1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

80

καὶ μέγας ὀλίγῳ ὕστερον ἐχρημάτισε δούξ, ἅμα στρατεύματι στείλας Στέφανον μὲν ἀνήρπασε τοῦ κινδύνου, ὁ δὲ ἄρας ἐκ Τιτελίου παντὶ τῷ στρατῷ προσωτέρω ἐχώρει. ὁ γάρ τοι τῆς ἀρχῆς ἐπιβατεύων Στέφανος, ἐπειδὴ μὴ ἐξ ἀντιπάλου δυνάμεως τῷ βασιλεῖ συμπλακήσεσθαι εἶχε, τὸ μὲν πρῶτον σὺν ταῖς περὶ αὐτὸν δυνάμεσι περί που τὰ τῆς Οὐννικῆς ἔσχατα ἐχώρει· ἔπειτα συμμάχους ἐκεῖθεν ἐπαγόμενος Ῥωμαίοις ἀντιτάξεσθαι ἠπείγετο. βασιλεὺς δὲ ἐπί τινα χῶρον Πετρίκον καλούμενον καταλαβών, ἐνταῦθα ἐσκήνου. ἔστι δὲ ὁ χῶρος οὗτος τῆς εἰς τὴν ἐνδοτέρω Παιονίαν παρελεύσεως ὅρος ὁ πρῶτος. ἔνθα γεγονὼς Στεφάνῳ ἔγραψεν ὧδε. ἥκομεν, ὦ ἐμὲ παῖ, οὐ πόλεμον Οὔννοις ἄγοντες, ἀλλὰ Βελᾷ τε ἀδελφῷ τῷ σῷ τὴν χώραν ἀνασωσόμενοι, ἣν οὐ δυναστείᾳ τῇ ἡμῶν παρασπάσαντες εἴχομεν, ἀλλὰ σύ τε ἔδως καὶ πατὴρ ὁ ὑμῶν πολλῷ ἤδη πρότερον. καὶ Στέφανον δὲ τὸν σὸν τοῦ κινδύνου ἐξαιρησόμενοι θεῖον, γαμβρὸν ἤδη καὶ αὐτὸν κράτει γεγονότα τῷ ἡμῶν. 218 εἰ βουλομένῳ σοι τοίνυν ἐστὶ γαμβρὸν ἡμῖν καὶ Βελὰν ἔσεσθαι, ὅπερ ἤδη καὶ διωμολόγηταί σοι, τί μὴ τὴν χώραν ἀποδοὺς τῆς ἡμετέρας θᾶττον ἀπαλάσσῃ ξενίας; εἰ δὲ τὸ κῆδος ἀποπροσποιῇ, καί σοι ἕτερα περὶ τούτου δοκεῖ, ἴσθι ὡς τοῦ βιάσασθαί σε πολλῷ ἡμεῖς ἀπεχόμεθα μᾶλλον."

7. Βασιλεὺς μὲν ταῦτα ἔγραψεν. ὁ δὲ ἄλλην τε καθάπερ εἴρηται σύμμαχον χεῖρα ἔκ τε Ἀλαμανῶν καὶ τῶν πρὸς τῷ Ταύρῳ ἱδρυμένων ἐπηγάγετο Σκυθῶν, καὶ δὴ καὶ τὸ Τζέχων ἑαυτῷ συνεστήσατο ἔθνος, τοῦ ἐν σφίσιν ἄρχοντος πανστρατὶ ἐπ' αὐτὸν ἀφικομένου. ἦν δὲ οὗτος ὁ Κορράδῳ πάλαι τῷ Ἀλαμανῶν συστρατεύσας ῥηγί, ὁπηνίκα ὥσπερ μοι δεδιήγηται ἐπὶ Ἀσίαν ἐκεῖνος ἐστέλλετο, ῥήξ τε διὰ ταῦτα ὑπ' ἐκείνου γενόμενος. καίτοι ἐψεύσαντο ἄμφω, ὁ μὲν τὴν κλῆσιν, ἅτερος δὲ τὴν χάριν ὁ διδούς. μακρὸς γὰρ ἐξ οὗ χρόνος τὸ τῆς βασιλείας ὄνομα ἐν Ῥώμῃ ἀπώλετο, ἐξ ὅτου μετὰ Αὔγουστον, ὃν καὶ Αὐγουστοῦλον ἐκάλουν τὸ τῆς ἡλικίας αἰνιττόμενοι νέον καθ' ἣν ἐπελάβετο τῆς ἀρχῆς, ἐπὶ Ὀδόακρον καὶ Θευδέριχον ἑξῆς τὸν Γότθων ἡγεμόνα τυράννους ἄμφω μετέβη τὰ τῆς ἡγεμονίας. ῥὴξ γὰρ Θευδέριχος καὶ οὐ βασιλεὺς διεβίω καλούμενος, καθάπερ Προκόπιος ἱστορεῖ. Ῥώμη μέντοι ἀπὸ Θευδερίχου καὶ ὀλίγῳ πρότερον ἄχρι καὶ νῦν στασιαζομένη διαγέγονε, πολλάκις μὲν πρὸς Βελισαρίου καὶ Ναρσοῦ τῶν Ῥωμαίων στρατηγῶν ἐπὶ τῶν Ἰουστινιανοῦ Ῥωμαίοις ἀνασωθεῖσα 219 χρόνων, αὖθις δὲ οὐδὲν ἧττον τυράννοις βαρβάροις δουλεύουσα, οἳ καὶ ῥῆγες κατὰ Θευδερίχου τοῦ πρώτου καὶ ῥηγὸς ἅμα καὶ τυράννου κέκληνται ζῆλον. οἷς δὲ μὴ τοῦ τῆς βασιλείας μέτεστιν ὕψους, πόθεν οὗτοι τηλίκας προβεβλήσονται ἀρχάς, αἳ καθάπερ ἤδη ἔφην οἷόν τινες διαιρέσεις ἐκ τοῦ τῆς βασιλείας καθίενται κράτους; τοῖς δὲ οὐκ ἀπόχρη μόνον, εἰ τοῦ τῆς βασιλείας οὐδὲν προσῆκον ἐπιβατεύουσιν ὕψους, ἰμπέριον ἑαυτοῖς περιτιθέντες κράτος. βούλεται δὲ τοῦτο τὸ ἄκρατον ἑρμηνεύειν. ἀλλ' ἤδη καὶ τὴν ἐν Βυζαντίῳ βασιλείαν ἑτέραν παρὰ τὴν ἐν Ῥώμῃ ἀποφαίνειν τολμῶσιν. ἅπερ ἐμοὶ διασκοπουμένῳ πολλάκις ἤδη καὶ δακρῦσαι ἐπῆλθεν. οἷον γάρ, οἷον ἡ Ῥώμης ἀρχὴ βαρβάροις καὶ δεινῶς ἀνδραποδώδεσιν ἀνθρώποις διεκαπηλεύθη χρῆμα· κἀντεῦθεν οὔτε ἀρχιερέως αὐτῇ μέτεστιν οὔτε πολλῷ δήπουθεν ἄρχοντος. ὁ μὲν γὰρ τῷ τῆς βασιλείας ἐπεμβαίνων μεγαλείῳ, ἀναξίως ἑαυτῷ ἱππευομένῳ πεζῇ τῷ ἀρχιερεῖ παραθέει καὶ ὅσα καὶ ἱπποκόμος αὐτῷ γίνεται, ὁ δὲ ἰμπεράτορα τοῦτον εἰς ταὐτὸν ἄγων βασιλεῖ ὀνομάζει. πῶς, ὦ βέλτιστε, καὶ πόθεν σοι τοῖς Ῥωμαίων βασιλεῦσιν εἰς ἱπποκόμους κεχρῆσθαι ἐπῆλθεν; ἀλλ' οὔτε ποθὲν ἔσχες, καὶ σὺ μὲν ψεύδῃ τὸν ἀρχιερέα, ὁ δὲ τὸν βασιλέα διακιβδηλεύει. μὴ γὰρ τὸν ἐν Βυζαντίῳ τῆς βασιλείας θρόνον Ῥώμης θρόνον εἶναι διομολογοῦντί σοι, πόθεν αὐτῷ σοι τὸ Πάπα κεκλήρωται 220 ἀξίωμα; εἷς ἐστιν ᾧ ταῦτα ἔδοξε Κωνσταντῖνος, ὁ πρῶτος ἐν βασιλεῦσι Χριστιανός. πῶς οὖν τὸ μὲν αὐτοῦ ἄσμενος δέχῃ, τὸν θρόνον φημὶ καὶ τὸ τῆς ἀξίας ὑπερβάλλον, τὸ δὲ ἀπροσποιῇ; ἢ ἀμφότερα στέρξον ἢ καὶ θατέρου ἀπόστηθι. ἀλλ' ἐμοί, φησί, βασιλέας