1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

99

∆ούκας καὶ Μιχαήλ, ὃς λογοθέτης ἐκείνου τοῦ χρόνου ἦν, πρὸς δὲ καὶ Θωμᾶς ὁ ἐκτομίας Νικηφόρος τε τῶν ἐκ τοῦ Βήλου κριτῶν εἷς ὢν καὶ αὐτός, ἐπώνυμον Κάσπαξ. ἐκόμιζον δὲ αὐτῷ ἐγκλήματα τρία, ὧν ὁποτέρῳ ἐπαγωνίσασθαι δύναιτο ἐκέλευον ἀνειπεῖν. ὁ δὲ ἐπειδὴ τούτων ἤκουσεν, ἅπασιν ἑαυτὸν ὑπεδίκαζε, παρεκάλει τε ἀποθριξαμένῳ πρότερον τῶν θείων τε μεταλαβόντι μυστηρίων χρῆσθαι λοιπὸν αὐτῷ ὅ τι ἂν τῇ δίκῃ δοκῇ, ἐφ' οἷς οἰκτισάμενος αὐτὸν βασιλεὺς μοναχὸν ἔκειρε. 270

7. Τὰ μὲν δὴ κατὰ τὸν Ἀλέξιον ἐνταῦθα τύχης ἐτελεύτησε. βασιλεὺς δὲ Οὐννικῶν στρατευμάτων ἐπὶ Σίρμιον διαβάντων δυνάμεις ἐνταῦθα ἔπεμψεν, ὧν ἦρχον ἄλλοι τε τῶν Ῥωμαίων στρατηγῶν καὶ δὴ καὶ Ἀνδρόνικος ὁ βασιλέως ἀδελφιδοῦς ᾧ Κοντοστέφανος ἐπώνυμον ἔκειτο, αὐτοκράτωρ τοῦ πολέμου τοῦδε πρὸς βασιλέως καταστάς. ἀπέσταλτο δὲ αὐτῷ ὅπως τε τάξασθαι χρεὼν καὶ ὅπη τὸν πόλεμον τόνδε διαθέσθαι, καθάπερ ἐν πίνακι ἀνεζωγράφηται. Ἀνδρόνικος οὖν ἐπὶ Σᾶον διαβάς, ἐπειδὴ ἄγχιστα τοῦ Οὔννων ἐγένετο στρατοπέδου, τοιάδε τινὰ ἐποίει. κατοπτῆρας μὲν καὶ σκοπούς, ὁποῖα εἴθισται, εἰς τὸ τῶν πολεμίων καθιέναι στράτευμα ἥκιστα σύμφορον ἔγνω. τῶν δέ τινας Ῥωμαίων ἐκέλευε πρὸ τοῦ στρατοπέδου ἐλθόντας πειρᾶσθαι ὅπως ζωγρείαν τινὰ πολεμίων ἑλόντες ἀγάγοιεν. οἱ μὲν οὖν κατὰ τὸ κελευσθὲν ἐν χερσὶ πολέμιον ἔχοντες ἐπανῆλθον, ὁ δὲ ἀνεπυνθάνετο τοῦτον ὅπως τε δυνάμεως ἔχοντες ἐπὶ Σίρμιον ἀφίκονται Οὖννοι, καὶ τί ποτε βουλομένοις αὐτοῖς ἐστι. πάντα τοίνυν ἐς τὸ ἀληθὲς ἐκεῖνος διεξῄει. "ἄρχουσι μὲν" ἔφη "τῆσδε τῆς στρατιᾶς ἑπτὰ καὶ τριάκοντα τῶν παρ' ἡμῖν στρατηγούντων ἀνδρῶν, τὸ δὲ ἐφ' ἅπασι κράτος ∆ιονύσιος ἔχει. ἥ γε μὴν στρατιὰ ἐς πεντεκαίδεκα τὰς πάσας ἤθροισται χιλιάδας ἀνδρῶν καταφράκτων ἱππέων τοξοτῶν τε καὶ πελταστῶν. οὕτω δὲ θάρσους περίεστιν αὐτοῖς, ὡς μηδὲ τὴν πρώτην Ῥωμαίους ὑποστήσεσθαι κατὰ νοῦν ἔχειν." τούτων Ἀνδρόνικος 271 ἀκούσας αὐτὸν μὲν ἀφῆκε πορεύεσθαι ∆ιονυσίῳ ἀγγελοῦντα, ὡς βασιλεὺς οὐκέτι φέρειν δεδυνημένος ὅσα εἰς Ῥωμαίους σφίσι διημάρτηται, ἐγγὺς ἰδοὺ πάρεστι δίκην ἐπιθήσων τὴν δέουσαν. τὸν δὲ Ῥωμαίων στρατὸν ὅπλα περιθέμενον ἐξῆγε τοῦ χάρακος. ἐτάξατο δὲ ὧδε. Σκύθας μὲν καὶ τὸ πλεῖστον τοῦ Περσικοῦ ἡγεῖσθαι ἐκέλευεν ἱππεῦσιν ἅμα ὀλίγοις οἳ σὺν τοῖς δόρασι μάχονται, ἑξῆς δὲ ἑκατέρωθεν Ῥωμαίων εἵποντο φάλαγγες ὧν Κοκκοβασίλειός τε ἦρχε καὶ Φιλοκάλης, πρὸς δὲ καὶ Τατίκιος καὶ ὃν Ἀσπιέτην ἐκάλουν. κατὰ νώτου δὲ αὐτοῖς ὁπλῖται ἐπορεύοντο ἀναμὶξ τοξόταις καὶ Περσῶν φάλαγξ ὁπλοφοροῦσα· μετὰ δὲ τούτους ἀμφοτέρωθεν Ἰωσήφ τε ὁ Βρυέννιος ἐπορεύετο καὶ Γεώργιος ὁ Βρανᾶς ∆ημήτριός τε ὁ τούτου ἀδελφὸς καὶ Κωνσταντῖνος ὁ Ἀσπιέτης ἀνὴρ σεβαστός· ἑξῆς δὲ Ἀνδρόνικος ὃς χαρτουλάριός τε βασιλεῖ ἦν, ἐπίκλησιν Λαμπαρδᾶς, καὶ ἐπιλέκτοις ἅμα Ῥωμαίοις καὶ Ἀλα-μανοῖς, ἔτι δὲ καὶ Πέρσαις. κατόπιν δὲ Ἀνδρόνικος ὁ στρατηγὸς ἐπορεύετο σὺν ἄλλοις τε πολλοῖς ὀνόματος ἀξιουμένοις ἀνδράσιν, οἷς ἔθος ἀεὶ ὑπὸ βασιλεῖ πολεμοῦντι τάττεσθαι ἦν, καὶ Ἰταλοῖς τοῖς ἐκ τοῦ μισθοφορικοῦ καὶ δὴ καὶ Σερβίοις, οἳ κατὰ νώτου αὐτῷ εἵποντο δόρατά τε προβεβλημένοι καὶ ἐπιμήκεις ἀσπίδας. οὕτω ταξάμενοι Ῥωμαῖοι ὁδῷ ἐχώρουν. ἐπειδὴ δὲ εἰς τὸν χῶρον ἦλθον, ἔνθα ∆ιονύσιος τὸν τύμβον ἐγείρας ἔτυχε, τῶν ἵππων ἀποβάντες ἀνῴμωξάν τε θερμῶς καὶ πίστεις ἀλλήλοις ἔδοσαν ὑπὲρ 272 τοῦ ὁμοφύλου τεθνάναι καὶ συγγενοῦς ἕκαστον. ∆ιονύσιος δὲ ἐπειδὴ προσιέναι Ῥωμαίους ἐπύθετο, θάρσους ὑποπλησθεὶς σὺν εἰρωνείᾳ πολλῇ ἀκρατίζεσθαι Οὔννους ἐκέλευεν εἰς ὑγίειαν τὴν Ῥωμαίων προσιεμένους τὸ ἔκπομα. οἱ δὲ ἀναστάντες ἔπινόν τε σπουδῇ καὶ ἐπὶ τοῖς ὅπλοις ἐγίνοντο τρόπῳ τε τῷ συνήθει ἐτάττοντο. ἔθος γὰρ αὐτοῖς ἐστιν ἀεὶ τοὺς ἐν σφίσι λογάδας τὴν ἐμπροσθίαν πληροῦν φάλαγγα· ὃ πάλαι βασιλεὺς εἰδὼς ἀνάπαλιν Ἀνδρονίκῳ τὴν παράταξιν ποιεῖσθαι ἐκέλευσεν. ἐπειδὴ γοῦν ἐγγὺς ἀλλήλων