1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

53

τούτους ἠνάγκασεν. ὅτε καὶ αὐτὸς ὁ ∆ούκας παρ' ὀλίγον ἦλθε τοῦ καὶ ἁλῶναι καταδορατισθείς. ἀλλὰ γὰρ ἡ πρόνοια πάντα ἐς ὅπερ ἂν αὕτη θέλει ἄγει καὶ στρέφει τὰ ἀνθρώπεια. καίτοι εἰς τοῦτο τύχης Ῥωμαίοις ἐλθοῦσι νικᾶν ὅμως ἐπὶ τέλους ἐγένετο. ἔφθη μὲν γὰρ ὁ ∆ούκας ἐπί τι τῶν ἐκ λίθου πεποιημένων τειχέων πεφευγώς, ἃ πρὸ τῶν πυλῶν εἴθισται τιτάνου ἄνευ ἤ τινος ἄλλης ἐπιχρίσεως τοὺς λειμῶνας περιζωννύειν, ἐνταῦθα περισεσῶσθαι. ἤδη δὲ καὶ τὸ Ῥωμαίων πεζικὸν ἐν ἐπιτηδείῳ γεγονὸς λίθους κατὰ τῶν περὶ Ῥιτζάρδον ἠφίεσαν, ὡς ἐντεῦθεν ἐπισυνίστασθαι ἤδη τῶν πεφευγότων πολλούς. ὅπερ ὁ Ῥιτζάρδος ἰδὼν ἱππεῦσιν ἓξ ἅμα καὶ τριάκοντα κατ' αὐτῶν αὖθις ἐφέρετο. ἀλλά τις τῶν ἐκ Τράνεως εἰς τοὺς ἱερέας τελῶν μέγα τι χρῆμα λίθου ἐξ ὑπερδεξιῶν ἀφεὶς κνήμης τε θατέρας τυχήσας αὐτῷ, εἰς γῆν ἀναχθῆναι ἐποίησε. καὶ ὁ μὲν ἔκειτο σπαράττων ὑπὸ ὀδύνης ἑαυτόν, ὁ δὲ καὶ δευτέραν κατῆρε τοῦ τραχήλου βολήν. ἐπειδή τε ἤδη κατηγώνιστο, καίτοι τοῦτον πολλὰ ἱκετεύοντα ὕπτιον ἀνακλίνας ἐγχειρίδιον μὲν τῆς γαστρὸς διελαύνει, ἔγκατα δὲ πάντα ἐκχέας οἷόν τινα ἐδωδὴν ἐπὶ τοῦ στόματος παρέθετο ὑπόδειγμα καθ' ἑαυτοῦ τοῦτον δὴ τὸν τῆς ἀπανθρωπίας τρόπον παρεσχηκότι τῷ κακοδαίμονι. καὶ τὸ ἐντεῦθεν Ἄντρον τε καὶ τὸ περὶ αὐτὸν στράτευμα Ῥωμαίοις ὁμολογίᾳ 145 προσεχώρησεν· οἱ δὲ οὐδὲ τὸν κίνδυνον διαφυγεῖν προσδοκήσαντες σὺν τροπαίοις ἐπὶ Βᾶριν ἦλθον. ἔνθεν ἀφθόνοις περιτετυχηκότες τοῖς ἐπιτηδείοις τοὺς πολεμίους ἀνέψυχον ἤδη καμάτους.

5. Χρόνου δὲ οὐ πολλοῦ διαγεγονότος ἐδόκει διχῆ διελοῦσι τὸ στράτευμα τὸ μὲν αὐτοῦ σὺν τῷ ἑτέρῳ τῶν στρατηγῶν μεῖναι, τὸ δ' ἄλλο θάτερον ἐπαγόμενον ἐπὶ καταδρομῇ φρουρίων τῶν περιοίκων ἐξελθεῖν. ἔπιπτε δὲ ἐπὶ τὸν ∆ούκαν ὁ τοῦ προπονεῖσθαι κλῆρος. τοίνυν καὶ ἦν γάρ τις πόλις ἧς Κάστρος ἡγεῖτο ἀνὴρ ἐπιφανής, ταύτην περικαθίσας ἀσφαλῶς ἐπολιόρκει. ὡς δὲ πολλάκις τῷ περιβόλῳ προσραγεὶς ἔγνω ἀνηνύτοις ἐπιχειρῶν (οὐ γὰρ οὖν οὐδὲ λίθον αὐτῷ ἐκεῖθεν ἀποσπᾶν ἐξεγένετο καίτοι συχνὰ μαστίξαντι τοῖς τειχομαχικοῖς) ἄρας ἐκεῖθεν περὶ λύχνων ἁφὰς ἐπὶ Μονόπολιν ἐφέρετο, ἐξαπιναίως ἐπιθήσεσθαι ταύτῃ διανοούμενος. ἐτύγχανον δὲ τηνικαῦτα Μονοπολῖται στράτευμα ἐπὶ Ῥωμαίους ἐκπέμψαντες, τὸ μὲν ἐπὶ κατασκοπῇ τῶν γινομένων, τὸ δὲ καὶ ὅπη δυνατὰ ἔσται ἀντικαταστησόμενον αὐτοῖς. τύχῃ γοῦν τινι Μονοπολῖται τοῖς ἐμπροσθίοις τοῦ Ῥωμαϊκοῦ συμμίξαντες στρατοῦ εἰς χεῖρας ἦλθον. ἀλλὰ συναισθήσεως καὶ τοῖς κατόπιν γεγενημένης ἱππεῖς μὲν αὐτῶν σχεδόν τι ἅπαντες ᾤχοντο πεφευγότες, δρόμῳ τε ἔτι καὶ ἄσθματι πολλῷ ἐχόμενοι πολίταις τοῖς ἄλλοις τὸν Ῥωμαίων στρατὸν ὅσον οὐκ ἤδη παρέσεσθαι διήγγελον. πεζῶν δὲ πλεῖστοι ἑάλωσαν. τούτοις ἐκταραχθέντες ἡ πόλις ἐκ τῶν παρόν 146 των τοῖς πολεμίοις ἀντιτάξεσθαι ἔγνωσαν. ἱππεῖς τοίνυν ὑπὲρ τοὺς διακοσίους ἐκδραμόντες ἅμα πεζοῖς πλείοσιν ἢ χιλίοις, πλήθους σφενδονητῶν ἀναρίθμου κατόπιν αὐτοῖς ἑπομένου, πρὸ τῆς πόλεως ἔστησαν. ἐπειδή τε ἡμέρα ἤδη ἦν, ἐπιστὰς ὁ ∆ούκας ὑπὲρ ἥμισυ μὲν τῶν στρατιωτῶν αὐτὸς ἔσχε, τὸ δ' ἄλλο εἰς προνομὴν τῶν πέριξ ἐξέστειλεν. ᾔει τοίνυν διχῆ διελὼν τὸ στράτευμα· οὐ μὴν καὶ συνέμιξεν ἐν τῷ παραυτίκα Μονοπολίταις, ἀλλὰ σχῆμα τῆς τῶν τειχέων δῆθεν ποιούμενος κατασκοπῆς, βάδην μὲν ἐχώρει τὸ πρῶτον ἐπὶ μέρους τὴν πόλιν δῆθεν περισκοπῶν. ἔπειτα οὐδενὶ προρρηθὲν τριάκοντα τῶν ἀμφ' αὐτὸν ἕπεσθαι τὴν ἐπὶ τοὺς πολεμίους ἐγκελευσάμενος κατὰ μέσων αὐτῶν ἵεται. οἱ δὲ τῷ ἀθρόῳ καταπλαγέντες εἰς φυγὴν ἔκλιναν, ὁ δὲ οὐ πρότερον ἀνῆκε διώκων πρὶν ἢ ταῖς τῆς πόλεως πύλαις φεύγουσι συνεισέπεσε καὶ αὐτὸς ἕνα τε δορατίσας ἐντὸς πυλῶν εἰς γῆν ἔβαλε. τοῦ λοιποῦ δὲ τοὺς ἑαλωκότας ἀνειληφὼς ἐκεῖθεν ἀνεζεύγνυ. ἤδη δὲ καὶ τὸ ἄλλο στράτευμα ἱκανῶς τῶν κύκλῳ καταδραμὸν σὺν ὠφελείαις ἀνέστρεφεν, ὃ καὶ αὐτὸ σὺν τῷ ∆ούκᾳ ἐς Βᾶριν ἦλθεν. ἐν ᾧ δὲ ταῦτα ἐγένετο, πρέσβεις πρὸς τοῦ Ῥώμης ἀρχιερέως ἐπὶ τοὺς Ῥω-μαίων ἦλθον στρατηγούς, ὃν πάπαν Λατίνοις