν γὰρ εἴπερ τι χῶρος ἔρημος καὶ ἀήθης διατριβὴ ψυχὴν ἐπὶ πολεμίας κατασεῖσαι στρατιωτικήν. ἰχνοσκοποῦντες δ' ὅμως ἐπορεύοντο, καὶ τάχα ἄν τι καὶ ἔπραξαν, εἴ γε πρωιαίτερον τοῖς Οὔννοις ἐπέθεντο. τότε δὲ ἐπεὶ ἡμέρα ἤδη διαφανῶς ἦν, αἰσθόμενοι Οὔννοι τούς τε ἵππους εἰσελαύνειν ἐπὶ τὸ στρατόπεδον ἤρξαντο (ἐτύγχανον γὰρ ἐπὶ νομὴν ἀναθέντες) καὶ τοῖς πρὸ τῶν σκηνῶν ἐξ ἔθους ἀεὶ ἑστῶσιν ἐπιβαίνοντες φαλαγγηδὸν ἐτάττοντο, Ῥωμαίους τε σὺν ἀκοσμίᾳ πολλῇ φερομένους ἰδόντες (τοῖς γὰρ τὴν ἵππον ἐλαύνουσιν ἐπιθέμενοι Οὔννοις οἱ πλείους ἐσκεδάσθησαν) ἐπήλασάν τε αὐτοῖς καὶ