1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

75

2. Τὰ μὲν οὖν ἐπὶ τοῖν αὐταδελφοῖν τούτοιν ἐνταῦθα πέρας ἔσχε. βασιλεὺς δὲ ἐπὶ τὴν Μακεδονικὴν ἐχώρει πόλιν Φιλίπ 204 που τὰ πρὸς τῇ Σερβικῇ καταστησόμενος πράγματα. ὁ γάρ τοι Πριμίσθλαβος, ὃς τῆς χώρας τότε ἦρχε, καὶ ἄλλοτε μὲν ὥσπερ μοι δεδιήγηται πρότερον, ἀποστασίαν ὠδίνησε καὶ αὐτονόμῳ ἐχρῆτο τῇ γνώμῃ, ἐγγύς τε διὰ τοῦτο ἐλθὼν τοῦ τῆς ἀρχῆς πρὸς βασιλέως ἀποβιβασθῆναι, ἵλεώ τε αὖθις τετύχηκεν αὐτοῦ καὶ ἐπὶ τῆς αὐτῆς ἔμεινε. τότε οὖν οὔτε λόγων οὔτε ὅρκων λόγον θέμενος οὐδένα νεωτέροις καὶ πάλιν ἐπεβάλλετο πράγμασι. δι' ἅπερ βασιλεὺς τοῦ ἀνδρὸς καταγνοὺς μεθίστησι μὲν αὐτὸν τῆς ἀρχῆς, Βελούσην δὲ τὸν ἀδελφὸν ἐπ' αὐτῆς καθιστᾷ. Πριμίσθλαβον μέντοι τῆς τύχης κατοικτισάμενος ἐκεῖθεν μὲν ἀπανίστησιν, ὡς μὴ καὶ πάλιν κακουργεῖν δύναιτο, χώρᾳ δὲ πιοτάτῃ δωρεῖται καὶ τὰ ἐς νομὰς ζώων ἀγαθῇ. ἀλλὰ Βελούσης μὲν ἐπ' ὀλίγον ἐμπρέψας τῇ ἀρχῇ τό τε τῆς ἡγεμονίας κατέθετο σχῆμα καὶ τῆς πατρίου μεταχωρήσας ἐπὶ τὴν Οὐννικὴν ἦλθεν· ἔνθα πολύν τινα ἐπιβιοὺς χρόνον ἐξ ἀνθρώπων ἠφάνιστο. βασιλεὺς δὲ τὸν ὕστατον ἀδελφῶν μετάπεμπτον θέμενος, ὃς ∆εσὲ μὲν ἐκαλεῖτο ∆ένδρας δὲ χώρας ἦρχεν, ἣ Ναϊσῶ ἐν γειτόνων ἐστὶν εὐδαίμων καὶ πολυάνθρωπος, τὰ πιστά τε παρ' αὐτοῦ λαβὼν ὅπως ἀνόθευτον αὐτῷ τὸ τῆς δουλείας σχῆμα ἐς τὸν πάντα τῆς ζωῆς φυλάξῃ αἰῶνα, πρὸς δὲ καὶ ὡς παντάπασι ∆ένδρας Ῥωμαίοις ὑπεκστήσεται, ἣν καθάπερ ἔφην καρπιζόμενος ἦν, ἀρχιζουπάνον ἀνεῖπεν.

3. Ὑπὸ τοῦτον τὸν χρόνον καὶ Κλιτζιεσθλὰν ὁ σουλτὰν ἐς Βυζάντιον αὐτόμολος ἦλθε περὶ τῶν αὐτῷ συμφόρων βασιλέως 205 δεησόμενος, πρᾶγμα ὑψηλόν τε καὶ δαιμονίως ὑπέρογκον καὶ ὅσα ἐμὲ εἰδέναι οὔποτε ἄλλοτε Ῥωμαίοις εὐτυχηθὲν πρότερον. τίνος γὰρ καὶ τῶν μεγαλοπρεπεστέρων οὐχ ὑπέρκειται ἄνδρα τηλικαύτης ἡγεμονεύοντα γῆς καὶ τοσούτων κυριεύοντα ἐθνῶν βασιλεῖ Ῥωμαίων ἐν οἰκέτου παρεστάναι σχήματι; καὶ ὥς γε τοῖς φιληκόοις τὰ τελεσθέντα τότε διηγησαίμην, ἦρτο μὲν βῆμα λαμπρόν, καὶ δίφρος ἐπὶ πλεῖστον γῆθεν αἰρόμενος ἔκειτο, θέαμα λόγου πολλοῦ ἄξιον. εἴργαστο μὲν ἅπας χρυσοῦ, λίθων δὲ ἀνθράκων καὶ ὑακίνθων ἄφθονόν τι ἁπανταχόθεν τούτου διεστοίβαστο χρῆμα. μαργάρους δὲ οὐδ' ἂν ἀριθμεῖν ἔσχε. καθ' ἕνα γὰρ τῶν ἠρέμα κατὰ διέχειαν πεπηγότων λίθων περιέθεον ἱκανοί. ἐσφαίρωντο μὲν ἐς τὸ ἀκριβές, λελεύκανται δὲ ὑπὲρ χιόνα. τηλίκων ὁ δίφρος πεπλήρωτο φώτων. τό γε μὴν ἀνώτατον καὶ τὴν κεφαλὴν ὑπερτεῖνον αὐτοῦ μέρος τοσούτῳ τῶν ἄλλων ἐκράτει λαμπρότησιν ὅσῳ καὶ ἡ ἐν γειτόνων αὐτῷ τῶν λοιπῶν μελῶν προὔφερε κεφαλή. ἐφ' οὗ καθῆστο βασιλεὺς μεγέθει σώματος ἀναλογωτάτου τὸν πάντα πληρῶν. ἐσθὴς δὲ αὐτὸν περιέθεεν ἁλουργίς, ἐξαίσιόν τι χρῆμα. ἄνωθεν ἄχρι καὶ ἐς τὰς βάσεις αὐτὰς ἐπυρσοῦτο μὲν ἄνθραξιν, ηὐγίζετο δὲ μαργάροις, οὐκ ἀπεριέργως μέντοι, ἀλλὰ θαυμασία τις αὐτοὺς ἐποίκιλλε γραφική, ἀκήρατον δήπου λειμῶνα σχεδιαζούσης τῷ πέπλῳ τῆς τέχνης. ἀπὸ μέντοι τραχήλου ἄχρι καὶ ἐπὶ στέρνα ὑπερφυὴς μεγέθει καὶ χροιᾷ λίθος ἀπὸ χρυσέων καθεῖτο 206 ἁμμάτων, πυρσίζων μὲν ἅτε ῥόδον, σχήματι δὲ μήλῳ παρεμφερὴς μάλιστα. περὶ γάρ τοι τοῦ ἐπὶ κεφαλῆς κόσμου περιττὸν καὶ φράζειν ἡγοῦμαι. ἐφ' ἑκάτερα δὲ τοῦ δίφρου ἡ τάξις ἑστήκει κατὰ τὸ εἰωθός, γένους ἑκάστῳ καὶ τύχης πρυτανευόντων τὴν χώραν τῆς στάσεως. τὰ μὲν δὴ τοῦ βασιλέως ἐν τούτοις ἦσαν. Κλιτζιεσθλὰν δὲ ἐπειδήπερ εἰς μέσους παρῆλθε, θάμβους ὅλος ἦν. καὶ τοῦ βασιλέως καθιζῆσαι τοῦτον προτρεπομένου, ὁ δὲ τὸ μὲν πρῶτον ἰσχυρότατα ἀπέλεγεν, ὡς δὲ ἔτι μᾶλλον ἐγκείμενον ἑώρα τὸν βασιλέα, καθῆστο λοιπὸν ἐπὶ χαμαιζήλου τινὸς καὶ ἥκιστα ἐπὶ μετεώρου καθέδρας, τὰ εἰκότα τε εἰπὼν καὶ ἀκούσας ἐς τὴν ἀποτεταγμένην αὐτῷ ἐν παλατίῳ ἀπηλλάττετο καταγωγήν. ὁ βασιλεὺς δὲ τῷ τῶν εὐτυχημάτων ὄγκῳ φιλοτιμούμενος θριάμβου ἐξ αὐτῆς ἀκροπόλεως ἐπὶ τὸν περιλάλητον τῆς τοῦ θεοῦ Σοφίας ναὸν ἐποιήσατο μὲν