1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

37

δὲ Σικελὸς στόλος εἰς χεῖρας τοῖς ἀμφὶ τὸν Χουροὺπ ἐλθὼν ὁ μὲν πλεῖστος κατηγώνιστο, τετταράκοντα δὲ νῆες ἐξ αὐτῶν τὸν κίνδυνον διαφυγοῦσαι ἐπὶ Βυζάντιον ἦλθον. ἔνθα καταχθέντες οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔδρασαν· ταῖς δὲ περὶ τὴν ∆αμάλεως περαίαν πῦρ ἐπαφεῖναι πειρασάμενοι καταγωγαῖς αἰσχρῶς ἐκεῖθεν ἀπηλλάγησαν πολλοὺς τῶν σφετέρων ἀποβαλόντες. οὐ μὴν οὐδ' ὅσοι τὸν κίνδυνον ἔφυγον ἐρρύσθησαν ἐς τὸ παντελές. ναυσὶ γὰρ περιτυχόντες, αἳ τὸ δημόσιον Κρήτηθεν ἐκόμιζον νόμισμα, τῆς μάχης οἱ πλείους γεγόνασι λάφυρον. βασιλεὺς δὲ λιμῷ καὶ πολιορκίᾳ τὴν πόλιν παραστησάμενος ἐκεῖθεν ἀνέζευξε. καὶ τοῦ λοιποῦ περί τε Σικελίας καὶ τῆς Ἰταλῶν ἐσκέπτετο γῆς ὡς καὶ ταύτας Ῥωμαίοις ἀνασώσαιτο.

6. Πυθόμενος δὲ ὅτι δὴ Ἀλαμανοὶ καὶ ∆αλμάται καὶ Παίονες ἐπὶ τὸν κατὰ Σικελίας συσκευάζεσθαι πόλεμον μεμαθηκότες αὐτὸν αὐτοὶ μὲν ἐξ ἑσπέρας Ῥωμαίοις ἐπιτεθήσεσθαι εἰς ὁμολογίαν ἀλλήλοις ξυνῆλθον, Ἰαγουπασὰν δὲ ὁ Περσῶν φύλαρχος τῷ σουλτὰν ἅμα Ἀσίαν ληΐζεσθαι ἔγνωσαν, αὐτὸς μὲν ἐπὶ ∆αλμάτας ἐφέρετο τὸν ἐν σφίσιν ἀρχιζουπάνον ἤδη καὶ χειρῶν 102 ἄρξαντα τῷ τέως ἀμυνεῖσθαι διὰ σπουδῆς ἔχων, τὸ δὲ ναυτικὸν ἅπαν Ἰωάννῃ τῷ τῶν ἀνατολικῶν καὶ ἑσπερίων δομεστίκῳ πιστεύσας ἐκέλευε τῷ Ἀγκῶνι προσεσχηκέναι (ἐπίνειον δὲ Ἰταλίας ἐστὶν ὁ Ἀγκὼν) ἐντεῦθέν τε ὡς ἐξ ὁρμητηρίου κατὰ τῆς Ἰταλίας ἰέναι. ἀλλ' ὁ μὲν Ἰωάννης μέχρι ποταμοῦ Βοόσης ἐλθὼν περαιτέρω ἰέναι οὐδαμῆ ἐφρόντισεν. εἴτε δὲ ἀπειρίᾳ τῇ περὶ τὰ ναυμαχικὰ τοῦτο τῷ δομεστίκῳ διημάρτητο, εἴτε καὶ ταῖς Οὐεννέτων ἠγμένῳ ξυμβουλαῖς ὡς μὴ Ἰταλίας ἐγκρατεῖς Ῥωμαῖοι γεγο-νότες χώρᾳ τε ἐν γειτόνων ἤδη καταστάντες τῇ αὐτῶν περιφρονεῖν αὐτοὺς ὡς τὸ εἰκὸς ἔχοιεν καὶ ξυμμαχίας ὀλίγα τῆς ἐξ αὐτῶν χρήζοιεν· εἴτε οὖν οὕτως εἴτ' ἐκείνως, οὐδὲν ὅμως ὁ δομέστικος ὧν πρὸς βασιλέως ἐντέταλτο πέρατι διδοὺς εἰκῆ τὸν καιρὸν ἔτριβεν. ὅθεν καὶ λαίλαπος ἀθρόον ἐπιγεγονότος πολλοῦ (ἤδη γὰρ ἀμφὶ τροπὰς ἦν μετοπωρινὰς) συνέβη τῶν νεῶν ὡς πλείστας θραυσθῆναι περιοραθείσας ὀλιγωρίᾳ τοῦ στρατηγοῦ. ἐξὸν γὰρ ἐς τὸν ποταμὸν ἀναχθείσας παρ' ἑκάτερα πάσας ἀνελκυσθῆναι, ὃ δὲ ἐν τῇ τῆς θαλάσσης ἀκτῇ μετεώρους αὐτὰς εἴασεν. ὁ δὲ βασιλεὺς ἐς ∆αλματίαν ἐμβαλὼν τὸ Ῥᾶσόν τε κατεστρέψατο φρούριον καὶ τὰ ἐν ποσὶν ἐληΐσατο πάντα· πλῆθός τε ἀνάριθμον ἐν δορυαλώτων μοίρᾳ πεποιηκὼς Κωνσταντίνῳ μὲν σεβαστοϋπερτάτῳ, ὃν Ἄγγελον ἐπεκάλουν, αὐτοῦ σὺν δυνάμεσιν ἔλιπεν, ὃ δὲ προσωτέρω ἐχώρει Νικαβάν τε καταλαβὼν χώραν ὑπὸ τῷ Ἀρχιζουπάνῳ τελοῦσαν καὶ αὐτὴν φρούρια μὲν τὰ ὅλα ὅσα τῇδε ἵδρυται πόνῳ οὐδενὶ παρεστήσατο· ἐν δὲ Γαλίτζῃ γε 103 γονώς, ἐπειδὴ τοὺς ἐνταῦθα βαρβάρους πλήθει τε καὶ τῇ ἐκ τοῦ τόπου δυσχερείᾳ πεποιθότας οὐκ ἐνδιδόντας αὐτῷ τὸ κρησφύγετον εὗρε, χάρακα πηξάμενος βέλεσι καὶ λίθοις τοῖς ἀπὸ σφενδόνης τοὺς ἐπὶ τῶν προπυργίων βάλλειν ἐκέλευε μηδένα καιρὸν ἀνιέντας, οὕτω τε τρίτῃ ὕστερον ἡμέρᾳ καὶ κατὰ κράτος εἷλεν αὐτό. ἔνθα πλήθει βαρβάρων περιτετυχηκώς, μοίρᾳ τε τῆς ὁπλιτικῆς, καὶ ἄλλως ἀγελαίων τυγχάνοντι, ἐκεῖθεν ἀνάστατον ἦγεν αὐτό. καὶ αὐτὸ μέν, ἐπειδὴ παλινοστήσας ἐπὶ τὸ Ῥᾶσον ἦλθεν, ἔν τε Σαρδικῇ καὶ τοῖς ἄλλοις Ῥωμαίων χωρίοις ἐγκατοικισθησόμενον ἔπεμψεν, ὃ δὲ πρὸς τοῦ Ἀγγέλου πεπυσμένος ὅτι δὴ καιροφυλακήσας ὁ ζουπάνος μετὰ τὴν αὐτοῦ ἐνθένδε ἀναχώρησιν ἐπικαταβαίνειν τε Ῥωμαίοις ἤρξατο καὶ τὴν μάχην ἀπὸ χειρὸς ἤδη κρατεῖν, τὴν ταχίστην ἐκεῖθεν ἀπήλαυνε καταλήψεσθαι τοῦτον προθυμηθείς. ἀλλ' ὁ μὲν ἐπιόντας Ῥωμαίους ἀκηκοὼς ἐς τὰς τῶν ὀρῶν ἀνατρέχων ὑπερβολὰς τὸν παρὰ πόδας ἀπεδίδρασκε κίνδυνον· βασιλεὺς δὲ ἐπὶ τὴν χώραν ἐτράπετο, ἀλλ' αὐτὴν μὲν κατ' ἐρημίαν τοῦ κωλύσοντος ἐληΐσατο πᾶσαν καὶ τοὺς ἐνταῦθα τῷ ἀρχιζουπάνῳ εἰς ἀρχεῖον ἀποτεταγμένους δόμους πυρὶ φλέξας παρῆλθεν.