1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

23

ὁδῷ προϊὼν καὶ τοῖς λοιποῖς ξυνέμιξε τοῦ Ῥωμαίων στρατοῦ. πυθομένοις τε ὅπως αὐτῷ τὰ κατὰ τὸν πόλεμον ἀπαντήσειε μόνῳ τῶν ἁπάντων ἐπὶ τοὺς βαρβάρους ἰόντι, περὶ μὲν τοῦ τῶν πολεμίων φόνου, οὓς καθάπερ εἴρηται ἀπεκτονὼς ἔτυχεν, ἀπήγγελλεν οὐδέν, καυχήσεως ἀγεννοῦς ὑποψίαν παραιτούμενος. ἔργον γὰρ οὐχ ὑπ' ὄψιν ἐλθὸν τοῖς μὴ εὐμενῶς ἀκούειν ἐθέλουσιν ῥᾴδιον εἰς ἀνατροπὴν γίνεται. τοῦ γε μὴν τραύματος ἐπιμελεῖσθαι αὐτίκα ἐκέλευεν, ὡς μὴ φλεγμήναντος ἀνήκεστόν τι καὶ ἐπισυμβῇ· ὅτε δὴ γέγονέ τι καὶ λόγου ἄξιον. ἐπειδὴ γὰρ μὴ εἶχον ὅπως αὐτῷ χρήσηται, τῶν στρατιωτῶν τις 63 ἐγχειρίδιον ἑλκύσας μέρος τῆς αὐτὸς αὑτοῦ σαρκὸς ἀφελέσθαι διενοήθη, ὡς ἂν ἔτι διάθερμον τῷ τραύματι περιθεὶς οὕτω τὴν φλεγμονὴν ἀποκρούσαιτο. ἀλλὰ βασιλεὺς τῆς εὐνοίας τὸν ἄνδρα ἀποδεξάμενος τοῦτο μὲν διεκώλυσε, τῶν δὲ τῇ ὁδοιπορίᾳ κεκμηκότων ἵππων τινὸς τεμάχιον τῆς σαρκὸς ἀφῃρῆσθαι κελεύσας εὐθύωρον προσῆγε τῷ τραύματι. ἐκεῖθέν τε μακρὸν κατατείνας δρόμον παρὰ μέσας που τὰς νύκτας ἐπὶ τὸ στρατόπεδον ἀφικνεῖται πρὸς ταῖς Μαιάνδρου ἐκβολαῖς ἱδρυμένον, ἔνθα πολύ τε καὶ ἄμετρον ὕδωρ ῥεῖ μὲν ἐκ τῶν κατὰ τὴν ὑπωρείαν πετρῶν ὡς ἐκ μυρίων ἀναδιδόμενον στομάτων, τὸν δὲ παρακείμενον ἐκπελαγοῦν χῶρον ἐς λίμνην μὲν τὸ πρῶτον ξυνίσταται, ἑξῆς δὲ προϊὸν διώρυχά τε βαθεῖαν τέμνει καὶ ποταμὸν ἐντεῦθεν ποιεῖ. Ἀνδρόνικος δὲ καθάπερ εἴρηται ἐπίπροσθεν ἰὼν ἄλλο μὲν ἔδρασεν οὐδέν, ἵππους δὲ συχνοὺς ὧν ἐπιβαίνοντες ἦσαν οἳ πρὸς βασιλέως ἀνῄρηνται τῶν πολεμίων, ἐπὶ τὸ στρατόπεδον ἤλασε. ταῦτα μὲν οὖν οὕτως ἐγένετο. ὁ δὲ βασιλεὺς τὴν ἐπὶ τὸ Βυζάντιον ἵετο, ἐν Βιθυνίᾳ τε γεγονὼς ἐνταῦθά που τοὺς ἐκ Φιλομιλίου, καθάπερ εἴρηται πρότερον, ἀναρρυσθέντας ᾠκίσατο Ῥωμαίους, κτησείδιον αὐτοῖς τῶν ἱερῶν τινος ἀλλαξάμενος σεμνείων· ἔνθα φρούριόν τε ἀνῳκοδόμησε καὶ Πύλας αὐτὸ κατωνόμακεν. 10. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Κοσμᾶς ὁ τοῖς ἐκκλησιαστικοῖς τὸ τηνικάδε ἐφεστὼς πραγμάτων, ἀνὴρ βίῳ καὶ λόγῳ κόσμιος, 64 τοῦ θρόνου κατεσπάσθη ἐπ' αἰτίᾳ τοιᾷδε. ἦν τις ἀνὴρ μοναχικὴν ἐπανελόμενος πολιτείαν, ὄνομα Νήφων, παιδείας μὲν τῆς ἐγκυκλίου καὶ μαθημάτων τῶν ἐκτὸς οὐδὲ μέχρι πείρας ἐλθών, τοῖς ἱεροῖς δὲ λογίοις ἐκ παίδων ἑαυτὸν ἐπιδούς. οὗτος ὁ Νήφων Μιχαὴλ ἔτι ἀνδρὸς ἱεροῦ καὶ πολλοῦ τὴν ἀρετὴν τὸν ἐκκλησιαστικὸν διέποντος θρόνον δόξαν οὐχ ὑγιᾶ τὰ ἐς τὸ Χριστιανῶν δόγμα πολλοῖς περὶ ἑαυτοῦ δεδωκὼς κρίσει τε συνοδικῇ διὰ τοῦτο ἀποψηφισθεὶς τόν τε πώγωνα ἐκάρη ἄχρι καὶ ἐπὶ σφυρὰ κατατείνοντα καὶ εἱρκτῇ παρεδόθη. ἐπεὶ δὲ Μιχαὴλ μὲν ἐκεῖνος ἐξ ἀνθρώπων ἤδη ἦν, Κοσμᾶς δὲ ἀντ' αὐτοῦ τὸν θρόνον ἐκόσμει, αὐτίκα παρρησίαν αὖθις ὁ Νήφων ἀνελάμβανε μείζω καὶ πολὺς ἐν συλλόγοις καὶ ἐν ἀγοραῖς ἦν, ἄλλο τε οὐδὲν ἔπραττεν ὅτι μὴ δόγμα ἑκάστοτε ἀνεκύκλει τόν τε Ἑβραίων ἀποπροσεποιεῖτο θεόν. καὶ τά γε τοιαῦτα ἐνεργολαβεῖν ἤθελεν· ἐφίλει τε αὐτὸν ὑπερφυῶς ὁ Κοσμᾶς, καὶ ὁμιλητὴν ἐποίει τὸν ἄνθρωπον, τοῖς τε κατ' αὐτοῦ τὸ πρότερον ἐπεψηφισμένοις ἀδικίαν ἐπεκάλει, καίτοι καὶ τότε τὰ ὑπὲρ τοῦ ἀνθρώπου προπετευσάμενος μὲν πικρότατα δ' ὅμως ἀποκρουσθείς, καὶ τῆς τε ἀρετῆς αὐτὸν ἐπεθείαζε, κἀκεῖνο τοῖς λόγοις προσετίθει, ὅτι δὴ ἐτύγχανε πολλῷ πρότερον τὴν ἐς τὸν ἀρχιερατικὸν θρόνον ἀνάβασιν ἤδη προαγγείλας αὐτῷ. οὐκ ἤρεσκε ταῦτα τοῖς πολλοῖς· ὅθεν καὶ οἱ μὲν αὐτῶν, ὅσοι δηλονότι ἐκήδοντο τοῦ Κοσμᾶ, προσιόντες ἐπὶ σχολῆς "τί δήποτε" ἔφασκον "ὦ θεῖε ποιμήν, λύκῳ πιστεύεις ἑαυτόν; ἢ οὐκ οἶδας ὡς ὑποβλέπεταί σε διὰ τοῦτο τὸ ποίμνιον; ἀπορράγηθι τῆς τοῦ λυμεῶνος ξυναυλίας. ἀνδρὶ 65 γὰρ ἀποβλήτῳ ξυνοικίζεσθαι αὐτάρκης κατηγορία." οἱ μὲν ταῦτα καὶ τοιαῦτα ἔλεγον· ὅσοις δὲ δι' ἀπεχθείας ὁ ἀρχιερεὺς ἦν, ἀπεβοῶντο διαρρήδην ἐπεκαλοῦντό τε τοὺς θεοῦ καὶ βασιλέως ὀφθαλμούς. ὁ δὲ ἀλλὰ τῶν μὲν ὀλιγώρως εἶχε παντάπασι, τοῦ δὲ Νήφωνος ἀπρὶξ εἴχετο, οὐδ' ἂν εἴ τι καὶ γένοιτο ἀποκλᾶσθαι ἤθελεν αὐτοῦ· ἀμέλει καὶ ἔλαθεν ἑαυτὸν τῇ λίαν ἁπλότητι ἐν οὐ μετρίοις ζημιωθείς. ἐπεὶ γοῦν ποτε,