1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

10

περιεργαστέον, λέγω δὲ μή ποτε ἀδελφοῦ μὲν κρατιστεύειν δήπου τὸν παῖδα ξυμβαίνῃ, ἐς δὲ τὸν θρόνον παραβαλλόμενος ἥσσων ἐλέγχηται. ἐμαυτῷ γὰρ οὐκέτι καὶ τοῦτο θαρρῶ, δεινῶς μονωθεῖσαν ὑπειδομένῳ τὴν εὔνοιαν· ἱκανὴ γὰρ μάλιστα ψῆφον δεκάσαι πηνίκα μὴ παρὰ ἴσης ἐκκρούοιτο. βούλεσθε τοίνυν αὐτοὶ μὲν ὑμῖν τῶν αὐτοῦ καταλέγοιμι, ἐπιψηφιεῖσθαι δ' αὐτοί; ἰσχύος μὲν δὴ καὶ ῥώμης καὶ τοῦ ἐς τὰ πολέμια θάρσους ὁπόσον αὐτῷ μέτεστι, παντί που δῆλόν ἐστι. καὶ μαρτυρεῖ μοι τὰ Νεοκαισαρέων τοῖς λόγοις, ἔνθα ἐπιδήλως ἐς γόνυ τὰ Ῥωμαίων κάμψαντα ὑπὸ δὴ τούτῳ ἀνωρθωκότα περισωθείη. ἃ δὲ προσμαρ 28 τυρεῖν αὐτῷ μόνου ἂν εἴη τοῦ πατρός, ἀκούσατε δή. πολλὰ πολλάκις ἐν οὐ μετρίαις ἐμοὶ πονουμένῳ πραγμάτων δυσκολίαις οὗτος τῶν ἄλλων ἀπειρηκότων μέγας ἐν βουλαῖς ὤφθη, ἱκανὸς μὲν χειμῶνα προϊδέσθαι γινόμενον, δεξιὸς δὲ ζάλην ἀποκλῖναι καὶ βίαις πνευμάτων ἀντισχεῖν. ὃ δ' ἂν πρὸ τῶν ἄλλων ἐπ' αὐτῷ σκοπεῖν δίκαιοι ἂν εἴημεν, βραβεῖα θεοῦ ἐπὶ τὸν μείρακα δὴ πίπτει. σκοπεῖτε δ' ὅπως· ἐμοὶ μὲν Ἀλέξιος ἐπὶ τὴν βασιλείαν ἐκλήθη, καὶ ἡ γνώμη χρόνοις τισὶν ἀποδέδεικτο πρότερον. θεὸς δὲ καὶ πρώην ἐμοὶ τὸν ἐφ' ὃν ἀναπέπαυτο προδεικνὺς τελευταῖον δὴ καὶ ἐκ μέσου μοι τὸν νεανίαν ἐκεῖνον πεποίηται. εἶπον ἂν ὑμῖν καὶ τῶν ξυμβόλων τινὰ ἃ τύχην τὴν παροῦσαν αὐτῷ προὔφαινεν, εἴγε μὴ λόγον ἄλλως αὐτὰ νομισθῆναι τοῖς πολλοῖς ἠπιστάμην· οὐδὲν γὰρ οὕτως ἐς διαβολὴν ῥᾴδιον ἀνθρώποις ὡς ὀνείρων φάσεις καὶ μελλόντων ὀμφαὶ γίνεται. ἃ μὲν οὖν αὐτὸς παιδὶ τὠμῷ ξυνειδέναι εἶχον, καὶ δή μοι εἴρηται. ὑμέτερον δ' ἂν εἴη τὴν γνώμην ἐπιθεῖναι λοιπὸν τὴν ἑαυτῶν." βασιλεὺς μὲν τοσαῦτα εἶπεν, οἱ δὲ σὺν ἡδονῇ τε καὶ δάκρυσιν ἐπένευον. ὁ δὲ παῖς (ἦν γὰρ φιλοπάτωρ εἴπερ τις ἄλλος) καὶ φύσεως θεσμοὺς εὐλαβούμενος κάτω νενευκὼς καὶ ἐπὶ στέρνα τὴν κεφαλὴν ῥίπτων δάκρυσι τὸ δάπεδον ἔπλυνε. τὴν χλαμύδα δ' ὅμως περιδυθεὶς καὶ ταινιωθεὶς τῷ διαδήματι βασιλεὺς ὑπὸ παντὸς ἀνηγόρευτο τοῦ στρατεύματος. βασιλεὺς δὲ Ἰωάννης ὀλίγαις τὸ ἐντεῦθεν ἐπιβιοὺς ἡμέραις πρὸς τὴν 29 ἐκεῖθεν λῆξιν μεθίστατο, ἐφ' ὅλοις πέντε καὶ εἴκοσιν ἐνιαυτοῖς καὶ μησὶν ἑπτὰ Ῥωμαίων ἄρξας, ὀγδόην ἄγοντος μηνὸς ὃν Ἕλληνες μὲν Ξανθικόν, Ἀπρίλλιον δὲ Ῥωμαῖοι καλοῦσιν.

ΒΙΒΛΙΟΝ Β. 1. Τὰ μὲν δὴ βασιλέως Ἰωάννου ἐνταῦθά μοι πέρας ἐχέτω. βασιλεὺς δὲ

Μανουὴλ τῶν σκήπτρων ἤδη ἐπιλαβόμενος, μειράκιον ἔτι, πρώτως ἄρτι γενειάζων, οὔτε ξυνεταράχθη πρὸς τὸν ὄγκον τῆς ἀρχῆς οὔτε τι ἀγεννὲς ἔπαθεν. Ἰσαακίου γὰρ κατ' ἐκεῖνον τὸν χρόνον ἐν Βυζαντίῳ διατρίβοντος ὑποψίας τε ἐντεῦθεν τοὺς πλείστους εἰσιούσης, ὡς οὐκ ἄν ποτε ἀνάσχοιτο μὴ αὐτίκα τι νεωτερίσαι, φύσει μὲν καὶ ἄλλως δύσερις ὢν καὶ θυμῷ τὰ πλεῖστα διοικούμενος, τότε δ' οὖν καὶ προφάσεως εἰς τοῦτο λαβόμενος, ὃ δὲ τούτου μὲν ἧττον ἐφρόντισεν, ἐφ' ὅλαις δὲ τριάκοντα μετὰ τὴν τοῦ πατρὸς τελευτὴν τῷ χώρῳ ἐνδιατρίψας ἡμέραις οὐ πρότερον ἐκεῖθεν ἀπῆρε, πρὶν ἂν τῷ πατρὶ τὴν ὁσίαν ὡς τὸ εἰκὸς ἐξετέλεσε (πρὸς γὰρ τοῖς ἄλλοις καὶ φροντιστήριον ἐπὶ τοῦ τόπου ἱδρύσατο, οὗ δὴ ἐκεῖνον τὴν ψυχὴν ἀφεῖναι τετύχηκε), καὶ τὰ Κιλίκων πράγματα ἐν τῷ ἀσφαλεῖ κατεστήσατο. Ἀντιο 30 χεῖς δὲ καὶ πρότερον μὲν βασιλέως Ἰωάννου ἔτι περιόντος χειρὸς τῆς ἐκείνου ἀποσκιρτᾶν ἤρξαντο, τότε δὲ ἐπὶ βασιλέα πέμψαντες Μανουὴλ καὶ ὁρίων σφίσι γῆς ὑπεκστῆναι ἠξίουν, ἃ πόλει μὲν τῇ αὐτῶν ἀνήκειν ἔφασκον, βίᾳ δὲ καὶ οὐ ξὺν τῷ δικαίῳ πρὸς τῶν Ῥωμαίων τὰ νῦν ἔχεσθαι. οἱ μὲν ταῦτα ἔλεγον, βασιλεὺς δὲ εἰς ἀπολογίαν αὐτοῖς καταστὰς ἔλεξε τοιάδε· "ὡς μὲν οὐδενὸς ἔτι φλαύρου παρ' ἡμῶν Ἀντιοχεῖς πειραθῆναι ξυνέπεσεν, ὧ ἄνδρες πρεσβευταί, παντί που δῆλόν ἐστιν. εἰ δὲ