1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

28

ἐπεὶ οὐχ ἡμεῖς αὐτοί σοι τῶν τοιούτων καθέσταμεν αἴτιοι, ἡ δὲ τοῦ πλήθους φορὰ ἀλόγως ἔνθα ἔτυχε φερομένη αὐτοματίζειν οἶδε ταυτί. στρατεύματος γὰρ ξένου καὶ ἐπήλυδος τὸ μὲν ἐπὶ ἱστορίᾳ τῆς χώρας τὸ δὲ ἐπὶ πορισμῷ τῶν ἀναγκαίων πολλαχόσε πλανωμένου καὶ περιτρέχοντος, τοιαῦτα ἑκατέρωθεν ἁμαρτάνεσθαι ἀπεικὸς οἶμαι οὐδέν." Ἀλαμανοὶ μὲν τοσαῦτα εἶπον. βασιλεὺς δὲ εἰρωνείαν τὸ πρᾶγμα λογισάμενος ἀμείβετο ὧδε. "οὐδὲ τὴν ἡμετέραν λέληθε βασιλείαν ἡ τοῦ πλήθους ῥοπὴ δυσάγωγόν τι οὖσα καὶ δυσήνιον ἀεὶ χρῆμα. ἀμέλει καὶ διὰ φροντίδος ἡμῖν ἦν, πῶς ἂν διὰ τῆς ἡμετέρας ἀβλαβῶς διελθεῖν ὑμᾶς γένοιτο ξένους καὶ ἐπήλυδας ἄνδρας καὶ οὐδὲν ὅ τι ἀδικεῖν ἡμᾶς οὔτε ἐπαγγελλομένους οὔτε ἄλλως δεδυνημένους, ὡς μὴ ξενίαν ἀδικοῦντες δόξαν οὐκ ἀγαθὴν παρὰ ἀνθρώποις ἀπενεγκώμεθα. ἐπεὶ δ' ὑμῖν ἅτε ξυνετωτάτοις οὖσι καὶ τὰς τῶν πραγμά 77 των φύσεις καλῶς ἐξετάζειν ἐπισταμένοις ἀνέγκλητα εἶναι δήπου τὰ τοιαῦτα δοκεῖ, ἡμεῖς καὶ χάριτας ὑμῖν ὄφλομεν. οὐ γὰρ ἔτι φροντιοῦμεν ὅπως ἂν τὴν ὀχλικὴν τῶν ἡμετέρων ἀναχαιτίσωμεν ὁρμήν, ἀλλ' ἐπιρρίψομεν ταῦτα τῇ τοῦ πλήθους ἀλογιστίᾳ, καθὼς ὑμεῖς εὖ ποιοῦντες ἡμᾶς ἐδιδάξατε. συνοίσει τοίνυν ὑμῖν μηκέτι σποράδας τὴν ὁδὸν ἰέναι, μηδὲ οὕτως ἐπὶ ξένης πλανᾶσθαι. ἐπειδὴ γὰρ οὕτω δέδοκται, καὶ ἀνεῖται τοῖς πλήθεσι παρ' ἀμφοτέρων ταῖς οἰκείαις χρῆσθαι ὁρμαῖς, πολλὰ πρὸς τῶν αὐτοχθόνων πεπονθέναι τοὺς ξένους εἰκός." ταῦτα εἰπὼν αὐτοὺς μὲν ἀπεπέμψατο, τὸν δὲ Ῥωμαίων στρατὸν πλήθει μὲν παρὰ πολὺ τοῦ τῶν βαρβάρων ἐλασσούμενον εἰδώς, ἐπιστήμῃ δὲ στρατιωτικῇ καὶ καρτερίᾳ τῇ περὶ τὰς μάχας τοσούτῳ δὴ μᾶλλον πλεονεκτοῦντα, τοιάδε ἐνενόει. τὸν Προσοὺχ καὶ τὸν Τζικανδύλην καὶ πλείστους ἄλλους τῶν Ῥωμαίων στρατηγῶν ἐκέλευε στράτευμα ἐπαγομένους ἱκανὸν ἀντιμετώπους Ἀλαμανοῖς ἵστασθαι. τάξασθαι μέντοι ὧδε. τὸ μὲν ἀπολεμώτερον καὶ ὥσπερ ἀγελαῖον τοῦ στρατοῦ πόρρωθεν καὶ ὡς ἀπὸ σημείων στῆναι τεττάρων· μετὰ δὲ τοῦτο ὅσον ὁπλιτικὸν καὶ κατάφρακτον· ἑξῆς δὲ τοὺς ὅσοι ταχυπόδων ἐπέβαινον ἵππων· τελευταῖον δὲ καὶ μετὰ μέτωπον Σκύθας ἅμα Πέρσαις καὶ τὸ Ῥωμαίων τοξικόν. Ῥωμαῖοι μὲν οὖν κατὰ ταῦταἐποίουν, Ἀλαμανοὶ δὲ ὡς εἶδον θυμῷ πολλῷ καὶ θορύβῳ ἐχόμενοι δρόμῳ ἐχώρουν. συνίσταται τοίνυν μάχη καρτερά, καὶ φόνος Ἀλαμανῶν πολὺς γίνεται. Ῥωμαῖοι γὰρ σὺν ἐπιστήμῃ ἐπιόν-τας αὐτοὺς ὑφιστάμενοι ἔκτεινον. Κορράδος δὲ οὔπω τι πεπυ 78 σμένος τῶν γεγονότων σοβαρὸς ἔτι καθῆστο καὶ ἐπὶ μακραῖς ὠχεῖτο ἐλπίσιν. ὁ τοίνυν βασιλεὺς τῆς προτέρας αὐτὸν ἐπικερτομῆσαι θέλων ὑπεροψίας ἀπέστειλε τοιάδε. "ἔδει μὲν ἡμᾶς ἐκεῖνο καλῶς εἰδότας, ὡς οὔτε ἵππος κρείττων φερόμενος χαλινοῦ ὀνήσειεν ἂν τὸν ἐπιβάτην, εἰ μὴ καὶ κατὰ κρημνοῦ τοῦτον πολλάκις συγκατενέγκοι, καὶ στράτευμα δὲ ἐκεῖνο, ὃ μὴ τῶν στρατηγούντων ἐπαΐοι, κινδύνοις περιβάλλειν ὡς ἐπίπαν οἶδε τοὺς ἄρχοντας, μὴ οὕτω στρατεύμασιν ἐφήσειν τοῖς ἑαυτῶν πρὸς τὰς οἰκείας ἑκάτερα φέρεσθαι ὁρμάς. ἐπεὶ δ' οὐκ οἶδ' ὅ τι παθὼν σύ τε πρότερον κατωλιγώρηκας τούτου καὶ τὸ ἡμέτερον δὲ κράτος ὅσα καὶ φίλῳ προσφερόμενον τῆς αὐτῆς γεγονέναι σοι γνώμης ἀνέπεισας ἤδη συλλόγισαι τίνα ὑμῖν ἡ τοῦ πλήθους προὐξένησεν ἐλευθερία. πυνθάνομαι γὰρ ὡς ὀλίγος Ῥωμαίων στρατὸς Ἀλαμανῶν πλήθει οὐκ εὐκαταφρονήτῳ περιτυχὼν κακῶς αὐτὸ διέθετο. τὸ γὰρ αὐτόχθον καὶ ἐγχώριον ἐπικρατέστερον ὡς ἐπίπαν τῶν ἐπηλύδων καὶ ξένων φιλεῖ γίνεσθαι. ἡμῖν δὲ οὐδὲ κολάζειν ἐξέσται τοῖς πλήθεσι τὴν ἀσέβειαν. πῶς γάρ; οἷς καθάπαξ πρὸς γνώμην ἐνέδομεν φέρεσθαι τὴν αὑτῶν. εἰ τοίνυν καὶ αὐτό σοι δοκεῖ, ἀνθεκτέον καὶ πάλιν ἡνίας ἀμφοτέρους τῆς ἀρχικῆς καὶ ἀνασειραστέον τοῖς στρατεύμασι τὰς ὁρμάς. μὴ δοκοῦν δέ σοι, ταῦτα μὲν μενετέον ἐπὶ τῶν παρόντων. τό γε μὴν πεπραγμένον σαφῶς ἡμῖν δεδηλώσθω."

16. Τὰ μὲν δὴ τοῦ βασιλέως ἐν τούτοις ἐτελεύτα. Κορράδος δὲ οὔπω τῶν Ἀλαμανοῖς συμπεσόντων ἐνωτισάμενος οὐδὲν 79 τούτων μὲν οὐδ' ἐπεστράφθαι τὸ