1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

110

παύσασθαι δὴ τοῦ πρὸς αὐτὸν χόλου. ἀλλὰ βασιλεὺς τοὺς λόγους οὐκ ἀποδεξάμενος αὐτὸν μὲν ἀπεπέμψατο, δυνάμεις δὲ ἔκ τε Σερβίων καὶ Οὔννων μετεπέμπετο πολλὰς καὶ τὰ πρὸς τὸν πόλεμον ἐπιμελέστερον ἐξηρτύετο. ὥστε μὴν ἵπποις τε καὶ ἀνθρώποις οὐδαμῆ τὰ ἐς τὸ ζῆν ἐπιλείψοι, καὶ βοῶν ἀμύθητόν τι πλῆθος ἐκ τῶν κατὰ Θρᾴκην ἠλαύνετο χωρίων ἅμαξαί τε ὑπὲρ τὰς τρισχιλίους. ὁ μὲν οὖν ἦρι φανέντι ἐπὶ Ἀσίαν διέβη καὶ τὰς δυνάμεις ἐπὶ Ῥυνδακοῦ κατὰ τὸ ἔθος ἤθροιζεν. Οὖννοι δὲ ξύμμαχοι καὶ Σέρβιοι, οἳ Ῥωμαίοις κατήκοοι τυγχάνουσιν ὄντες, οὐκ ἐν δέοντι ἀφικόμενοι θέρους ὥρᾳ στρατεύειν ἐποίησαν, ὑφ' οὗ δὴ μάλιστα τὰ πρά- γματα ἔφθαρτο. σκοπιμώτατον γὰρ εἴπερ τι ἔργοις πολέμων ὁ χρόνος ἐστίν. οὕτω δὴ βασιλεὺς διὰ Λαοδικείας τε καὶ τῶν Μαιάνδρῳ προσοίκων τὴν πορείαν ἔθετο, γνώμην ἔχων ἐς τὴν 300 Ἰκονίου πανστρατὶ καταστήσεσθαι πολιορκίαν. ἐπεὶ δὲ καὶ νέα αὐτῷ προσεχώρει Καισάρεια, Ἀνδρόνικον ἀδελφιδοῦν αὐτῷ τὸν Βατάτζην ἅμα στρατεύματι διὰ τῶν Παφλαγονίας χωρίων ἐπ' αὐτὴν ἰέναι ἔπεμψεν. οὔπω μέντοι Βυζαντίου ἐξιὼν καὶ στόλον νεῶν πεντήκοντα καὶ ἑκατὸν ἐπὶ Αἰγύπτου ἔστειλεν, ἅτε δὴ παν-στρατὶ ἐπὶ τὸν Κλιτζιεσθλὰν πόλεμον ἰών. ἐντεῦθέν τε στρατευ-μάτων ὑποσπανίζων τῇ κατ' Αἴγυπτον ἀποχρησόντων .....