1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

3

ἐνέθεσαν. αὖθις οὖν μάχη συνίσταται καρτερὰ καὶ φόνος ἀμφοτέρωθεν γίνεται. Σκύθαι γὰρ ὥσπερ ἐπιτειχίσματι ταῖς ἀμάξαις χρησάμενοι μεγάλα Ῥωμαίοις ἐλύπουν. ὃ βασιλεὺς ἐννοησάμενος ἤθελε μὲν αὐτὸς τοῦ ἵππου ἀποβὰς πεζῇ σὺν τοῖς στρατιώταις τὸν ἀγῶνα διαθλῆσαι. Ῥωμαίων δὲ οὐδαμῆ ἐπαινούντων ἐκέλευε τοῖς ἀμφ' αὐτὸν πελεκυφόροις (ἔθνος δέ ἐστι τοῦτο Βρεταννικὸν βασιλεῦσι Ῥωμαίων δουλεῦον ἀνέκαθεν) πελέκεσιν ἐπιστάντας διακόπτειν αὐτάς. τῶν δὲ αὐτίκα ἔργου ἐχομένων, οὕτω δὴ καὶ αὐτοῦ τοῦ Σκυθῶν στρατοπέδου ἐγκρατὴς βασιλεὺς γίνεται. ὅτε καὶ τῶν ἄλλων, ὅσοι φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσαντο, οἱ πλείους τῷ φίλτρῳ τῶν ἑαλωκότων αὐτόμολοι βασιλεῖ γεγονότες, εἰς ἤθη τε τὰ Ῥωμαίων ἀπήχθησαν καὶ στρατιωτικοῖς ἐγγραφέντες καταλόγοις ἐπὶ μακρὸν διετέλεσαν. 9

4. Ἡ μὲν οὖν τῶν Σκυθικῶν ἐθνῶν ἐς Ῥωμαίων διάβασις ταύτῃ πη ἔσχε· βασιλεὺς δὲ καὶ αὖθις τῶν κατὰ τὴν Ἀσίαν εἴχετο πραγμάτων. ἀπροσδόκητος γὰρ τοῖς τῇδε βαρβάροις χειμῶνος μάλιστα ἐπιτιθέμενος ἄρδην ἠνδραποδίζετο, πλείστους τε αὐτῶν ἐπὶ τὴν εὐσεβῆ μεταφέρων δόξαν αὔξην στρατευμάτων ἐντεῦθεν Ῥωμαίοις πεποίητο. οὔπω γὰρ γεηπονικοῖς ἐνησκημένοι ἔργοις γαλακτός τε ἀπερρόφουν καὶ κρεῶν ἐσιτοῦντο, κατὰ τοὺς Σκύθας, ἀεὶ σποράδες τε ἀνὰ τὸ πεδίον ἐσκηνημένοι ταύτῃ τοῖς βουλομένοις αὐτοῖς ἐγχειρεῖν προχειρότατοι ἐγίνοντο. Πέρσαις μὲν δὴ οὕτω συνέβαινε βιοῦν πρότερον· Ῥωμαίοις δὲ καὶ Οὔννοις, οἳ ἐπὶ τῆς ὑπὲρ τὸν Ἴστρον χώρας οἰκοῦσι, πόλεμος ἀπ' αἰτίας ἐνερράγη τοιᾶσδε. Λαδισθλάβῳ τῷ Παννονίας ῥηγὶ παῖδες ἄρρενες ἤστην δύο, Ἀλμούζης καὶ Στέφανος. ἀλλὰ Στέφανος μέν, ἐπειδήπερ ὁ πατὴρ αὐτοῖς ἀποθάνοι, τὴν ἀρχὴν αὐτὸς ἀναλαμβάνει πρεσβύτερος ὤν, ἅτερος δὲ φυγὰς ἐπὶ βασιλέα παραγίνεται. ἔθος γὰρ Οὔννοις ἐστί, τοῦ ἐν σφίσιν ἄρχοντος ἐπὶ παισὶ τετελευτηκότος, ἕως μὲν ὁ τὴν ἡγεμονίαν ἐκ τούτων παραλαβὼν ἄρρενος οὐκ εἴη πατὴρ παιδός, ξυνεῖναί τε ἀλλήλοις τοὺς ἀδελφοὺς καὶ τῆς παρ' ἀλλήλων τυγχάνειν εὐνοίας, ἐπειδὰν δὲ ἤδη παῖς αὐτῷ γένηται, οὐκέτι ἄλλως τὴν ἐπὶ τῆς χώρας ξυγχωρεῖν αὐτοῖς διατριβὴν ἀλλ' ἢ τὰς ὄψεις ἐκκεντηθεῖσιν. Ἀλμούζης μὲν οὖν τούτου δὴ ἕνεκα παρὰ βασιλέα ἦλθεν. ὃ δὲ ἄσμενός τε τὸν ἄνθρωπον εἶδε καὶ ξὺν φιλοφροσύνῃ ἐδέξατο. ἐτύγχανε γὰρ δὴ βασιλεὺς Ἰωάννης Εἰρήνην τὴν Βλαδισλάβου παῖδα γυναῖκα γαμετὴν ἤδη πε 10 ποιημένος, σωφρονεστάτην τε εἴπερ τινὰ καὶ ἀρετῆς ἐς τὰ μάλιστα μεταποιουμένην. ὅσα γοῦν ἐκ βασιλέως τε ξυνοίκου καὶ τῆς βασιλείας ἐπεπόριστο, οὔτε τοῖς παισὶν εἰς κλήρους ἀφώρισεν οὔτε περιττότητι κόσμων ἠνάλωσε καὶ τρυφῇ. εὖ δὲ ποιοῦσα διετέλει τὸν πάντα τῆς ζωῆς αἰῶνα τοὺς ὅσοι ἐφ' ὁτῳοῦν ἐκείνης δεόμενοι ἦσαν. ἣ δὲ καὶ φροντιστήριον ἐπ' ὀνόματι τοῦ παντοκράτορος ἐν Βυζαντίῳ συνεστήσατο, ἐς κάλλος καὶ μέγεθος ἐν τοῖς μάλιστα τῶν ἐπισημοτάτων ὄν. ἡ μὲν δὴ Αὐγοῦστα τοιάδε τις ἦν. ὁ δὲ τῶν Οὔννων ῥὴξ ἐπειδὴ τὰ κατὰ τὸν ἀδελφὸν ἤκουσε, πρέσβεις ἐς βασιλέα πέμψας γῆς τῆς Ῥωμαίων ἀπελαύνεσθαι τοῦτον ἠξίου. ὡς δ' οὐκ εἶχε πείθειν, ποταμὸν Ἴστρον περαιωθεὶς Βελεγράδα πόλιν παρ' αὐτῷ κειμένην ἐκπολιορκήσας εἷλεν, εἰς ἔδαφός τε αὐτὴν καθελὼν ναυσὶ τοὺς λίθους ἐκεῖθεν μετήνεγκε, δι' ὧν Ζεύγμην ἐν Σιρμίῳ πόλιν ἀνήγειρεν, ἣ πολλοῖς μὲν ἔκτοτε διήρκεσε χρόνοις, ἐπὶ δὲ τῆς Μανουὴλ βασιλέως αὐτοκρατορίας ἐκ βάθρων κατενεχθεῖσα ὡς ἐκ περιτροπῆς τινος ὅλη πρὸς τειχοδομίαν πόλεως τῆς Βελεγράδων ἐγένετο. ἀλλὰ ταῦτα μὲν εἰσέπειτά μοι λελέξεται, ἐπειδὰν ὁ λόγος βαδίζων ἐπ' ἐκείνους ἔλθῃ τοὺς χρόνους. βασιλεὺς δὲ τούτων ἀκούσας πανστρατὶ ἐπὶ τὸν Ἴστρον ἐφέρετο, συμμαχικὸν ἐπαγόμενος ἔκ τε Λιγούρων ἱππέων, οὓς Λωμπάρδους ἡμῖν ὀνομάζουσιν ἄνθρωποι, καὶ Περσῶν. καὶ ὁ μὲν αὐτοῦ που ἐπὶ ταῖς ὄχθαις ηὐλίζετο τὰ πρὸς τὴν μάχην εὐτρεπιζόμενος· Στε 11 φάνῳ δὲ ξυνέπεσε τὸ σῶμα μαλακισθέντι περί που τὰ τῆς χώρας αὐτῷ μέσα νοσοκομεῖσθαι. οὐ μέντοι οὐδὲ ὣς καταμελεῖν ἤθελεν, ἀλλὰ δυνάμεις ὅπως εἶχε τάχους ἐξέπεμπεν ἐμποδὼν βασιλεῖ ἐς τὴν περαίαν