1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

68

δύσνους περὶ αὐτὸν φωραθείς τε καὶ ἐξελεγχθεὶς ὄψεών τε αὐτῶν καὶ γλώττης ὁ κακοδαίμων ἐστέρητο. τόν τε γὰρ τῆς ζωῆς αἰῶνα ἐκμεμετρῆσθαι βασιλεῖ ἤδη ὡς ἀπὸ τρίποδος ἀπεφοίβαζε τοῖς πολλοῖς, καὶ χρῆναι ἔλεγε τὴν Ῥωμαίων βουλὴν μηκέτι νεανίᾳ μηδὲ σφριγῶντι τὴν ἀρχὴν παραδοῦναι, ἀλλ' ἀνδρὶ γεγηρακότι τε ἀκριβῶς καὶ ἐξώρῳ τῆς ἡλικίας, ὅπως ἐκείνου τῷ λόγῳ ἄρχοντος ὡς ἐν δημοκρατίᾳ τὰ τῆς πολιτείας μᾶλ 185 λον διοικοῖτο. καὶ τὰ μὲν κατὰ τὸν Θεόδωρον τῇδε συνέπεσε· τότε δὲ καὶ Γεώργιος ὁ τῶν βασιλικῶν ἐξάρχων σαλπιστῶν, ὃν δὴ πριμικήριον τῆς αὐλῆς ἔθος ὀνομάζειν ἐστίν, ἐπίκλησιν Πυρρογεώργιος, οὐκ ἐπὶ μικροῖς καὶ αὐτὸς βασιλεῖ προσκεκρουκὼς ἵλεώ τε αὖθις τετύχηκεν αὐτοῦ καὶ ἄχαρι ἄλλο μὲν οὐδὲν ἐπεπόνθει τὴν δὲ ἀρχὴν ἀποβεβλήκει ταύτην.

20. Βασιλεὺς δὲ προσιέναι τὸν ῥῆγα μαθὼν ἄλλοτε ἄλλους τῶν ἐπὶ δόξης προσυπαντᾶν αὐτῷ ἔπεμπε καὶ ἀεὶ τοὺς ἐπιδοξοτέρους κατόπιν ἄχρι καὶ τῶν ἐπ' ἀδελφιδαῖς αὐτῷ γαμβρῶν, προσεροῦντας αὐτὸν καὶ τὰ εἰκότα τιμήσοντας, ἕως παρ' αὐτὸν βασιλέα ἦλθεν. ὁ μὲν οὖν οὕτως ἀξίως τοῦ ∆αβὶδ θρόνου καὶ ἐτίμα καὶ ἐδεξιοῦτο τὸν ἄνθρωπον· ὁ δὲ εἴτε τούτοις κατεπαρθεὶς εἴτε καὶ ξύμφυτόν τινα τρέφων ἀλαζονίαν, ἐπειδήπερ εἰς τὴν βασίλειον παρῆλθεν αὐλήν, ὑπό τε τῶν βασιλείων ῥαβδούχων καὶ Ῥωμαίων τῶν ἐπὶ δόξης παραπεμπόμενος ἐνταῦθα τοῦ ἵππου ἀπέβη, ἔνθα καὶ βασιλεὺς αὐτὸ ποιεῖν εἴθιστο. ἐφ' οἷς ἀγερωχίαν αὐτοῦ καταγνοὺς βασιλεὺς πολλὰ τῶν ἔτι μᾶλλον εἰς τιμὴν ὁρώντων ἐνέλιπεν αὐτῷ. εἶδε δὲ ὅμως αὐτὸν καὶ προσεῖπεν ἕδραν τέ τινα χθαμαλὴν καθιζῆσαι παρέθετο, συνωμίλησέ τε πολλάκις αὐτῷ καὶ ἐν συσσιτίῳ παρέλαβεν. ἐπεὶ δὲ οὐκ ἤρεσκεν Ἀντιοχεῖς τῶν Ῥενάλδῳ ὡμο-λογημένων ἥ τε δύναμις μεθ' ἧς βασιλεῖ συμμαχεῖν ἔμελλον, ἅτε ἀπερρυηκυίας τῇ πόλει τῆς πάλαι ἰσχύος, καὶ τὸ ἀρχιερέα ἐκ Βυ 186 ζαντίου ἐπὶ Ἀντιοχείᾳ στέλλεσθαι, καὶ ἦλθον τούτων ἕνεκα βασιλέως δεησόμενοι, Βαλδουῖνος καὶ ὑπὲρ τούτου τὸν βασιλέα παρῃτεῖτο. οὐ σφόδρα δὲ ἀναινόμενον γνοὺς καὶ πρὸ τῶν ἰχνῶν αὐτοῦ τοὺς πρέσβεις ἐρρίπτει. ὁ δὲ ὁπότερον τοῖν δυεῖν μᾶλλον Ῥωμαίοις τιμὴν φέρει διεννοησάμενος τὸ μὲν σὺν ἐλάσσονι στρατεύειν δυνάμει αὐτίκα ἔδωκε (τό τε γὰρ ὑπὲρ ἰσχὺν ἀπαιτούμενον ἐφεπομένην ὡς τὰ πολλὰ τὴν παράβασιν ἔχει, καὶ ἄλλως ἀρκεῖ πρὸς δουλείας ἔνδειξιν καὶ τὸ πολλοστὸν ἔστιν οὗ προσαγόμενον)· ἀρχιερέα δὲ ἄλλοθέν ποθεν ὅτι μὴ ἐκ Βυζαντίου εἶναι οὐκ ἔφησε καταδέξασθαι. ὅπερ ἄσμενοι ἐκεῖνοι δεξάμενοι ἐς τὴν πόλιν ἀπηλλάττοντο.

21. Τὰ μὲν δὴ κατὰ τὸν Ῥενάλδον ἐνταῦθα τὸ πέρας ἔσχε· βασιλεὺς δὲ ἐπὶ Τερόζην ἰέναι λοιπὸν διενοεῖτο. ὁ δὲ τὸ μὲν πρῶτον ἐπὶ χώρους τε ἐρήμους καὶ ὄρη ἐξέτρεχε τὰ Ταυρικά, εἶτα Βαλδουίνου καὶ περὶ αὐτοῦ τὸν βασιλέα ἱκετεύσαντος ἦλθε κἀκεῖνος ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἱκέτης ἐλεεινός. βασιλεὺς δὲ αὐτὸν προσηκάμενος δούλοις τε τῶν Ῥωμαίων ἐνέγραψε καὶ τὸν πόλεμον λοιπὸν ἔλυσεν. Ἀντιοχεῖς τοίνυν, ἐπειδὴ τῆς πόλεως ἐπιβαίνειν ἤδη βασιλεὺς ἔμελλεν, ἔδεισαν μὲν ὡς τὸ εἰκός, μή ποτε Ῥωμαίων δυνάμεις ἔνδον εἰσφρήσασαι ἐκεῖθεν αὐτοὺς ἐξελαύνειν πειράσονται, οὐκ ἔχοντες δ' ὅπως τὴν βασιλέως ἀποτρέψωσιν ὁρμήν, σκήψεις οὐχ ὑγιεῖς τινας ἀναπλάσαντες προσῆγον αὐτῷ. αἱ δὲ ἦσαν, ὡς ἄρα τῶν τινες παρ' αὐτοῖς τολμητίαι σύνθοιντο, ἐπειδὰν βασιλεὺς ἐπὶ τὴν πόλιν εἰσέλθοι ἄνοπλος δὴ πάντως (οὐ 187 γὰρ ἐπέοικεν ἄλλως), ἐπιβουλῇ τινι κατ' αὐτοῦ χρήσασθαι. ἀλλὰ βασιλεὺς τὸν δόλον ξυνιδὼν οὐκ ἔφη χώραν ἕξειν τὸ πλαστευόμενον, καὶ κατέλεγεν ὑπολαβὼν τοῖς ἀμφ' αὐτὸν ὅπως ἀδύνατά ἐστι ταῦτα, διά τε ἄλλα καὶ οὐχ ἥκιστα τὸ τὸν μὲν ῥῆγα πολλῷ ἄποθεν τοῦ βασιλείου ἀνόπλιστον μέλλειν πορεύεσθαι σώματος, Ῥενάλδον δὲ καὶ τοὺς ἄλλους περὶ τὰ φάλαρα τοῦ ἵππου καὶ τοὺς τῆς ἐφεστρίδος πονεῖσθαι ἱμάντας, πεζῇ τε χωροῦντας καὶ ὅπλου ἄνευ παντός. αὐτόν γε μὴν τὸν βασιλέα πολύν τινα πελεκηφόρων βαρβάρων ὅμιλον περιέπειν, ὥσπερ ἔθος ἐστί. τοὺς μὲν δὴ λόγους τούτους οὕτως