1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

29

παράπαν ἐδόκει. δρόμωνα δὲ τὸν βασίλειον καὶ τὰς συνήθεις σταλῆναί οἱ πρὸς βασιλέως ἠξίου τριήρεις, ἐφ' ᾧ πρὸς τὴν διάβασιν αὐτοῖς χρήσαιτο. καὶ εἰ μὴ θᾶττον ἀφίκοντο πρὸς αὐτόν, ἠπείλει πολλαῖς ἐς νέωτα μυριάσι τὴν πόλιν περιβαλεῖν. πρὸς ὃ χαλεπήνας ὁ βασιλεὺς οὐκέτι μέχρις εἰρωνείας τὸν ἀλαζόνα ἀμείβεσθαι ἤθελεν. ὅθεν καὶ πικροτάτοις αὐτοῦ καθίκετο λόγοις ἐπιστείλας οὑτωσί. "οὐ τῷ πλήθει τὰ πράγματα κρίνειν εἰώθασιν οἷς καὶ σμικρὰ συνορᾶν ἔνεστι, ποιότητι δὲ μᾶλλον καὶ ταῖς ἐντεῦθεν ὑπερβολαῖς τε καὶ ἐλλείψεσιν. οὐκοῦν καὶ τοὺς Ἄρεος ἀθλητὰς οὐ πλήθει διαιρετέον, ἀλλ' ἀρετῇ καὶ πόνοις καὶ τῇ περὶ ταῦτα ἐπιστήμῃ. ἂν καί σοι τοίνυν πλεῖστον ἀκολουθῇ στράτευμα, ἀλλὰ πρὸς τῷ μὴ πολλῷ τὸ ἡμεδαπὸν ὑπεραίρειν, καίτοι τοῦ πλείστου πολλαχῆ τῆς Ῥωμαίων διῃρημένου ἀρχῆς, ἀγελαῖόν ἐστι καὶ τὸ πλεῖστον ἀπειροπόλεμον· προβάτων δὲ ἀγέλαι κἂν εἰς μυριοστύας ὅλας ἀριθμοῖντο σχολῇ ἐὰν ἀνάσχοιντο λέοντος ἐπιπηδῶντος αὐταῖς. ἢ οὐκ οἶσθα, ὅτι καθαπερεὶ στρουθίον ὑπὸ ταῖς ἡμετέραις γεγένησαι ἤδη παλάμαις; κἂν θελήσωμεν, οὐκ ἂν φθάνοις αὐτίκα παραπολλύμενος. ἐννόησον ὡς ἐκεῖνοι τὴν χώραν κατέχουσι ταύτην, ὧν οἱ πρόγονοι πᾶσαν τὴν γῆν περιῆλθον τοῖς ὅπλοις, ὑμῶν τε αὐτῶν καὶ λοιπῶν ἁπάντων τῶν ὑφ' ἡλίῳ ἐκυρίευσαν ἐθνῶν. ταῦτα ὑπολογίζεσθαί σε χρεὼν καὶ προσέτι ὡς οὔτε νεώς ποτε ἐπιβήσῃ τῆς βασιλείου οὔτε τι ὧν ᾔτησας ἐπιτελὲς ἔσται σοι παρ' ἡμῶν, ἀλλά σε τὴν 80 αὐτὴν καὶ πάλιν οἱ τῶν ἵππων οἴσουσι πόδες. καὶ οὐ δήπου μεμπτέοι πάντως ἡμεῖς, εἰ μὴ τοῖς ἀδικεῖν βουλομένοις ῥᾴστους ποιοῦμεν ἑαυτούς. οὐ γὰρ ταὐτὸν ἀδικεῖν καὶ ἀμύνεσθαι· ἀλλὰ τὸ μὲν γνώμης ἤρτηται φαύλης, τῷ δὲ προηγεῖται πάντως ἀσφάλεια. ἡμᾶς δὲ καὶ προλαβὸν ἀξιοῖ τὸ ὑπήκοον ἅπερ ὅσον οὐκ ἤδη Πέρσαις ἀποκερδανθήσεται τοῖς ἐν γειτόνων, ταῦτα δὴ Ῥωμαίους ἀμογητὶ κτήσεσθαι. ὃ τοίνυν ἀξιούντων οὐκ ἠνεσχόμεθα τῶν ἡμετέρων, τοῦτο νῦν σοῦ προτρεπομένου αὐτίκα ποιεῖν κινδυνεύομεν." ταῦτα Κορράδος ἐνωτισάμενος καὶ ἅμα πυθόμενος ἅπερ ἔναγχος δυστυχῶς συνέπεσεν Ἀλαμανοῖς, λεμβάδιόν τι λυπρὸν αὐτοῦ που περὶ τὴν θαλάσσης ἀνειλκυσμένον ἀκτὴν ἀναβάς, τὸν ∆αμάλεώς τε πορθμὸν διέβη καὶ ἐπὶ τῆς περαίας θᾶττον ἐγένετο, ὀλιγωρίας τινὸς βαρβαρικῆς ἐπειγούσης τὸν ἄνθρωπον. φιλεῖ γὰρ τὸ βάρβαρον εὐημεροῦν μὲν ὑπὲρ μέτρον ἐπαίρεσθαι καὶ αὐχεῖν, δυστυχοῦν δὲ καταβάλλεσθαί τε πλέον ἢ προσήκει καὶ ταπεινοῦσθαι παρὰ τὸ μέτριον. βασιλεὺς δὲ τοῦ καὶ εἰσέτι μᾶλλον κατασπᾶν αὐτῷ τὴν ὀφρῦν προνοῶν, τοιάδε ἐποίει. τῶν τινας Ῥωμαίων εἰς τὴν κατόπιν ἰοῦσαν ἐκπέμψας Ἀλαμανῶν στρατιὰν ἀριθμοῦ κρείσσω ἀγγελλομένους εἶναι χρήμασι τῆς ἐς Κορράδον ἀποσχέσθαι ἀνέπειθεν εὐνοίας. ὃ Κορράδος ἐνωτισάμενος οὐκέτι ἐκεῖνος ὁ πρῴην ὑπέροφρυς ἦν. πέμψας δὲ πρὸς βασιλέα ᾐτεῖτο σταλῆναί οἱ Ῥωμαίων τινὰ ὁδοῦ τε αὐτῷ καθηγησόμενον καὶ ἐν τῷ ἀσφαλεῖ παραπέμψοντα. ἔσταλται τοίνυν ὁ τὸ τοῦ ἀκολού 81 θου εἰς ἐκείνην τὴν ἡμέραν λειτούργημα ἐκπληρῶν. ἐπιτέτραπτο δέ οἱ καὶ συμμαχίας πέρι Κορράδῳ διειλέχθαι. ἣν ἐπειδὴ πολλῷ τῷ διαλλάσσοντι Ῥωμαίους καὶ Ἀλαμανοὺς ξυμβαίνει μάχεσθαι, τὴν μὲν βασιλεῖ δοίη, πολλῷ δὲ ἀντιλάβοι πλείονα, εἴ γε αὐτῷ βουλομένῳ ἔσται μάχης κατὰ Περσῶν βασιλεῖ κοινωνῆσαι. ὁδῶν τε σφίσι προκειμένων δυοῖν, ὁποτέρᾳ ἂν αὐτὸς βούλοιτο ἰέναι, ταύτην δὴ ἑλέσθαι. Στέφανος μὲν οὖν Κορράδῳ ταῦτα ἀπήγγελλεν. ὁ δὲ ἐς βουλὴν ξὺν τοῖς αὐτοῦ καταστὰς πρὸς μὲν τὴν ὁμαιχμίαν ἀπεῖπεν, ὁδὸν δὲ ἣ Φιλομίλιον ἄγει αὐτὸς εἵλετο. μέχρι μὲν οὖν Μελαγγείων καὶ ∆ορυλαίου πόλεως οὐδὲν ἄχαρι Ἀλαμανοῖς ὑπηντίαζεν. ἐνταῦθα δὲ γενομένοις Μαμπλάνης ὄνομα Πέρσης ἀνὴρ ἅμα στρατεύματι ὀλίγῳ τοῖς ἐμπροσθίοις αὐτῶν προσέβαλε τάγμασιν, ἀποπειρασόμενός τε τῆς ἰσχύος αὐτοῖς καὶ τὸν τῆς παρατάξεως ὅπως ποτὲ ἔχοι μαθησόμενος τρόπον. Ἀλαμανοὶ τοίνυν, ἐπειδὴ Πέρσαι τὸ πρῶτον αὐτοῖς παρεφάνησαν, οὐκέτι κατὰ συντάξεις ἐχώρουν· θυμῷ δὲ καὶ θορύβῳ πολλῷ ἐχόμενοι κατ' αὐτῶν ᾔεσαν. Πέρσαι δὲ ἕως μὲν οὐ πόρρω τοῦ σφῶν αὐτῶν