1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

79

τῇ τύχῃ τὰς τῶν πραγμάτων διδοῦσιν ἐκβάσεις. ἀλλὰ ταῦτα μὲν ὥς πη φίλον ἑκάστῳ νομιζέσθω τε καὶ λεγέσθω, ὁ δὲ λόγος ἐχέσθω τῶν προτεθέντων. ἐπειδήπερ ὁ βασιλεὺς ἐνταῦθα ἐγένετο, γνοὺς ἀμήχανα εἶναι λοιπὸν Στέφανον γῆς ἄρξειν τῆς Οὔννων (ἤδη γὰρ Στέφανον αὖθις τὸν Ἰατζᾶ κατεστήσαντο φέροντες) ἑτέραν ἐτράπετο. Οὐννικῆς γὰρ δυνάμει τῇ πάσῃ καθάπερ εἴρηται μεταποιεῖσθαι ἤθελεν ἐν μεταιχμίῳ τῶν ἑσπερίων κειμένης ἐθνῶν. Βελᾶν τοίνυν ὃς 215 μετὰ Στέφανον τῷ Ἰατζᾷ παῖς ἦν, Μαρίᾳ τῇ αὐτοῦ θυγατρὶ συνάψαι πρὸς γάμον διενοήθη. Γεώργιον μὲν οὖν ὃς ἑταιρείας τῷ τότε ἡγεῖτο τῆς βασιλικῆς, Παλαιολόγον μὲν γένος ἐς δὲ τὸν τῶν σεβαστῶν ἀναβεβηκότα ὄγκον, ἐπὶ Οὐννικὴν πέμψας δοκιμάζειν ἐκέλευε περὶ τοῦ κήδους· ὁ δὲ τὴν ἐς Βυζάντιον αὖθις ἐστείλατο. Οὖννοι δὲ τῷ Παλαιολόγῳ κοινολογησάμενοι Βελάν τε φέροντες ἔδοσαν αὐτῷ καὶ χώραν, ἣν ὁ πατὴρ αὐτῷ περιὼν ἀπεδάσατο, ἄσμενοι ἐκληροῦντο. ὁ τοίνυν Παλαιολόγος παραλαβὼν αὐτὸν σὺν ὁμολογίαις αἷς εἴρηται ἐν Βυζαντίῳ παρεγένετο. καὶ τὸ ἐντεῦθεν τῶν ἐπὶ τῷ κήδει βασιλεὺς ἐφρόντιζεν, ὅ τε παῖς Ἀλέξιος ἤδη μετωνομάσθη καὶ δεσπότης ἀνεβοήθη.

6. Ἡ μὲν οὖν ἐπὶ Βυζάντιον ἄφιξις τῷ Βελὰν ταύτην ἔσχεν ἀρχήν, βασιλεὺς δὲ τὰ κατὰ τὴν ἑσπέραν ἤδη καλῶς ἔχειν ὑπολαβὼν ἐπὶ τὴν Ἀσίαν λοιπὸν ἔβλεψε, καὶ πρότερον μὲν τοῖς συμπεσοῦσιν εἰς τοῦτο κεκινημένος, πρὸς δὲ τῶν ἑσπερίων ἐκεῖθεν ἑλκόμενος πραγμάτων. Νουραδὶν γὰρ ὃς τῆς κατὰ Συρίαν ἦρχε Βερροίας καὶ ∆αμασκοῦ, πόλεων ἄμφω περιφανῶν, τῆς τύχης εὐμενὲς ἐμβλεψάσης αὐτῷ, καὶ ἄλλων τε πόλεων ἦρξε πολλῶν αἳ τῶν Εὐφράτου πίνουσι ναμάτων, καὶ χωρῶν οὔτι εὐκαταφρονήτων περιγέγονε συχνῶν, πολλοῖς τε τῶν τῇδε σατραπῶν εἰς χεῖρας ἐλθὼν οὓς μὲν δορυαλώτους ἔσχεν, ἐν οἷς καὶ Ἰατζουλῖνος ὁ Ἐδέσ-σης ἡγεμονεύων, οὓς δὲ καὶ πολέμῳ ἀπεκτονὼς ἔτυχε, Ῥαϊμοῦνδον δὴ τὸν ἐκ Πετούης, οὗπερ ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἐπεμνή 216 σθημεν λόγοις, ἄνδρα ἰσχύϊ καὶ ῥώμῃ κατὰ τοὺς θρυλλουμένους ἐκείνους Ἡρακλεῖς, καὶ Βαλδουῖνον τὸν Μαρασίου τότε κρατοῦντα. προϊὼν δὲ καὶ Κωνσταντίνῳ τῷ τῆς Κιλικίας δουκὶ εἰς μάχην κατέστη, ὃν Καλαμάνον ἐπεκάλουν νεανίαν, τήν τε ὄψιν ἀγαθῷ καὶ δραστηρίῳ τὰ ἐς μάχας. ἀλλὰ τὸ μὲν πρῶτον ἥττητό τε κατὰ κράτος τοῦ νεανίου καὶ ἀνηκέστοις περιπέπτωκε συμφοραῖς, εἶτα τύχῃ τινὶ αὐτόν τε καὶ Ῥενάλδον τὸν Ἀντιοχείας πρίγ- κιπα εἷλεν, ἐν οἷς καὶ ὁ τῆς ἐν Φοινίκῃ Τριπόλεως ἡγεμονεύων ἦν. Κωνσταντῖνος γάρ, ἐπειδὴ τοῦ πολέμου ἐκράτει, οὐκέτι καθεκτὸς ἦν, ἀλλ' ἀλογίστῳ τινὶ τόλμῃ καθυπαχθεὶς ἔς τε τὴν δίωξιν οὐ σὺν ἐπιστήμῃ πεσὼν αὐτός τε ἥλω καὶ τὰ Ῥωμαίων ἔσφηλε πράγματα. ὁ Νουραδὶν δὲ καὶ Τερόζην μάχῃ νικήσας ἐλπίσιν ὠχεῖτο ὡς αὐτίκα καὶ τῆς Ἀντιοχείας ἐπιβησόμενος. διὰ ταῦτα μὲν οὖν βασιλεὺς καὶ πρότερον ὤδινεν ἐπὶ τοῖς ξυμπεσοῦσι καὶ ἐπὶ τὴν Ἀσίαν διαβαίνειν διενοεῖτο, τότε δ' οὖν καιροῦ λαβόμενος πασίρροπος ἐς τοῦτο ἐφέρετο. ἀλλὰ καὶ πάλιν τὰ ἐκ τῆς ἑσπέρας ἐμποδὼν αὐτῷ ἔστησαν. ὅ τε γὰρ νέος Παιόνων ῥὴξ τοῦ Βελᾶ καὶ πάλιν ἐπεβάτευε κλήρου καὶ παρεσπόνδει καὶ τότε περιφανέστατα, καὶ Στέφανος, ὃν ἤδη τῆς ἀρχῆς ἀπεώσαντο Οὖννοι, δι' Ἀγχιάλου πόλεως ἐπὶ τὴν Οὐννικήν ποθεν παρεισδὺς ἀνακαλεῖσθαι τὴν ἀρχὴν διενοεῖτο. ἔλαθε δὲ προπετέστερον μᾶλλον ἢ προμηθέστερον τῷ πράγματι ἐπικεχωρηκώς. ὡς γὰρ περιιὼν τῶν Οὔν 217 νων ὑπεποιεῖτό τινας, γνοὺς ὁ Στέφανος πανστρατὶ ἐπ' αὐτὸν ἐφέρετο. διὰ τοῦτο βασιλεὺς ἐπὶ Κιλικίαν μὲν στράτευμα τὰ ἐνταῦθα φρουρῆσον ἱκανὸν ἔπεμψεν, ὁ δὲ ἐπὶ τὸν Ἴστρον καὶ πάλιν ἤλαυνε Σᾶόν τε περαιωσάμενος ἀντικρὺ Τιτελίου τὸ στράτευμα ἔστησε, κατὰ νοῦν ἔχων ὡς Βελᾷ μὲν τὸν κλῆρον ἀνασώσαιτο τὸν πατρῷον, Στέφανον δὲ τῶν παρὰ πόδας ῥύσαιτο δυσχερῶν. ἤδη γὰρ καὶ ὑπέρρει τὰ τῆς δυνάμεως αὐτῷ, καὶ ἦν ἐν στενῷ κομιδῇ, τῶν σὺν αὐτῷ Οὔννων ἐπὶ τὸν ῥῆγα μετατιθεμένων ἑκάστοτε. καὶ δὴ καὶ Ἀνδρόνικον τὸν τοῦ Κοντοστεφάνου υἱέα, ὃς