1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

107

ΒΙΒΛΙΟΝ Η. 1. Ἃ μὲν οὖν ἄχρι καὶ δεῦρο εἰς ἤπειρον ἑκατέραν βασιλεῖ Μανουὴλ

εἴργαστο, τοιάδε τινὰ ἐγένετο. ἑξῆς δέ μοι γεγράψεται ὅσα ἐπὶ Ἀσίας στρατευσαμένῳ τούτῳ ξυνέπεσε. Κλιτζιεσθλὰν γάρ, οὗ πολὺν ἐν τοῖς ἔμπροσθεν ἐποιησάμεθα λόγον, χρήματα ὥσπερ ἔφην μεγάλα πρὸς βασιλέως κεκομισμένος δυνάμεώς τε ἐπὶ πλεῖστον ἧκε καὶ τῶν τῇδε δυναστῶν ἄλλους τε τὰς ἀρχὰς ἀφελόμενος αὐτὸς ἔσχε καὶ δὴ καὶ Σανισᾶν, ὃς ἀδελφὸς μὲν αὐτῷ ἦν καὶ ἐκ τῶν αὐτῶν ἔφυ σπερμάτων, Γάγγρας δὲ καὶ Ἀγκύρας πόλεων ἀμφοῖν ἦρχε Γαλατικῶν, βιασάμενος τὰς μὲν ὑφ' ἑαυτὸν ἐποιήσατο, τῷ δὲ, ἐπειδὴ μὴ κατακτεῖναι ἐδυνήθη, ἀνάγκην ἐπῆγε ξένῳ καὶ ἐπηλύτῃ ἔθνη ἀνθρώπων περιιέναι πάντα. ταύτῃ 292 καὶ βασιλεῖ μὲν οὐδέ τινα πόλεων ἀπεδίδου, ὧν ἂν περιγεγονὼς τύχοι· οὐδέ τι τῶν ἄλλων, ἅπερ αὐτῷ διομολογησάμενος ἔφθη, ἐπιτελὲς ποιεῖν ἤθελε. μεγαλοφροσύνῃ δὲ ἐς πάντας ἐχρῆτο ἀνθρώπους καὶ τὴν ὁρμὴν οὐδαμῆ καθεκτὸς ἦν. ἃ βασιλεὺς ἐννοῶν ἐχαλέπαινε μὲν καὶ τὰ πρότερα καὶ ἐν δεινῷ τὸ πρᾶγμα ἐποιεῖτο, πρὸς δὲ τῶν ἑσπερίων ἀνθελκόμενος πραγμάτων πρὸς τούτοις καὶ τὰ ἐξ Ἀσίας ἀνακινεῖν ἥκιστα ἤθελεν. ἐπεὶ δὲ οὐδεὶς οὐδαμόθεν ἐξ ἑσπέρας αὐτῷ πόλεμος ἀνεφαίνετο τοῦ λοιποῦ ἅτε πάντας ἤδη κατωρθωκότι, στράτευμα ἀγείρας ἱκανὸν τῇδε διαβαίνειν διενοεῖτο. Κλιτζιεσθλὰν δὲ ἐπειδὴ τούτων ἤκουσε, πρέσβεις ἐς βασιλέα πέμψας ἄλλα τέ οἱ τῶν κατὰ γνώμην ἐπιτελῆ ποιεῖν ὡμολόγει καὶ Ῥωμαίων δυνάμεις ἐπὶ κατασχέσει πόλεων ὧν ἂν βασιλεὺς αἱροῖτο αὐτίκα ἐπὶ Ἀσίαν σταλῆναι ἠξίου. πόνου γὰρ τοῦ ἐπὶ τούτῳ συλλήψεσθαι σφίσι καὶ αὐτόν. ταῦτα βασιλεὺς ἀποδεξάμενος Ἀλέξιον τὸν Πετραλοίφαν στρατεύματι ἅμα ἐς ἑξακισχιλίους ἀριθμουμένῳ ἔπεμψε, χρήματά οἱ προσεπιδούς, ἅπερ αὐτῷ εἰς πόλεμον τόνδε ἀποχρήσειν ᾤετο. Ἀλέξιος μὲν οὖν ἐπὶ τοιούτοις εἰς τὴν Ἀσίαν ἐστέλλετο· Κλιτζιεσθλὰν δὲ ἐπειδὴ τὸν Ῥωμαίων στρατὸν προσιέναι ἤκουσεν, εἰς πόλεις ἐκπέμπων, ἃς ἔτι ἀχειρώτους αὐτῷ ξυνέβαινεν εἶναι, δέος τὸ ἐκ τῆς βασιλέως ὑπέτεινε σφίσι στρατιᾶς. αἱ δὲ πρὸς ἀμφοτέρας οὐχ οἷαί τε οὖσαι δυνάμεις ἀντισχεῖν οὔτι ἑκούσιαι αὐτῷ προσεχώρουν. ὁ δὲ ἐπειδὴ καὶ αὐτῶν ἐγκρατὴς γένοιτο, οὐδεμιᾶς λοιπὸν Ῥωμαίοις ἐπιχωρεῖν 293 ἤθελεν. ἐφ' οἷς ἠγανάκτει μὲν βασιλεὺς καὶ αὐτίκα ἐπὶ μάχην καθίστασθαι διενοεῖτο· τῶν πραγμάτων δὲ αὐτῷ μηδαμῆ συγχωρούντων (ὅ τε γὰρ τοῦ ἦρος ἐξῆκεν ἤδη καιρὸς πολεμίοις μάλιστα προσήκων ὢν πράγμασι, καθ' ὃν ἄλλα τε τῶν ξυμφόρων Ῥωμαίοις διοικήσασθαι αὐτὸς ᾤετο καὶ δὴ καὶ πόλεις ὅπη δήποτε αὐτῷ βουλομένῳ ἦν ἀνεγεῖραι· πρὸς δὲ καὶ Ἀμάσεια, πόλις ἑῴα, τότε δὴ αὐτῷ προσεχώρει, ἣν οὔπω μάχης εἰς τὸ ἐμφανὲς ἐκραγείσης σὺν εὐπετείᾳ μάλιστα Ῥωμαίους λήψεσθαι εἰκὸς ἦν), τούτων δὴ ἕνεκα κατὰ τάδε ἐποίει. Μιχαὴλ μὲν ᾧ ἐπίκλησις Γαβρᾶς ἦν, ἄνδρα ὥς μοι πολλάκις ἐρρήθη ἔς τε τὸ τῶν σεβαστῶν ἀξίωμα ἥκοντα καὶ πολεμίων ἱκανῶς ἔμπειρον ἔργων, ἐπὶ τὴν Παφλαγόνων ἐξέστειλε, στράτευμα ὃ μὲν αὐτίκα ἐπαγόμενον, ὃ δὲ καὶ ἐκ τῶν τῇδε χωρίων ἀθροίσοντα, ὅσοι τε ἀμφὶ Τραπεζοῦντι καὶ Οἰναίῳ πόλεσιν ᾤκηνται Ποντικαῖς, καὶ τούτους δὲ μεταπεμψάμενον, ἐκέλευεν οὕτω ἐς Ἀμάσειαν παρελθεῖν. ἐν δὲ τούτῳ τοιάδε τινὰ ξυνέπεσεν. Ἰωάννῃ τῷ Καντακουζηνῷ, οὗ πολλάκις ἐν τοῖς ἔμπροσθεν ἐπεμνήσθημεν λόγοις, παῖς ἦν Μανουήλ, ἰδεῖν τε ἀγαθὸς καὶ ῥώμῃ σώματος οὐδενὸς τῶν ἡλικιωτῶν ἥσσων γενόμενος. τούτῳ δὴ βασιλεὺς ἔργοις, ὡς ἐλέγετο, ἀπειρημένοις ὡς ἐπίπαν ἐγχειροῦντι τὰ μὲν πρῶτα παραινέσεις προσῆγε, τῶν τηλίκων δὴ ἀποστῆναι πειρώμενος. ἐπεὶ δὲ ἀπρὶξ ἐκεῖνος τοῦ τολμήματος εἴχετο, οὐκ ἀνασχόμενος βασιλεὺς τότε δὴ καὶ εἰς φρουρὰν αὐτὸν ἔδωκεν. ὁποῖα δὲ τοῖς ἐν ἀρχαῖς εἴθισται (πράττουσι γὰρ ὡς τὰ πολλὰ δι' ὧν εὔνοιαν αὑτοῖς ἐπισπᾶσθαι τὴν βασιλέως γένοιτο), 294 ἐς τὴν εἱρκτὴν παρελθόντα βασιλέως οὔτι ἑκουσίου τὰς ὄψεις