1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

89

ἰσχυρότατα διεκώλυσαν. ὁ δὲ κύκλῳ τὸ τεῖχος περιιὼν αὐτό τε ὅθεν ἐπίμαχον μάλιστα ἦν διεσκοπεῖτο καὶ τὰς τάφρους, αἳ τὴν πόλιν ἐζώννυον, βάθους τε καὶ εὔρους ἱκανῶς ἔχουσαι, φακέλλων τινῶν καὶ φρυγάνων ἀπορίᾳ λίθων ἐκέλευε πληροῦν οὕτω τε διαβιβάζειν τὰ μηχανήματα· ἤνυστο δὲ ὅμως ἐπὶ τῇ τῆς πόλεως ἁλώσει οὔπω οὐδέν. Οὖννοι γάρ, καίτοι μεγάλα πρὸς Ῥωμαίων βιαζόμενοι στρατιωτῶν, ἐπαιάνιζόν τε μᾶλλον ἢ πρότερον καὶ ἐλπίσιν ὠχοῦντο παρὰ πόδας αὐτοῖς τὸν ἄλλον ἰέναι τῶν Οὔννων στρατόν.

15. Ἐπὶ τοιούτοις τῶν πραγμάτων ἠρτημένων, προσιόντες οἱ Ῥωμαίων σκοποὶ μεγάλου ἔφοδον ἐμήνυον στρατεύματος αὐτοῖς. κόνιν γὰρ ἐπὶ πλεῖστον τοῦ ἀέρος ὀρθιάζουσαν ἰδέσθαι. ἀλλὰ καὶ τῶν τις Οὔννων τύχης ἐπιφανοῦς Βασάκης ὄνομα Ῥωμαίοις προσχωρήσας οὐ μακρὰν ἄποθεν εἶναι τὸν Παιόνων ἰσχυρίζεται ῥῆγα, ἄλλους τε ἀριθμοῦ κρείσσους καὶ δὴ καὶ Σκύθην ὁμοῦ καὶ Ταυροσκύθην ἄγοντα στρατόν, πρὸς οἷς καὶ τὸν Τζέχων ἔλεγε δυνάστην πανστρατὶ καὶ πάλιν σὺν αὐτῷ ἥκειν. τούτων ἐπειδήπερ ὁ βασιλεὺς ἤκουσε, βουλὴν σὺν τοῖς μεγιστᾶσι καθίζει, ὅπως δήποτε χρὴ τὰ παρόντα διοικεῖσθαι ζητῶν. "ἄνδρες ἀμέλει" ἔφη "̔Ρωμαῖοι οὐ τοῦτο μόνον ἡ τῶν πραγμάτων οἶδε φύσις, ἵνα τις μόνον τολμᾷ, ἀλλ' ὡς ἂν τῇ τόλμῃ μὴ ἀξύμβατα καὶ τὰ ἔργα ἐπιτιθῇ, μάλιστα ἔγωγε τῷ καὶ κατὰ βραχὺ σωφρονοῦντι περὶ 243 πλείστων εἶναι οἰόμενος. μὴ τοίνυν, ἐπειδὴ τὸ ἔθνος τοῦτο ἐκ παραλόγου τινὸς ἄνωθεν τύχης εὐημερῆσαν δυσαντίβλεπτον τῇ Ῥωμαίων κατέστη ἀρχῇ, διὰ ταῦτα ἀποχρῆν ἡμῖν οἰηθῶμεν, εἰ μόνον ἐπὶ γῆς στρατεύοιμεν τῆς αὐτῶν. ἀλλ' ἀπονεμητέον ἑκάστῳ καιρῷ τὸ προσῆκον καὶ ἀποδοτέον καταστάσει τῇ παρούσῃ πρᾶξιν τὴν δέουσαν. οὐ γὰρ ταὐτὰ εὐημεροῦσιν οἶμαι καὶ δυσπραγοῦσιν ἁρμόσαιεν ἂν πράγματα· καὶ τῇ Ῥωμαίων τοίνυν ἀρχῇ, εἰ καὶ τῆς παλαιᾶς οὔπω τετύχηκεν εὐκληρίας, ἀλλὰ (σὺν θεῷ φάναι) πολλῷ βελτίονι ὑφ' ἡμῖν ἀναφανείσῃ προασπισταῖς, εἰς εὐδοξίαν περιστήσεται πάντως ἐκ ποδῶν τῷ Οὔννων γενέσθαι ῥηγί, σὺν πολλῷ μὲν ὥς φασι καὶ τῷ αὐτόχθονι ἐπιόντι στρατῷ, πλείονι δὲ καὶ τῷ ἀπὸ συμμαχίδος συγκροτουμένῳ χειρός. ὅπως οὖν ἀμφότερα ταύτῃ περισωθείη, δόξα τε ἣν εἰς τὸ βέλτιον ἤδη μεταβαλοῦσαν ἔσχε, καὶ δύναμις ἣ αὐτῆς ἀκραιφνὴς ἐντεῦθεν ἀπαλλαγείη, βουλευτέον ὡς ἔνι μάλιστα." βασιλεὺς μὲν τοσαῦτα εἶπε. Ῥωμαίων δὲ τῶν ἐκ βουλῆς τοῖς μὲν μεταστρατοπεδεύσασθαι ἐντεῦθεν ἐπὶ Σᾶόν τε τὸν χάρακα πήγνυσθαι ἐδόκει, ὅπως ἐντεῦθεν σὺν τῷ ἀσφαλεῖ τοῖς πολεμίοις ἀντιφέρεσθαι δύναιντο, τοὺς δὲ τοῦτο μὲν οὐδαμῆ ἤρεσκε, τῆς πολιορκίας δ' ἀφεμένους ἐδόκει δυνάμει τῇ πάσῃ ἐπιὸν ὑποστήσεσθαι τὸ πολέμιον. ἀλλὰ βασιλεὺς ἀμφότερα οὐκ ἐπῄνει· τὸ μὲν γὰρ δειλίαν, τὸ δὲ καὶ ἀβουλίαν 244 ἀπεψήφιστο ἄντικρυς. "ἐξέσται γὰρ" ἔλεγε "τῆς πολιορκίας ἀποσχομένων ἡμῶν, δύναμίν τε πολλὴν τῆς νῦν μείζω καὶ τὰ ἐπιτήδεια διαρκῶς ἐσκομίσασθαι Οὔννους, οἳ ἀμφὶ τῇ πόλει φρουρὰν ποιοῦνται." ἐδόκει δὲ αὐτῷ τὸ μὲν ἀχρειότερον τοῦ στρατοῦ καὶ ὅσον οἰκετικὸν ἦν ὅπλα περιθέμενον αὐτοῦ πρὸς τῇ πόλει μεῖναι ὑπὸ στρατηγοῖς τισι τῶν οὐ λίαν ἐπισήμων, τὸ δ' ἄλλο ἅπαν ἅμα αὐτῷ ἐπὶ Οὔννους τοὺς ἄλλους ἰέναι μαχησόμενον. ὡς οὖν ἐκράτει ταῦτα, παρεσκευάζοντο μὲν τῆς ἐπιούσης ἐκεῖθεν ἀναστησόμενοι, ἐπεὶ δὲ οὐδὲν οὐδέπω σαφὲς αὐτοῖς ἀπηγγέλη, ἐξοπλισάμενοι ἕωθεν καὶ τρίτην ἤδη πεῖραν προσῆγον τῇ πόλει. μάχη τοίνυν αὖθις συνίσταται, καὶ Οὖννοι μὲν οἱ ἐπὶ τῶν ἐπάλξεων λίθοις καὶ βέλεσι καὶ παντὶ τῷ παρατυχόντι τὸν Ῥωμαίων ἠμύνοντο στρατόν, οἱ δὲ μᾶλλον ἢ πρότερον ὑπώρυσσόν τε τὰ κρηπιδώματα καὶ τοῖς πετροβόλοις τὰς τῶν λίθων διεσπάραττον ἐμβολάς, παρακελευσμοί τε συχνοὶ καὶ παραινέσεις ἑκατέρων ἠκούοντο, καὶ βοὴ καὶ ἀλαλαγμὸς ἦν, καὶ θροῦς ἠγείρετο ἄσημος. Οὖννοι τοίνυν τοὺς ἐπὶ τῶν θεμελίων ὑπομοχλεύοντας θεώμενοι Ῥωμαίων τοιάδε ἐποίουν. λίθος μέγα τι χρῆμα ἐντὸς τειχέων κείμενος ἦν· τοῦτον ὑπὸ ξυλώμασιν ἐνθέμενοι σχοίνους τε ἀνάψαντες σφῶν ἐπὶ τὸ ξύλινον ἀνεῖλκον