1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

87

Σκυθῶν ἀπειροπληθὴς στρατιὰ καὶ Σερβίων τῶν Ῥωμαίοις κατη-κόων ὅτε σουλτὰν κατὰ τὰ ξυγκείμενα δυνάμεις αὐτῷ τὰς ξυμμαχίδας ἔστελλε, καὶ βαρεῖά τις ἁπανταχόθεν ἤθροιστο χείρ. κατὰ τὸν αὐτὸν χρόνον καὶ Βλαδίσθλαβος, εἷς ὢν τῶν ἐν Ταυροσκυθικῇ δυναστῶν, σὺν παισί τε καὶ γυναικὶ τῇ αὐτοῦ δυνάμει τε τῇ πάσῃ αὐτόμολος ἐς Ῥωμαίους ἦλθε, χώρα τε αὐτῷ παρὰ τὸν Ἴστρον δεδώρηται, ἣν δὴ καὶ Βασιλίκᾳ πρότερον τῷ Γεωργίου παιδί, ὃς τὰ πρεσβεῖα τῶν ἐν Ταυροσκυθικῇ φυλάρχων εἶχε, 237 προσελθόντι βασιλεὺς ἔδωκε. τηνικαῦτα καὶ Οὐέννετοι στόλῳ τριήρεων ἑκατὸν Ῥωμαίοις ἐς τοὺς κατὰ θάλασσαν συναίρεσθαι ὡμολόγησαν πόνους, τὰς πρότερον τὸ δεύτερον ἀνανεωσάμενοι ξυνθήκας. οὐ μὴν ἀλλὰ καὶ Φρεδερίκῳ τῷ Ἀλαμανῶν ῥηγὶ πᾶσί τε ἄλλοις τοῖς ἀνὰ τὴν ἑσπερίαν λῆξιν ἀπεναντίας διὰ βίου ἰέναι ἢν ἐπὶ Ῥωμαίους στρατεύοιεν, πίστεις ἔδοσαν.

13. Καὶ τὰ μὲν κατὰ τὴν ἑσπέραν τῇδε ἐφέρετο. Βαλδουῖνος δὲ ὁ Παλαιστίνης ῥὴξ ἀδελφιδῇ τοῦ βασιλέως ξυνοικῶν ἐξ ἀνθρώπων ἠφάνιστο. ἅτε δὲ αὐτοῦ ἄπαιδος τὸν βίον ξυμμετρησαμένου, ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἡ τῆς χώρας μετῆλθεν ἐπικράτησις, ὃς ἄρτι ταύτην ἀναλαβών, πέμψας ἐς βασιλέα ᾐτεῖτο κήδους καὶ αὐτὸς τοῦ ἐκ Ῥωμαίων τυχεῖν, ἅμα τε καὶ γνώμης πειρᾶσθαι ἤθελε τῆς αὐτοῦ ὅπως ποτὲ περὶ Ἀντιοχείας ἔχει. Ἀντιο-χεῖς γὰρ ἅτε φύσει ψεύδορκοι ὄντες ἐπὶ Παλαιστίνην τῷ Βαλδουίνῳ συγγεγονότες, αὐθαίρετοι τὴν τῆς πόλεως καὶ σφῶν αὐτῶν ἐχείριζον προστασίαν. ἀλλ' ἐκεῖνος εἰδὼς ὡς βασιλεῖ κατήκοος ἡ πόλις αὕτη τυγχάνει οὖσα, δεῖν ἔκρινε πυθέσθαι τούτου πρότερον, ὥσπερ εἴρηται. ὁ δὲ τοιούτοις αὐτὸν ἀμείβεται· "ὁ μὲν περὶ κήδους λόγος, ἐπειδή σοι βουλομένῳ ἐστὶν εὔνοιαν ἐπισπᾶσθαι τὴν ἡμετέραν, οὐκ εἰς μακρὰν ἐπιτελὴς ἔσται, πόλεως δὲ Ἀντιοχείας πάλαι τε Ῥωμαίοις ὑποφόρου καὶ νῦν δὲ κράτει δεδου-λωμένης τῷ ἡμετέρῳ οὔτε σοι περιόντων ἡμῶν κατακυριεύσειν δυνατὰ ἔσται οὔτε τῶν ἄλλων οὐδενί. Ἀντιοχεῖς μέντοι τῆς ἐς Ῥω-μαίους ἀπιστίας αὐτίκα πρὸς τοῦ ἡμετέρου κράτους τὰ ἐπίχειρα 238 κληρωσάμενοι εἴσονται τίνι ξυγκρούειν αὐτοὶ τετολμήκασιν." ἐν τούτοις μὲν τὰ τοῦ γράμματος ἦσαν. ὁ δὲ ἐπειδὴ τῶν ἐπ' Ἀντιοχείᾳ ἠλπισμένων ἀπετύγχανεν ἤδη, ἐνέκειτο περὶ κήδους λοιπὸν τὸν βασιλέα παραιτούμενος. μίαν τοίνυν τῶν τοῦ πρωτοσεβαστοῦ ἁρμοσάμενος θυγατέρων ὀμώμοκε λοιπὸν καὶ αὐτός, ὅσα καὶ Βαλδουῖνος ὁ ἀδελφὸς αὐτοῦ πρότερον. βασιλεὺς δέ, ἐπειδὴ μηδέπω τὰ πρὸς τὴν παρὰ πόδας ἐξαρτυσάμενος ἔτυχε μάχην, δείσας περὶ τῇ πόλει Ζεύγμῃ ἐπὶ πλεῖστον ἤδη πρὸς τοῦ Στεφάνου πυργηρουμένῃ, πρὸ τοῦ τὸν ὑπὲρ τῶν ὅλων ἐκρῆξαι πόλεμον, στράτευμα λόγου ἄξιον βοηθῆσον αὐτῇ ἔστελλεν, ὑπὸ στρατηγοῖς Μιχαήλ τε τῷ Γαβρᾷ καὶ τῷ Βρυεννίῳ Ἰωσήφ, ὑφ' οὓς ἐτέλουν ἄλλοι τε τῶν ἐν Ῥωμαίοις ἐπιφανεστέρων, καὶ Ἰωάννης ὃν Ἄγγελον ἐπεκάλουν,ἀνὴρ ἐμπειροπόλεμος, καὶ Ἰωάννης ὁ Ἰσής, Πέρσης μὲν τὸ γένος τροφῆς δὲ καὶ διαίτης μεταλαχὼν Ῥωμαϊκῆς. ἐπὶ πλέον γε μὴν τῇ πόλει ἐπαρκέσαι βουληθεὶς ναῦς ὡσεὶ πλείστας στρατιωτῶν τε καὶ τῶν ἐπιτηδείων ἐμπλησάμενος ἐκέλευε τὸν Ἴστρον παραπλεούσας τοῖς ἔνδοθι παρέχειν τῶν ἀναγκαίων, ἕως αὐτὸς πανστρατὶ ἐπὶ τὴν Οὐννικὴν ἀφίκηται. Οὖννοι δέ, ἐπειδὴ πολύν τινα χρόνον ἀμφὶ τῷ περιβόλῳ ἐνδιατρίψαντες πολλάκις τε αὐτοῦ ἀποπειρασάμενοι ἔγνωσαν ἀνεφίκτοις ἐπιχειρεῖν (αἱ γὰρ Ῥωμαϊκαὶ νῆες ἐπὶ τὴν ἐχομένην ποταμοῦ Ἴστρου πλευρὰν ὁρμιζόμεναι μεγάλα τοῖς ἔνδον Ῥωμαίοις συνεβάλλοντο, πρὸς δὲ καὶ τοὺς ἐν πολέμῳ τραυματίας γεγενημένους ἀπολαμβάνουσαι ἑτέρους ἀκραιφνεῖς τοῖς σώ 239 μασιν ἀντιπαρεῖχον αὐτοῖς), νῆας καὶ αὐτοὶ συλλεξάμενοι, μήπω τοῦ σὺν τῷ Γαβρᾷ καὶ τῷ Βρυεννίῳ στρατεύματος ἀφικομένου ἐπὶ Οὐννικήν, διὰ τοῦ ποταμοῦ κατὰ τῶν Ῥωμαϊκῶν ἐφέροντο ὡς καταδύσοντές τε αὐτὰς καὶ μάχῃ οὐ σὺν πόνῳ περιγενησόμενοι, εἰ καὶ ταύτης τῆς πείρας ἠλέγχοντο δεύτεροι. αἱ γὰρ αὐτῶν νῆες, ἅτε ἥκιστα τοῦ ναυπηγεῖσθαι δεξιῶς ἐς ἀσύμμετρόν τι διατεινόμεναι εὖρος, τὰ δευτεραῖα ἐπὶ ταχύτητι κομίζονται τῶν